Ψαλμός 89
- 1
(Μασ. 90) ΚΥΡΙΕ, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ·
Κύριε, ὑπῆρξας τὸ καταφύγιόν μας, ἀπὸ τῆς μιᾶς γενεᾶς εἰς τὴν ἄλλην, καθ’ ὅλα τὰ ἔτη τῆς ὑπάρξεώς μας καὶ καθ’ ὅλας τὰς γενεᾶς.
- 2
πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ.
Προτοῦ νὰ γίνουν τὰ ὅρη καὶ προτοῦ πλασθῇ ἡ γῆ καὶ ἡ οἰκουμένη καὶ ἀπὸ τῆς ἀνάρχου αἰωνιότητος καὶ μέχρι τῆς ἀτελευτήτου αἰωνιότητος τοῦ μέλλοντος σὺ ὑπάρχεις, ἄναρχος καὶ ἀτελεύτητος.
- 3
μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν· καὶ εἶπας· ἐπιστρέψατε υἱοὶ τῶν ἀνθρώπων.
Δὸς λοιπὸν καὶ εἰς ἡμᾶς, Κύριε, ὀλίγον ἀκόιμη χρόνον ζωῆς. Μὴ ἐπιτρέψῃς νὰ ἀποστραφῇ καὶ νὰ καταπέσῃ εἰς τὴν βαθυτάτην καὶ ἀμετάκλητον ταπείνωσιν τοῦ θανάτου ὁ ἄνθρωπος, ὁ περὶ ἐμὲ ἐννοῶ λαός· καὶ μὴ ἐπιτρέψῃς τοῦτο σύ, ποὺ εἶπες πρὸς αὐτούς· ἐπιστρέψατε εἰς τὴν ζωήν, ὦ υἱοὶ τῶν ἀνθρώπων.
- 4
ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡς ἡμέρα ἡ ἐχθές, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί.
Χάρισέ μας ὀλίγας σταγόνας χρόνου ἀπὸ τὸν ὠκεανὸν τῆς αἰωνιότητός σου. Διότι χίλια ἔτη διὰ σὲ εἶναι σὰν τὴν χθεσινὴν ἡμέραν, ἡ ὁποία ἐπέρασε, μᾶλλον δὲ σὰν τὸ τρίωρον μιᾶς νυκτερινῆς φρουρᾶς.
- 5
τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται. τὸ πρωΐ ὡσεὶ χλόη παρέλθοι,
Τουναντίον ἡ ἐξουδενωμένη καὶ πλήρης ἀθλιοτήτων καὶ ταπεινώσεων ζωὴ τῶν ἀνθρώπων δὲν εἶναι παρὰ ὀλίγα ἔτη. Σὰν τὴν χλόην, ἡ ὁποία βλαστάνει τὴν πρωΐαν καὶ παρέρχεται.
- 6
τὸ πρωΐ ἀνθήσαι καὶ παρέλθοι, τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη.
Τὸ πρωΐ, πρὸ τῆς ἀνατολῆς τοῦ ἡλίου, θ’ ἀνθήσῃ, καὶ ὅταν ὁ καύσων τοῦ ἡλίου τὴν προσβάλῃ μαραινομένη θὰ παρέλθῃ· τὸ ἑσπέρας θὰ ἀποπέσῃ τὸ ἄνθος της, θὰ σκληρυνθῇ καὶ θὰ ξηρανθῇ. Οὕτω συμβαίνει καὶ μὲ ἡμᾶς καὶ τόσον συντόμως κόπτεται τὸ νῆμα τῆς ζωῆς μας.
- 7
ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν.
Διότι εἰς τὴν ἔρημον ἐκινδυνεύσαμεν νὰ χαθῶμεν καὶ νὰ ἑξαφανισθῶμεν ἕνεκα τῆς ὀργῆς σου, καὶ κατελήφθημεν ἀπὸ τρόμον καὶ ταραχὴν ἐξ αἰτίας τοῦ φόβου, ποὺ μᾶς προεκάλεσεν ὁ θυμός σου.
- 8
ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου· αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου.
Ἔθεσες ἐνώπιον τῶν ὀφθαλμῶν σου γυμνὰς τὰς ἀνομίας μας. Δὲν διαφεύγει τίποτε ἀπὸ τὸ ὄμμα σου. Καὶ ὁ αἰὼν τοῦ βίου μας, ὁλόκληρος ἡ κατὰ τὴν ζωήν μας διαγωγὴ εἶναι φανερὰ εἰς τὸ ἀπαστράπτον φῶς, τὸ ὁποῖον ἐκπέμπεται ἀπὸ τὸ πρόσωπόν σου.
- 9
ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν· τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων.
Ἐπειδὴ δὲ ὅλαι αἱ ἡμέραι μᾶς παρῆλθον καὶ ἐχάθησαν ἀκάρπως, δι' αὐτὸ καὶ ἡμεῖς ἑξαφανιζόμεθα ἀπὸ τὴν ὀργήν σου. Τὰ ἔτη μας εἶναι γεμᾶτα μελέτην καὶ μόχθους καὶ προσπαθείας ἀτελεσφορήτους καὶ ματαίας, παρομοίως πρὸς τὸν μόχθον τῆς ἀράχνης, ἡ ὁποία πλέκει κενοὺς καὶ εὐδιαλύτους ἱστούς.
- 10
αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος· ὅτι ἐπῆλθε πρᾳότης ἐφ᾿ ἡμᾶς, καὶ παιδευθησόμεθα.
