Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΨΑΛΜΟΙ

Ψαλμός 53

9 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλοι οι ψαλμοί
  1. 1

    Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυΐδ

  2. 2

    ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαούλ· οὐκ ἰδοὺ Δαυΐδ κέκρυπται παρ᾿ ἡμῖν;

  3. 3

    (Μασ. 54) Ο ΘΕΟΣ, ἐν τῷ ὀνόματί σου σῶσόν με καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με.

    Ο Θεός, διὰ τὴν εὐσπλαγχνίαν καὶ τὴν ἀγαθότητά σου, τὰς ὁποίας ἔκφραζει καὶ ὑπενθυμίζει εἰς τὸν καθένα μας τὸ μέγα ὄνομά σου, σῶσόν με, καὶ μὲ τὴν ἀκατανίκητον δύναμίν σου κρίνον τὴν δικαίαν ὑπόθεσίν μου καὶ προστάτευσόν με ἀπὸ τοὺς ἀδικοῦντας με ἐχθρούς.

  4. 4

    ὁ Θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ρήματα τοῦ στόματός μου.

    Ὁ Θεός, εἰσάκουσον καὶ κάμε δεκτὴν τὴν προσευχήν μου· εἰσάγαγε εἰς τὰ ὦτα σου τοὺς ἱκετευτικοὺς λόγους τοῦ στόματός μου.

  5. 5

    ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ᾿ ἐμὲ καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν. (διάψαλμα).

    Διότι ἄνθρωποι ξένοι πρὸς σὲ καὶ ἐχθροὶ ἐξηγέρθησαν καὶ ἐπανεστάτησαν κατ’ ἐμοῦ, καὶ ἰσχυροί, ποὺ χρησιμοποιοῦν τὸ κράτος τῆς βίας, ἐζήτησαν νὰ ἀφανίσουν τὴν ζωήν μου, καὶ δὲν ἔθεσαν πρὸ τῶν ὀφθαλμῶν των, οὐδὲ ἐλογάριασαν ὅτι ὑπάρχει Θεὸς δίκαιος καὶ ὑπερασπιστής.

  6. 6

    ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, καὶ ὁ Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου.

    Ἀλλ’ ἠπατήθησαν οἰκτρῶς, διότι ἰδού, ὅτι ὁ Θεὸς βοηθεῖ· καὶ ὁ Κύριος εἶναι ὑποστηρικτὴς καὶ προστάτης τῆς ζωῆς μου.

  7. 7

    ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου· ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς.

    Αὐτὸς θὰ ἀπομακρύνῃ ἀπὸ ἐμὲ καὶ θὰ ρίψῃ ἐπὶ τῶν ἐχθρῶν μου τὰ κακά, ποὺ ἐσχεδίασαν κατ’ ἐμοῦ· ἐν ὀνόματι τῆς φιλαληθείας καὶ τῆς ἀξιοπιστίας σου ἐν ταῖς ὑποσχέσεσί σου ἐξολόθρευσέ τους.

  8. 8

    ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, ὅτι ἀγαθόν·

    Μὲ ὅλην μου τὴν θέλησιν καὶ προθυμίαν τῆς ψυχῆς μου θὰ σοῦ προσφέρω θυσίαν· θὰ δοξολογήσω τὸ ὄνομά σου, Κύριε, διότι εἶναι ἀγαθόν.

  9. 9

    ὅτι ἐκ πάσης θλίψεως ἐρρύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου.

    Διότι μὲ ἠλευθέρωσες ἀπὸ πᾶσαν θλῖψιν καὶ εἶδαν τὰ μάτια μου τὴν καταισχύνην καὶ τὸν ὄλεθρον ἐπὶ τῶν ἐχθρῶν μου.