Ψαλμός 98
- 1
(Μασ. 99) Ο ΚΥΡΙΟΣ ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί· ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, σαλευθήτω ἡ γῆ.
Ο Κύριος ἀνέλαβε τὴν βασιλείαν, ἂς ὀργίζωνται καὶ ἂς ἀφηνιάζουν οἱ λαοί. Οὐδὲν θὰ ἐπιτύχουν. Ἐβασίλευσεν αὐτὸς ὁ ὁποῖος κάθηται ἐπὶ τῶν Χερουβείμ, ἂς σαλευθῇ καὶ ἂς συνταραχθῇ ἡ γῆ ἐκ τῶν ἀντιδράσεων καὶ τῆς ἀντιστάσεώς της. Εἰς οὐδὲν θὰ ἰσχύσῃ.
- 2
Κύριος ἐν Σιὼν μέγας καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς.
Ὁ Κύριος ἐνεθρονίσθη ἐν τῇ Σιὼν μέγας, ὑπέρτερος τῶν ἡττηθέντων ἐχθρῶν του καὶ εἶναι ὑψηλὸς καὶ ἀνώτερος εἰς ἰσχὺν καὶ κράτος ὑπὲρ πάντας τοὺς λαούς.
- 3
ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι φοβερὸν καὶ ἅγιόν ἐστι.
Ἂς ἀνυμνήσουν καὶ ἂς δοξολογήσουν τὸ μέγα ὄνομά σου, διότι λόγῳ τῆς συντριπτικῆς καὶ ἀκαταγωνίστου δυνάμεώς σου, τὸ ὄνομά σου εἶναι φοβερόν, λόγῳ δὲ τῆς ἀποστροφῆς σου πρὸς τὸ κακὸν εἶναι καὶ ἅγιον.
- 4
καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ· σὺ ἡτοίμασας εὐθύτητας, κρίσιν καὶ δικαιοσύνην ἐν ᾿Ιακὼβ σὺ ἐποίησας.
Ἡ τιμημένη καὶ ἔνδοξος μεγαλειότης τοῦ βασιλέως μας ἀγαπᾷ τὴν δικαιοσύνην καὶ οὐχὶ τὴν αὐθαιρεσίαν. Σὺ καθίδρυσας καὶ ἐθεμελίωσας διατάξεις καὶ ἐντολὰς εὐθύτητος καὶ ἰσότητος, σὺ ἔκαμες κρίσιν καὶ ἤσκησας δικαιοσύνην μεταξὺ τῶν ἀπογόνων τοῦ Ἰακώβ, τοὺς ὁποίους ἰδιαιτέρως ἐπροστάτευσας.
- 5
ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστι.
Κατανοήσατε λοιπὸν τὸ ὕψος τοῦ Κυρίου καὶ ἀνταξίως πρὸς τὸ ὕψος τοῦτο δοξολογεῖτε Κύριον τὸν Θεόν μας καὶ προσκυνεῖτε εὐλαβῶς τὸν ἐν τῷ Ναῷ τῆς Σιὼν τόπον, ἐπὶ τοῦ ὁποίου πατοῦν οἱ πόδες του, διότι εἶναι οὗτος τόπος ἱερὸς καὶ ἅγιος.
- 6
Μωυσῆς καὶ ᾿Ααρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ· ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς εἰσήκουσεν αὐτῶν,
Ὁ Μωϋσῆς καὶ ὁ Ἀαρών, οἱ ἅγιοι οὖτοι ἄνδρες, ἦσαν μεταξὺ τῶν ἱερέων του, καὶ ὁ ὡσαύτως ἅγιος Σαμουὴλ ἦτο μεταξὺ ἐκείνων, οἱ ὁποῖοι ἐπεκαλοῦντο τὸ ὄνομά του, ἐπεκαλοῦντο διὰ προσευχῆς τὸν Κύριον καὶ αὐτὸς τοὺς εἱσήκουεν.
- 7
ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς· ὅτι ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ καὶ τὰ προστάγματα αὐτοῦ, ἃ ἔδωκεν αὐτοῖς.
Ἀπὸ τὸν πύρινον στῦλον τῆς νεφέλης, ἡ ὁποία κατέβαινεν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὡμίλει πρὸς αὐτούς, διότι ἐφύλαττον τὰς ἐν ταῖς ἐντολαῖς του μαρτυρίας του καὶ τὰ προστάγματα, τὰ ὁποῖα ἔδωκεν εἰς αὐτούς.
- 8
Κύριε ὁ Θεὸς ἡμῶν, σὺ ἐπήκουσε αὐτῶν· ὁ Θεός, σὺ εὐίλατος ἐγίνου αὐτοῖς καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν.
Κύριε καὶ Θεέ μας, σὺ τοὺς ἤκουες μὲ εὐμένειαν· ὦ Θεέ μου, σὺ μὲ πᾶσαν ἀγαθότητα ἐγίνεσο ἵλεως καὶ συγγνωμικὸς εἰς τὰ ἁμαρτήματά των, ἀφοῦ ἐτιμώρεις καὶ δὲν ἄφηνες ἄνευ ἐκδικήσεως πάσας τὰς ἀνθρωπίνας ἀδυναμίας καὶ παραβάσεις των.
- 9
ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ, ὅτι ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ἀνταξίως τοῦ ἀνυπερβλήτου ὕψους τοῦ δοξολογεῖτε καὶ ἀνυμνεῖτε τὸν Κύριον καὶ Θεόν μας καὶ προσκυνεῖτε εὐλαβῶς αὐτὸν εἰς τὴν Σιών, εἰς τὸ ὄρος αὐτοῦ τὸ ἅγιον, διότι ἅγιος εἶναι Κύριος ὁ Θεὸς ἠμῶν καὶ ἐν ἁγίῳ τόπῳ ὑπὸ ἁγίων λάτρεων πρέπει νὰ προσκυνῆται.