Ὅσον δ’ ἀφορᾷ εἰς τὰς ἡμέρας τῶν ἐτῶν μας, ὅλον τὸ ἄθροισμά των ὁμοῦ λαμβανόμενον, εἶναι ἑβδομήκοντα ἔτη· ἐὰν δὲ κανεὶς ἔχῃ τὴν κᾶσιν ἰσχυρὰν καὶ δυνατήν, αἱ ἡμέραι τῆς ζωῆς τοῦ φθάνουν τὰ ὀγδοήκοντα ἔτη. Καὶ τὸ περισσότερον τῶν ἐτῶν αὐτῶν εἶναι κόπος καὶ γεροντικὴ ἀδυναμία καὶ πόνοι καὶ ζωὴ βασανισμένη. Διότι πέραν τῶν ὀγδοήκοντα ἐτῶν ἐπέρχεται εἰς ἡμᾶς χαλάρωσις τῶν σωματικῶν καὶ πνευματικῶν μας δυνάμεων καὶ παιδευόμεθα μᾶλλον, παρὰ ἀπολαμβάνομεν εὐχάριστον ζωήν.
- 11
τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου ἐξαριθμήσασθαι;
Ποῖος ἀντιλαμβάνεται καὶ ἐννοεῖ πόσον ἰσχυρὰ καὶ κραταιὰ εἶναι ἡ ὀργή σου, ὥστε ἐκ τῆς κατανοήσεως ταύτης νὰ ἀντλῇ σωτήρια μαθήματα; Καὶ ποῖος εἶναι εἰς θέσιν νὰ ἐξαριθμήσῃ καὶ νὰ ἀναμετρήσῃ τὸν θυμόν σου, σύμφωνα μὲ τὸν ἁρμόζοντα εἰς σὲ τρόμον καὶ φόβον; Τόσοι ἐθανατώθησαν ἐν τῇ ἐρήμῳ κατὰ διαφόρους περιστάσεις πληγέντες ὑπὸ τῆς ὀργῆς σου. Ποῖος ἀπὸ τοὺς ἐπιζῶντας Ἰσραηλίτας εἶναι εἰς θέσιν νὰ κατανοήσῃ τὰ φοβερὰ αὐτὰ μαθήματα, τὰ ἀποκαλύπτοντα πόσον μισεῖς καὶ τιμωρεῖς τὴν ἁμαρτίαν;
- 12
τὴν δεξιάν σου οὕτω γνώρισόν μοι καὶ τοὺς πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ.
Τὴν δεξιάν σου, ἡ ὁποία ἐπιφέρει τρομερὰς τιμωρίας κατὰ τοῦ κακοῦ, ἀλλὰ καὶ πατρικῶς παιδεύει τοὺς ἀνθρώπους, κατάστησέ μού την γνωστὴν διὰ τῆς σοφῆς παιδαγωγίας σου, ὥστε νὰ φοβοῦμαι τὸ ὄνομά σου καὶ νὰ ἐλπίζω εἰς τὴν πρόνοιάν σου. Γνώρισόν μοι δὲ καὶ τοὺς πεπαιδευμένους κατὰ τὴν καρδίαν μὲ σοφίαν ἀληθῆ, ὥστε νὰ κατανοοῦν τὰ πανθαυμαστὰ ἔργα σου, διὰ νὰ σοφισθῶ καὶ ἐγὼ ἀπὸ αὐτούς.
- 13
ἐπίστρεψον, Κύριε· ἕως πότε; καὶ παρακλήθητι ἐπὶ τοῖς δούλοις σου.
Ἐπίστρεψον καὶ ἐπάνελθε πρὸς τὸν λαόν σου, Κύριε. Ἕως πότε θὰ ὀργίζεσαι; Καὶ γενοῦ ἵλεως καὶ συμπαθὴς πρὸς τοὺς δούλους σου.
- 14
ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν
Ἂς ἐμπλησθῶμεν ταχέως ἀπὸ τὸ ἔλεος καὶ τὴν εὐσπλαγχνίαν σου, Κύριε, καὶ ἂς σκιρτήσωμεν ἐξ ἀγαλλιάσεως καὶ ἂς εὐφρανθῶμεν καθ’ ὅλας τὰς ἡμέρας μας.
- 15
ἀνθ᾿ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά.
Εἴθε νὰ εὐφρανθῶμεν ἀντὶ τῶν ἡμερῶν, κατὰ τὰς ὁποίας μᾶς ἐταπείνωσας, ἀντὶ τῶν ἐτῶν, κατὰ τὰ ὁποῖα εἴδομεν καὶ ἐδοκιμάσαμεν θλίψεις καὶ κακοπαθείας.
- 16
καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν,
Καὶ ἴδε εὐσπλάγχνως καὶ συμπαθῶς ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα, τὰ ὁποῖα εἰργάσθης πρὸς ἀπελευθέρωσιν τῶν ἐκ τῆς Αἰγύπτου καὶ πρὸς ἀποκατάστασιν αὐτῶν. Καὶ ὁδήγησον τοὺς υἱούς των εἰς τὴν ὁδὸν τοῦ νόμου σου καὶ εἰς τὴν κληρονομίαν τῶν ἐπαγγελιῶν σου.
- 17
καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ᾿ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ᾿ ἡμᾶς καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Καὶ ἂς εἶναι ἡ δόξα τῆς εὐνοίας καὶ τῆς χάριτος καὶ τῆς καλωσύνης Κυρίου τοῦ Θεοῦ μας ἐφ' ἠμῶν. Καὶ τὰ βιοποριστικά μας ἔργα εὐόδωσέ τα, Κύριε, ἵνα ἀποβαίνουν πρὸς ὠφέλειάν μας. Καὶ τὸ ἔργον τῶν χειρῶν μως κατευόδωσέ το καὶ δὸς ἐπιτυχίαν εἰς αὐτό.
