Ψαλμός 41
- 1
Εἰς τὸ τέλος· εἰς σύνεσιν τοῖς υἱοῖς Κορέ.
- 2
(Μασ. 42) ΟΝ ΤΡΟΠΟΝ ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρός σέ, ὁ Θεός.
Καθὼς ἔλαφος διψασμένη τρέχει μὲ πόθον πολὺν πρὸς τὰς πηγὰς τῶν ὑδάτων, οὕτω καὶ ἡ ψυχή μου, ὦ Θεέ μου, σὲ ἐπιποθεῖ καὶ μὲ ἀχόρταστον δίψαν ἐπιζητεῖ νὰ ἐπικοινωνήσῃ μετὰ σοῦ καὶ νὰ ἀπολαύσῃ τὴν παρηγορίαν σου.
- 3
ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ;
Μὲ δίψαν καὶ ἐπιθυμίαν ἰσχυρὰν ἐπόθησεν ἡ ψυχή μου τὸν Θεόν, ὅστις δὲν εἶναι νεκρὸς ὅπως τὰ εἴδωλα, ἀλλ’ εἶναι ἰσχυρὸς καὶ ζωντανός, καὶ πηγὴ ποὺ χορταίνει καὶ μεταδίδει ζωὴν εἰς τὴν ψυχήν. Πότε ψεύγων ἀπὸ τὸν τόπον αὐτὸν τῆς ἐξορίας καὶ ἀπὸ τὴν χώραν τῶν εἰδώλων θὰ ἀξιωθῶ ἐπιστρέφων εἰς τὴν Ἱερουσαλὴμ νὰ ἔλθω εἰς τὸν ναὸν καὶ νὰ παρουσιασθῶ ἐνώπιον τοῦ Θεοῦ, λαμβάνων μέρος εἰς τὴν λατρείαν αὐτοῦ;
- 4
ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτὸς ἐν τῷ λέγεσθαί μοι καθ᾿ ἑκάστην ἡμέραν· ποῦ ἐστιν ὁ Θεός σου;
Ἔγιναν εἰς ἐμὲ ἄρτος καὶ μόνη τροφή μου νύκτα καὶ ἡμέραν τὰ δάκρυα ποὺ χύνω συνεχῶς, ὅταν ἐν μέσῳ τῆς δυστυχίας μου μοῦ λέγουν μερικοί· Ποὺ εἶναι ὁ Θεός σου; Διατὶ δὲν σπεύδει τώρα εἰς βοήθειάν σου;
- 5
ταῦτα ἐμνήσθην καὶ ἐξέχεα ἐπ᾿ ἐμὲ τὴν ψυχήν μου, ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος.
Ἔφερα εἰς τὴν ἐνθύμησίν μου γλυκείας ἀναμνήσεις τοῦ παρελθόντος, καὶ ἀνεκουφίσθην ἀπὸ τὰς ἐλπίδας καὶ συναισθήματα ποὺ προεκλήθησαν ἀπὸ αὐτὰς καὶ ἐξεχύθησαν ἀπὸ τὰ βάθη τῆς ψυχῆς μου καὶ ἀπὸ τὰς ἀναμνήσεις αὐτὰς τοῦ παρελθόντος παρεκινήθην νὰ ἴδω ἐκ νέου μὲ τὸν νοῦν μου, ὅτι θὰ διέρχωμαι καὶ πάλιν διὰ μέσου τοῦ τόπου τῆς θαυμαστῆς σκηνῆς τοῦ Κυρίου, μέχρι τοῦ οἴκου τοῦ Θεοῦ τοῦ ἀβάτου καὶ ἁγιωτάτου, μὲ τοὺς λοιποὺς προσκυνητὰς ἐν μέσῳ χαρμοσύνων ψαλμωδιῶν καὶ δοξολογιῶν καὶ ἐορταστικοῦ ἐνθουσιασμοῦ.
- 6
ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἱνατί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου.
Διατὶ εἶσαι περίλυπος, ὦ ψυχή μου; Καὶ διατί μὲ τοὺς στεναγμούς σου μὲ συνταράσσεις; Ἔλπισον εἰς τὸν Θεόν, διότι ἀσφαλῶς θὰ ἔλθῃ ἡμέρα, κατὰ τὴν ὁποίαν θὰ τὸν δοξολογήσω εὐγνωμόνως· Αὐτὸν ὁ ὁποῖος εἶναι ἡ σωτηρία τῆς προσωπικότητάς μου καὶ ὁ μόνος Θεὸς ποὺ λατρεύω καὶ προσκυνῶ.
- 7
πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη· διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς ᾿Ιορδάνου καὶ ᾿Ερμωνιείμ, ἀπὸ ὄρους μικροῦ.
