Ψαλμός 65
- 1
(Μασ. 66) ΑΛΑΛΑΞΑΤΕ τῷ Κυρίῳ πᾶσα ἡ γῆ,
Επευφημήσατε καὶ κράξατε πρὸς ἔπαινον τοῦ Κυρίου οἱ κάτοικοι ὅλης τῆς γῆς.
- 2
ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ. δότε δόξαν αἰνέσει αὐτοῦ.
Ψάλατε ὕμνους εἰς τὸ ὄνομά του. Προσδώσατε δόξαν εἰς τὴν πρὸς αὐτὸν ἀπευθυνομένην αἴνεσιν. Μεγαλοπρεπῶς ἀνυμνήσατε αὐτόν.
- 3
εἴπατε τῷ Θεῷ· ὡς φοβερὰ τὰ ἔργα σου· ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.
Εἴπατε εἰς τὸν Θεόν: Ὁποῖον φόβον ἐμπνέουν τὰ πρὸς σωτηρίαν τοῦ λαοῦ σου καταπληκτικὰ ἔργα σου· λόγῳ τοῦ πλήθους τῆς δυνάμεώς σου θὰ δηλώσουν ὑποταγὴν εἰς σὲ οἱ ἐχθροί σου, ἕνεκα τοῦ φόβου καὶ τῆς καταπτοήσεώς των, ἀλλ’ ὄχι καὶ ἐξ εἰλικρινοῦς διαθέσεως.
- 4
πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου. (διάψαλμα).
Πάντες οἱ κάτοικοι τῆς γῆς ἂς σὲ προσκυνήσουν καὶ ἂς σὲ λατρεύσουν καὶ ἂς ψάλουν εἰς σὲ ὕμνους δοξολογίας καὶ εὐχαριστίας· ἂς ψάλουν εἰς τὸ ὄνομά σου, Ὕψιστε.
- 5
δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ· φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων,
Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Κυρίου· πόσον φοβερὸς εἶναι εἰς τὰ καταπληκτικὰ σχέδια καὶ τὰς σκέψεις του, διὰ τῶν ὁποίων ἀποδεικνύεται ἀσυγκρίτως ὑπέρτερος ἀπὸ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τῶν ὁποίων κατανικᾷ μὲ αὐτὰ πᾶσαν ἐπινόησιν καὶ ἀντίδρασιν.
- 6
ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν, ἐν ποταμῷ διελεύσονται ποδί. ἐκεῖ εὐφρανθησόμεθα ἐπ᾿ αὐτῷ,
Αὐτὸς μετέστρεψε τὴν θάλασσαν εἰς ξηράν, ἵνα διέλθῃ δι' αὐτῆς ὁ λαός του· τὸν Ἰορδάνην ποταμὸν διέβησαν οὗτοι διὰ τῶν ποδῶν χωρὶς νὰ βραχοῦν· ἐκεῖ εἰς τοὺς τόπους τῶν θαυμαστῶν τούτων διαβάσεων θὰ ηὐφραινόμεθα καὶ ἠμεῖς ἐπὶ τῷ Θεῷ,
- 7
τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος. οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν, οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς. (διάψαλμα).
ὅστις δεσπόζει διὰ τῆς ἀκατανικήτου δυνάμεώς του, χθὲς καὶ σήμερον καὶ εἰς τοὺς αἰῶνας. Οἱ ὀφθαλμοί του παρακολουθοῦν ἀγρύπνως τὰ ἔθνη, οἱ ἀποστάται καὶ οἱ πικραίνοντες αὐτὸν διὰ τῶν κατὰ τοῦ λαοῦ του ἐπιθέσεών των ἂς μὴ ὑψηλοφρονοῦν, διότι θὰ δώσουν λόγον εἰς αὐτόν.
- 8
εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν καὶ ἀκουτίσασθε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ,
Εὐλογεῖτε, ὦ ἔθνη, τὸν Θεόν μας καὶ διὰ βοῆς ἰσχυρᾶς ἀκουστὴν ποήσατε τὴν φωνὴν τῆς ἀνυμνήσεως αὐτοῦ.
- 9
τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωήν, καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου.
ὁ ὁποῖος ἐμὲ καὶ τοὺς ἐκπροσωπουμένους ὑπ’ ἐμοῦ ὁμοεθνεῖς μου ἀπελύτρωσεν ἐκ τρομεροῦ κινδύνου καὶ ἐπανέφερε ἐν τῇ ζωῇ τὴν μέχρι θανάτου φθάσασαν ὕπαρξίν μας καὶ δὲν ἐπέτρεψεν οἱ πόδες μας νὰ ὀλισθήσουν εἰς ἀνεπανόρθωτον πτῶσιν.
- 10
ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεός, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον·
Διότι μᾶς ἐδοκίμασας, ὦ Θεέ, ἵνα ἀποδειχθῇ ἐὰν εἴμεθα εἰς σὲ πιστοί· μᾶς ἔρριψας εἰς τὸ πῦρ τοῦ πόνου καὶ τῶν θλίψεων, ὅπως ρίπτεται εἰς τὸ πῦρ ὁ ἄργυρος διὰ νὰ καθαρθῇ ἐν αὐτῷ.
