Ψαλμός 56
- 1
Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυΐδ εἰς στηλογραφίαν ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον.
- 2
(Μασ. 57) ΕΛΕΗΣΟΝ με, ὁ Θεός, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ, ἕως οὗ παρέλθῃ ἡ ἀνομία.
Ελέησόν με, ὦ Θεέ μου, ἐλήησόν με, διότι ἐπὶ σοῦ ἐστήριξε πᾶσαν τὴν πεποίθησίν της ἡ ψυχή μου καὶ εἰς τὴν δύσκολον αὐτὴν περίστασιν, ποὺ μὲ εὗρε, θὰ ἐλπίσω εἰς τὴν κραταιὰν σκέπην καὶ προστασίαν τῆς προνοίας σου, ὅπως οἱ νεοσσοὶ τῶν ὀρνίθων κάτω ἀπὸ τὰς πτέρυγας τῶν μητέρων των ζητοῦν τὴν ἀσφάλειάν των. Εἰς αὐτὴν θὰ ἐλπίσω, ἕως ὅτου παρέλθῃ ὁ κίνδυνος, τὸν ὁποῖον ἡ ἄνομος ἐπιβουλὴ τῶν ἐχθρῶν μου δημιουργεῖ.
- 3
κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ῞Υψιστον, τὸν Θεὸν τὸν εὐεργετήσαντά με.
Πρὸς τὸν Θεὸν τὸν Ὕψιστον θὰ κράξω ἀπὸ τὰ βάθη τῆς ψυχῆς μου, πρὸς τὸν Θεόν, ὁ ὁποῖος τοσάκις εἰς τὸ παρελθὸν μὲ εὐηργέτησε.
- 4
ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με, ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με. (διάψαλμα). ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ
Καὶ τώρα ὄχι ἐκ τῆς γῆς ἀλλ’ ἀπ' αὐτὸν τὸν οὐρανὸν ἀπέστειλε τὴν βοήθειάν του καὶ ἐξησφάλισε τὴν σωτηρίαν μου· παρέδωκεν εἰς τὸ ὄνειδος καὶ εἰς τὴν κα ταισχύνην τῆς ἤττης αὐτοὺς ποὺ μὲ καταπατοῦν. Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεός του καὶ τὴν ἀλήθειάν του, ἡ ὁποία διαλάμπει εἰς τὴν πιστὴν τήρησιν τῶν ὑποσχέσεών του.
- 5
καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων. ἐκοιμήθην τεταραγμένος· υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα.
Καὶ ἐγλύτωσε τὴν ζωήν μου ἀπὸ ἐχθροὺς δεινοὺς καὶ θρασεῖς σὰν τοὺς νεαροὺς λέοντας, ἐν μέσῳ τῶν ὁποίων εὑρέθην. Ἐκοιμύηθην καθ’ ὅλην τὴν νύκτα ἐν φόβῳ καὶ ἐν ταραχῇ. Διότι αὐτοὶ εἶναι ἄνθρωποι, τῶν ὁποίων οἱ ὀδόντες εἶναι ὅπλα καὶ βέλη, καὶ ἡ γλῶσσα των μάχαιρα κοπτερὰ καὶ ἠκονισμένη, καὶ ἐκινδύνευον νὰ κατασπαραχθῶ καὶ κατασφαγῶ ὑπ’ αὐτῶν.
- 6
ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.
Παρουσιάσθητι καὶ ἐμφανίσου μέγας καὶ ὑψηλὸς ἐπὶ τοῦ οὐρανοῦ, ὦ Θεέ, καὶ ἂς ἐκλάμψῃ ἡ ἔνδοξος δύναμις καὶ τὸ ἀκατανίκητον μεγαλεῖον σου ἐφ' ὅλης τῆς γῆς, ἵνα τιμωρηθοῦν οἱ κακοὶ καὶ ἐπικρατήσῃ καὶ ἐπὶ τῆς γῆς τὸ θέλημά σου.
- 7
παγίδα ἡτοίμασαν τοῖς ποσί μου καὶ κατέκαμψαν τὴν ψυχήν μου· ὤρυξαν πρὸ προσώπου μου βόθρον καὶ ἐνέπεσαν εἰς αὐτόν. (διάψαλμα).
Παγίδα παρεσκεύασαν διὰ τοὺς πόδας μου, διὰ νὰ σκοντάψω καὶ συλληφθῶ ἐν αὐτῇ. Καὶ πρὸς καιρὸν ἐλύγισαν καὶ ἀπεθάρρυναν τὴν ψυχήν μου· ἔκαμαν πρὸ ἐμοῦ βαθὺν καὶ ὀλέθριον λάκκον, γεμᾶτον ἀπὸ λάσπην, ἀλλ’ ἔπεσαν αὐτοὶ καὶ ὄχι ἐγὼ μέσα εἰς αὐτόν.
- 8
ἑτοίμη ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου.
Καὶ τώρα, ὦ Θεέ μου, ἡ καρδία μου ἀνέλαβε καὶ εἶναι ἑτοίμη καὶ ἀκλονήτως ἐστηριγμένη ἐπὶ σοῦ. Εἶναι ἀκλόνητος πλέον καὶ ἑδραία ἡ καρδία μου. Θὰ ἀναπέμψω ᾆσμα εὐχαριστίας καὶ θὰ ψάλω μὲ τὴν ψυχήν μου, ἥτις εἶναι ἡ δόξα καὶ τὸ πολυτιμότερον συστατικὸν τῆς ὑπάρξεώς μου.
- 9
ἐξεγέρθητι, ἡ δόξα μου· ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα· ἐξεγερθήσομαι ὄρθρου.
Σήκω ἐπάνω ἄγρυπνος καὶ πρόθυμος, ὦ ψυχή μου· παύσατε νὰ σιγᾶτε καὶ σεῖς, ὦ ὄργανά μου· τὸ ψαλτήριον καὶ ἡ κιθάρα μου. Θὰ σηκωθῶ πολὺ πρωΐ, προτοῦ ὁ ἥλιος ἀνατείλῃ.
- 10
ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι,
Θὰ σὲ δοξολογήσω μεταξὺ λαῶν, Κύριε, θὰ ψάλω μελῳδικῶς πρὸς δόξαν σου ἐν μέσῳ τῶν ἐθνῶν.
- 11
ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου.
Διότι εἶναι μέγα τό ἔλεός σου καὶ ὑψοῦται μέχρι τῶν οὐρανῶν ὑπερπληροῦν τὰ σύμπαντα, καὶ ἡ φιλαλήθειά σου καὶ ἢ ἀξιοπιστία σου φθάνει ἕως τὰ συννεφα.
- 12
ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.
Ἐμφανίσου ὅπως εἶσαι μέγας καὶ ὑψηλὸς ἐπὶ τοῦ οὐρανοῦ, ὦ Θεέ, καὶ ἂς ἐκλάμψῃ ἡ ἔνδοξος δύναμις καὶ τὸ ἀκατανίκητον μεγαλεῖον σου ἐφ’ ὅλης τῆς γῆς, ἵνα καὶ ἐπ’ αὐτῆς ἔλθῃ ἡ βασιλεία σου.