Ἀλλὰ συγκρίνουσα τὰς λαμπρὰς ταύτας ἀναμνήσεις πρὸς τὴν θλιβερὰν εἰκόνα τοῦ παρόντος ἡ ψυχή μου μέσα μου ἐταράχθη καὶ πάλιν. Ἵνα λοιπὸν ἐνισχυθῶ, θὰ σὲ ἐνθυμηθῶ, Κύριε, ἀπὸ τὴν περιοχὴν τῶν πηγῶν τοῦ Ἰορδάνου καὶ ἀπὸ τὰς κορυφὰς τοῦ Ἑρμῶν καὶ ἀπὸ τὸ Μικρὸν Ὄρος, ὅπου εἶμαι τώρα ἐξόριστος καὶ φυγάς, ζητῶν παρηγορίαν ἀπὸ τὴν ἀνάμνησίν σου.
- 8
ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταῤῥακτῶν σου, πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ᾿ ἐμὲ διῆλθον.
Εἰς αὐτὸν ἐδῶ τὸν τόπον, ὅπου ὁ Ἰορδάνης ὁρμητικὸς ἐκχύνεται πρὸς τὰ κάτω καὶ αἱ βροχαὶ προσθέτουν διαρκῶς καὶ νέους ὄγκους ὑδάτων εἰς τὸ ρεῦμα του, ἡ μία ἄβυσσος καὶ τεραστία ποσότης τοῦ ὕδατος ἐπιπίπτουσα ἐπὶ τῆς ἄλλης ἀβύσσου φαίνεται σὰν νὰ καλῇ αὐτὴν καὶ νὰ τῆς ὁμιλῇ, διὰ νὰ ἀντηχῇ οὕτω ἡ βοὴ τῶν καταρρακτῶν, ποὺ γίνονται ἀπὸ τὰ συνεχῶς ρεοντα ὕδατά σου· οὕτω καὶ τὰ δεινὰ ἀλλεπάλληλα ἦλθον καὶ ἐμοῦ καὶ σὰν μετεωριζόμενα ὕδατα αἱ δοκιμασίαι τῆς παιδείας σου καὶ σὰν κύματα σφοδρὰ καὶ ὁρμητικὰ ἐπέρασαν ἐπάνω μου.
- 9
ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς ᾠδὴ αὐτῷ παρ᾿ ἐμοί, προσευχὴ τῷ Θεῷ τῆς ζωῆς μου.
Ἀλλὰ καὶ τώρα ὁ Θεὸς θὰ μὲ ἐλεήσῃ. Εἰς κάποιαν ἡμέραν ὄχι μακρυνὴν ὁ Θεὸς θὰ δώσῃ ἐντολὴν εἰς τὸ ἔλεός του νὰ μὲ ἐπισκεφθῇ καὶ κατὰ τὴν ἑπομένην νύκτα ᾠδὴ εὐχαριστιῶν θὰ ἐκχυθῇ ἀπὸ ἐμέ, προσευχὴ δοξολογίας εὐγνώμονος πρὸς τὸν Θεόν, εἰς τὸν ὁποῖον ὀφείλω τὴν ζωήν μου.
- 10
ἐρῶ τῷ Θεῷ· ἀντιλήπτωρ μου εἶ· διατί μου ἐπελάθου; καὶ ἱνατί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου;
Θὰ εἴπω πρὸς τὸν Θεόν· εἶσαι ὁ προστάτης καὶ βοηθός μου· διατὶ μὲ ἐλησμόνησες; Καὶ διατὶ νὰ περνῶ τὰς ἡμέρας μου μὲ σκυθρωπότητα καὶ θλῖψιν, καθ’ ὃν χρόνον μὲ καταπιέζει ὁ ἐχθρός μου μὲ τὰς εἰρωνείας του καὶ τοὺς χλευασμούς του;
- 11
ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου ὠνείδιζόν με οἱ ἐχθροί μου, ἐν τῷ λέγειν αὐτούς μοι καθ᾿ ἑκάστην ἡμέραν· Ποῦ ἐστιν ὁ Θεός σου;
Ἐνῷ τσακίζονται τὰ ὀστᾶ μου καὶ συντρίβονται αἱ δυνάμεις τοῦ σώματός μου ἀπὸ τὴν ταλαιπωρίαν καὶ τὴν ἐγκατάλειψιν, μὲ περιγελοῦν καὶ μὲ ὀνειδίζουν οἱ ἐχθροί μου. Παραλύω ὁλόκληρος, ὅταν αὐτοὶ μοῦ λέγουν καθ’ ἐκάστην ἡμέραν· Ποὺ εἶναι ὁ Θεός σου; Διατί σὲ ἀφῆκεν ἀβοήθητον;
- 12
ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου; καὶ ἱνατί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου.
Διατί εἶσαι βουτηγμένη εἰς τὴν λύπην, ὦ ψυχή μου; Καὶ διατί μὲ συνταράσσεις; Στήριξε τὰς ἐλπίδας σου εἰς τὸν Θεόν, διότι ἀσφαλῶς θὰ ἔλθῃ ἡμέρα, κατὰ τὴν ὁποίαν θὰ εὐχαριστήσω καὶ θὰ δοξολογήσω αὐτόν, ὁ ὁποῖος εἶναι ἡ σωτηρία τῆς προσωπικότητάς μου καὶ ὁ μόνος Θεὸς ποὺ λατρεύω καὶ ἐπικαλοῦμαι.