- 11
εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν.
Ἐπέτρεψες νὰ ἐμπέσωμεν εἰς τὴν παγίδα, τὴν ὁποίαν πρὸς ὑποδούλωσίν μας εἶχον στήσει οἰ ἐχθροί μας· ἐφόρτωσας εἰς τὴν ράχιν μας φορτίον θλίψεων.
- 12
ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν, διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.
Ἐπέτρεψες ἄνθρωποι θνητοὶ νὰ διέλθουν θριαμβευτικῶς ἄνωθεν τῶν κεφαλῶν μας καὶ νὰ ποδοπατήσουν αὐτάς· διήλθομεν διὰ μέσου τῆς καμίνου καὶ τοῦ πυρὸς τῶν θλίψεων ἐπεράσαμεν ἐκ τῆς θαλάσσης τῶν δοκιμασιῶν καὶ ὑπεφέραμεν κακά, ἀπὸ τὰ ὁποῖα ἐκινδυνεύσαμεν νὰ ἀφανισθῶμεν καὶ νὰ πνιγῶμεν. Ἀλλ’ ἐν τέλει μᾶς ἔβγαλες εἰς τόπον ἀναψυχῆς καὶ ἀνέσεως.
- 13
εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν, ἀποδώσω σοι τὰς εὐχάς μου,
Θὰ εἰσέλθω εἰς τὸν ἅγιον ναόν σου, ὅπου κατοικεῖς, μὲ θύματα ποὺ θὰ καοῦν ὁλόκληρα ἐπὶ τοῦ θυσιαστηρίου σου, καὶ ἐξ ὀνόματος ὁλοκλήρου τοῦ λαοῦ σου θὰ σοῦ ἀποδώσω ὡς ὀφειλόμενον χρέος τὰς εὐχὰς καὶ τὰ ταξίματά μας,
- 14
ἃς διέστειλε τὰ χείλη μου καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλίψει μου·
τὰ ὁποῖα τὰ διασταλέντα χείλη μας ηὐχήθησαν καὶ ἐλάλησε τὸ στόμα μας κατὰ τὴν διάρκειαν τῆς θλίψεώς μας.
- 15
ὁλοκαυτώματα μεμυελωμένα ἀνοίσω σοι μετὰ θυμιάματος καὶ κριῶν, ἀνοίσω σοι βόας μετὰ χιμάρων. (διάψαλμα).
Θὰ σοῦ προσφέρω ὁλοκαυτώματα εὐτραφῆ ἀποστάζοντα μυελὸν καὶ πάχος μετὰ τῆς κνίσσης τῶν κατακαιομένων κριῶν, ποὺ θὰ ἀναβαίνῃ πρὸς τὰ ἄνῳ ὡς θυμίαμα δεκτόν, καὶ θὰ σοῦ προσφέρω βόας μετὰ τράγων.
- 16
δεῦτε ἀκούσατε, καὶ διηγήσομαι, πάντες οἱ φοβούμενοι τὸν Θεόν, ὅσα ἐποίησε τῇ ψυχῇ μου.
Ἔλθετε να ἀκούσετε καὶ θὰ σᾶς διηγηθῶ, ὅλοι σεῖς οἱ ὁποῖοι φοβεῖσθε τὸν Θεόν, ὅσα εἰς περιστάσεις δυσχερεῖς ἐποίησε χάριν τῆς ζωῆς μου.
- 17
πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου.
Πρὸς αὐτὸν μὲ τὸ στόμα μου ἐβόησα καὶ ἐπειδὴ ἀμέσως ἔτυχον τῆς παρ’ αὐτοῦ βοηθείας, ὕψωσα ὑπὸ τὴν γλῶσσαν μου εὐχαριστίας καὶ ὕμνους πρὸς αὐτόν.
- 18
ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω μου Κύριος.
Ἐὰν ἔβλεπα ἀδικίαν μέσα εἰς τὴν καρδίαν μου καὶ ἡ συνείδησίς μου μὲ ἔτυπτε δι’ ἐνοχήν τινα, ἂς μὴ μὲ εἱσήκουεν ὁ Κύριος.
- 19
διὰ τοῦτο εἰσήκουσέ μου ὁ Θεός, προσέσχε τῇ φωνῇ τῆς δεήσεώς μου.
Διότι ὅμως τοιαύτην ἐνοχὴν δὲν ᾐσθανόμην, διὰ τοῦτο μὲ εἱσήκουσεν ὁ Θεὸς καὶ ἔδωκε προσοχὴν εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
- 20
εὐλογητὸς ὁ Θεός, ὃς οὐκ ἀπέστησε τὴν προσευχήν μου καὶ τὸ ἔλεος αὐτοῦ ἀπ᾿ ἐμοῦ.
Ἂς εἶναι εὐλογημένος ὁ Θεός, ὁ ὁποῖος δὲν ἀπώθησε τὴν προσευχήν μου καὶ δὲν ἀπεμάκρυνεν ἀπ' ἐμοῦ τὸ ἔλεός του.
