Ψαλμός 96
- 1
(Μασ. 97) Ο ΚΥΡΙΟΣ ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί.
Ο Κύριος ἀνέλαβε τὴν βασιλείαν. Ἂς σκιρτήσῃ ἐξ ἀγαλλιάσεως ἡ γῆ· ἂς εὐφρανθοῦν αἱ πολλαὶ ἀνὰ τὴν Μεσόγειον νῆσοι καὶ αἱ ὁμοιάζουσαι πρὸς νήσους ὀδοντωταὶ ἀκταί, αἱ ὑπὸ ἐθνικῶν κατοικούμεναι.
- 2
νέφη καὶ γνόφος κύκλῳ αὐτοῦ, δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ.
Νεφέλη καὶ γνόφος βαθὺς τριγύρω του ἁπλοῦται, σύμβολα τῆς ἀπροσίτου καὶ ἀκαταλήπτου φύσεώς του, δικαιοσύνη καὶ ἀποφάσεις δίκαιαι εἶναι τὸ θεμέλιον καὶ ὁ στυλοβάτης τοῦ θρόνου του.
- 3
πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ·
Πῦρ ποὺ θὰ κατακαίῃ πάντα πολέμιόν του καὶ θὰ τιμωρῇ πᾶσαν ἐκδήλωσιν κακοῦ θὰ προπορευθῇ κατ’ ἔμπροσθεν αὐτοῦ καὶ θὰ κυκλώσῃ μὲ φλόγας τοὺς ἐχθρούς του.
- 4
ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ, εἶδε καὶ ἐσαλεύθη ἡ γῆ.
Ἔρριψαν φῶς ἐκθαμβωτικὸν αἱ ἀστραπαί του εἰς ὅλην τὴν οἰκουμένην, εἶδε τὴν ἐμφάνισίν του ἡ γῆ καὶ ἐσαλεύθη ἀπὸ ἰσχυροὺς σεισμούς.
- 5
τὰ ὄρη ὡσεὶ κηρὸς ἐτάκησαν ἀπὸ προσώπου Κυρίου, ἀπὸ προσώπου Κυρίου πάσης τῆς γῆς.
Τὰ ὅρη ἔλειωσαν σὰν κηρὸς ἐνώπιον τοῦ Κυρίου, ἐνώπιον τοῦ Κυριάρχου καὶ δεσπότου ὅλης τῆς γῆς.
- 6
ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ.
Διεκήρυξαν καὶ διελάλησαν οἱ ἐν οὐρανοῖς ἄγγελοι τὴν δικαιοσύνην του καὶ εἶδαν ὅλοι οἱ ἐπὶ γῆς λαοὶ τὴν δόξαν του.
- 7
αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν· προσκυνήσατε αὐτῷ, πάντες οἱ ἄγγελοι αὐτοῦ.
Ἂς καταισχυνθοῦν ὅλοι ὅσοι προσκυνοῦν τὰ γλυπτὰ καὶ ὅσοι καυχῶνται διὰ τὰ εἴδωλά των, ἅτινα θὰ κατασυντριβοῦν καὶ θὰ ἐξαφανισθοῦν κατὰ τὴν φοβερὰν ταύτην ἐπιφάνειαν τοῦ Θεοῦ. Προσκυνήσατέ τον ὅλοι οἱ ἄγγελοί του.
- 8
ἤκουσε καὶ εὐφράνθη ἡ Σιών, καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς ᾿Ιουδαίας ἕνεκεν τῶν κριμάτων σου, Κύριε·
Ἤκουσε τὰς συνεπείας ποὺ εἶχε μεταξὺ τῶν ἐθνῶν ἡ θεία κατάβασις καὶ ηὐφράνθη ἡ Σιὼν καὶ ἐσκίρτησαν ἐξ ἀγαλλιάσεως αἱ λοιπαὶ πόλεις τῆς Ἰουδαίας, αἱ ὡς μητέρα πόλιν ἀναγνωρίζουσαι τὴν Ἱερουσαλήμ. Ηὐφράνθησαν καὶ ἐσκίρτησαν ἕνεκα τῶν δικαίων σου κρίσεων, Κύριε, ἡ ἐπικράτησις τῶν ὁποίων θὰ ἐπιφέρῃ καὶ τὴν ὁλοσχερῆ ἐξαφάνισιν τοῦ κράτους τῶν εἰδώλων καὶ τῆς ἁμαρτίας.
- 9
ὅτι σὺ εἶ Κύριος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν, σφόδρα ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς.
Διότι σὺ εἶσαι Κύριος ὕψιστος ἐπὶ πάσης τῆς γῆς. Διότι ἀπεδείχθης ὕψιστος καθ' ὑπερβολὴν καὶ ἀσυγκρίτως ἀνώτερος ἀπὸ ὅλους τοὺς ψευδοθεοὺς τῶν εἰδώλων.
- 10
οἱ ἀγαπῶντες τὸν Κύριον, μισεῖτε πονηρά· φυλάσσει Κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ, ἐκ χειρὸς ἁμαρτωλῶν ρύσεται αὐτούς.
Ὅσοι ἀγαπᾶτε τὸν Κύριον, μισεῖτε ἄνευ διακοπῆς καὶ χαλαρώσεως τίνος οἱονδήποτε ἔργον πονηρόν. Μὴ ζητεῖτε νὰ ὑπερασπίσετε ἑαυτοὺς ἀνταποδίδοντες κακὰ εἰς τοὺς ἀδικοῦντας ὑμᾶς. Ὁ Κύριος φυλάσσει τὰς ψυχὰς τῶν ἀφωσιωμένων, θὰ ἐλευθερώσῃ αὐτοὺς ἀπὸ τὰς κακοποιοὺς χεῖρας τῶν Ἁμαρτωλῶν.
- 11
φῶς ἀνέτειλε τῷ δικαίῳ καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη.
Διὰ τῆς ἐλεύσεως τοῦ Θεοῦ ἀνέτειλεν εἰς τὸν δίκαιον φῶς ζωῆς χαριτωμένης καὶ εὐδαίμονος καὶ εὐφροσύνη εἰς τοὺς εὐθεῖς κατὰ τὴν καρδίαν.
- 12
εὐφράνθητε, δίκαιοι, ἐν τῷ Κυρίῳ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ.
Εὐφρανθῆτε, δίκαιοι, διὰ τῆς ἐπικοινωνίας καὶ τοῦ συνδέσμου σας μετὰ τοῦ Κυρίου καὶ ἀναπέμπετε δοξολογίας διατηροῦντες πάντοτε εἰς τὸν νοῦν σας τὴν ἀνάμνησιν τῆς ἁγιότητός του.
