Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΨΑΛΜΟΙ

Ψαλμός 51

11 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλοι οι ψαλμοί
  1. 1

    Εἰς τὸ τέλος· συνέσεως τῷ Δαυΐδ·

  2. 2

    ἐν τῷ ἐλθεῖν Δωὴκ τὸν ᾿Ιδουμαῖον καὶ ἀναγγεῖλαι τῷ Σαοὺλ καὶ εἰπεῖν αὐτῷ· ἦλθε Δαυΐδ εἰς τὸν οἶκον ᾿Αβιμέλεχ.

  3. 3

    (Μασ. 52) ΤΙ ΕΓΚΑΥΧᾼ ἐν κακίᾳ, ὁ δυνατός, ἀνομίαν ὅλην τὴν ἡμέραν;

    Πρὸς τί ἀλαζονεύεσαι καὶ καυχᾶσαι διὰ τὴν κακίαν σου σύ, ὦ δυνατέ, ὥστε ἀσυστόλως νὰ ἐνεργῇς ἀνομίαν καὶ χωρὶς καμμίαν τύψιν νὰ παραβαίνῃς τὸν θεῖον νόμον καθ’ ὅλην τὴν ἡμέραν;

  4. 4

    ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου· ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον.

    Ἀδίκους λογισμοὺς καὶ ὀλεθρίας σκέψεις ἐλάλησεν ἡ γλῶσσά σου· σὰν ξυράφιον ἀκονισμένον καὶ πολὺ κοπτερὸν εἰργάσθης δι’ αὐτῆς δόλον ὀλέθριον κατὰ τοῦ πλησίον.

  5. 5

    ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην, ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην. (διάψαλμα).

    Ἠγάπησας τὴν κακίαν καὶ δὲν ἠθέλησας νὰ εἶσαι ἀγαθὸς καὶ εὐεργετικὸς πρὸς τοὺς ὁμοίους σου· προετίμησας τὴν ἀδικίαν ἀπὸ τοῦ νὰ λαλῇς τὰ δίκαια καὶ ἀληθῆ.

  6. 6

    ἠγάπησας πάντα τὰ ρήματα καταποντισμοῦ, γλῶσσαν δολίαν.

    Ἠγάπησας ὅλους τοὺς λόγους, οἱ ὁποῖοι προκαλοῦν τὴν ἐξόντωσιν καὶ τὸν καταποντισμὸν τοῦ πλησίον, μὲ ὅλην σου τὴν διάθεσιν ἠθέλησας νὰ ἔχῃς γλῶσσαν δολίαν, ἡ ὁποία κάτω ἀπὸ λόγους γλυκεῖς καὶ ὑποκριτικοὺς κρύπτει τὸ θανατηφόρον δηλητήριον κατὰ τοῦ καλοῦ ὀνόματος τῶν ὁμοίων σου.

  7. 7

    διὰ τοῦτο ὁ Θεὸς καθέλοι σε εἰς τέλος· ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματός σου καὶ τὸ ρίζωμά σου ἐκ γῆς ζώντων. (διάψαλμα).

    Πλὴν διὰ τοῦτο ὁ Θεὸς θὰ σὲ καταστρέψῃ ὁλοτελῶς· θὰ σὲ ξερριζώσῃ ὡς πονηρὰν καὶ ἀγρίου χόρτου φυτείαν καὶ θὰ σὲ ἐκπατρίσῃ ἀπομακρύνων σε ἀπὸ τὸν τόπον τῆς κατοικίας σου, καὶ αὐτὰς ἀκόμη τὰς ρίζας σου θὰ ἀφανίσῃ ἀπὸ τὴν γῆν τῶν ζώντων.

  8. 8

    ὄψονται δίκαιοι καὶ φοβηθήσονται καὶ ἐπ᾿ αὐτὸν γελάσονται καὶ ἐροῦσιν·

    Θὰ ἴδουν οἱ δίκαιοι τὴν πτῶσιν του καὶ τὸν ἐξαφανισμόν του καὶ θὰ φοβηθοῦν διὰ τὴν ὑπὸ τῆς δικαιοκρισίας τοῦ Θεοῦ αὐστηρὰν τιμωρίαν, ἀλλὰ καὶ θὰ γελάσουν δι’ αὐτὸν ἱκανοποιούμενοι ἀπὸ τὸν θρίαμβον τῆς θείας δικαιοσύνης. Καὶ θὰ εἴπουν:

  9. 9

    ἰδοὺ ἄνθρωπος, ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ, ἀλλ᾿ ἐπήλπισεν ἐπὶ τὸ πλῆθος τοῦ πλούτου αὐτοῦ καὶ ἐνεδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ.

    Ἰδοὺ ὁ ἄνθρωπος, ὁ ὁποῖος δὲν ἔθεσε τὸν Θεὸν βοηθόν του, ἀλλ’ ἐστήριξε τὴν ἐλπίδα εἰς τὸ πλῆθος τοῦ πλούτου του καὶ ᾠκοδόμησε τὴν δύναμιν καὶ ἐπιρροήν του ἐπὶ τῆς ματαιότητός του.

  10. 10

    ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ· ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

    Ἀντιθέτως ἐγώ, σὰν ἐλαία ἀειθαλὴς καὶ γεμάτη καρπόν, εὑρίσκω ἀσφαλὲς καταφύγιον ἐν τῷ οἴκῳ τοῦ Κυρίου, καὶ παραμένω ἀχώριστος ἀπὸ τῆς μετ’ αὐτοῦ ἐπικοινωνίας καὶ ἐνισχύσεως. Ἐστήριξα τὴν ἐλπίδα μου ὄχι εἰς τὸν πλοῦτον καὶ εἰς τὴν ἀνθρωπίνην ἐπιρροήν, ἀλλ' ἐπὶ τοῦ ἐλέους τοῦ Θεοῦ διὰ παντὸς καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας.

  11. 11

    ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα, ὅτι ἐποίησας, καὶ ὑπομενῶ τὸ ὄνομά σου, ὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου.

    Κύριε, θὰ σὲ δοξολογῶ αἰωνίως, διότι ἐποίησας τὰ αἰτήματα τῆς προσευχῆς μου· καὶ εἰς πᾶσαν δυσχερῆ περίστασίν μου μετ' ἐγκαρτερήσεως θὰ ἀναμένω τὴν θείαν παρουσίαν καὶ ἐπέμβασίν σου, διότι ἐκδηλοῦται αὕτη εὐεργετικὴ εἰς τοὺς εἰς σὲ ἀφωσιωμένους δούλους σου.