Ψαλμός 30
- 1
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ· ἐκστάσεως.
- 2
(Μασ. 31) ΕΠΙ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα· ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με.
Εἰς σέ, Κύριε, ἐστήριξα τὰς ἐλπίδας μου· εἴθε νὰ μὴ ἐντροπιασθῶ ποτὲ διαψευδόμενος εἰς αὐτάς. Ἐν ὀνόματι τῆς δικαιοσύνης σου γλύτωσέ με καὶ ἐλευθέρωσέ με ἀπὸ τοὺς ἀδίκους πειρασμοὺς καὶ κατατρεγμούς μου.
- 3
κλῖνον πρός με τὸ οὖς σου, τάχυνον τοῦ ἐξελέσθαι με· γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με.
Πλησίασε πρὸς ἐμὲ τὸ οὖς σου καὶ ἀκροάσθητί με εὐμενῶς· σπεῦσον γρήγορα νὰ μὲ ἐλευθερώσῃς· γενοῦ δι’ ἐμὲ Θεὸς ὑπερασπιστὴς καὶ οἶκος καταφυγῆς καὶ φρούριον ἀσφαλείας διὰ νὰ μὲ σώσῃς.
- 4
ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἶ σὺ καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με·
Διότι ὀχύρωμά μου κραταιὸν καὶ ἀπρόσβλητον καταφύγιόν μου εἶσαι σύ, καὶ διὰ τὸ εὐσπλαγχνικώτατον καὶ ἀποπνέον ἀγαθότητα ὄνομά σου θὰ μὲ ὁδηγήσῃς ὡς καλὸς ποιμὴν εἰς ἀσφαλεῖς τόπους ζωῆς καὶ θὰ μὲ διαθρέψῃς·
- 5
ἐξάξεις με ἐκ παγίδος ταύτης, ἧς ἔκρυψάν μοι, ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου, Κύριε.
θὰ μὲ ἐξαγάγῃς σῶον καὶ χωρὶς νὰ πάθω τίποτε ἀπὸ αὐτὴν τὴν ἀφανῆ παγίδα, ποὺ μοῦ ἔστησαν κρυφίως οἱ ἐχθροί μου διὰ νὰ μὲ συλλάβουν εἰς αὐτὴν διότι σὺ εἶσαι ὁ ὑπερασπιστής μου, Κύριε.
- 6
εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου· ἐλυτρώσω με, Κύριε ὁ Θεὸς τῆς ἀληθείας.
Εἰς τὴν ἀκαταγώνιστον δύναμιν τῶν χειρῶν σου θὰ ἐμπιστευθῶ τὴν ψυχήν μου· ἡ πεῖρα μου μὲ βεβαιώνει ὅτι δὲν θὰ διαψευσθῶ ἀπὸ τὴν στοργικὴν μέριμνάν σου. Πλειστάκις εἰς τὸ παρελθὸν μὲ ἐλύτρωσες, Κύριε, σὺ ποὺ εἶσαι Θεὸς τῆς ἀληθείας καὶ οὐδέποτε διεψεύσθησαν αἱ ὑποσχέσεις σου, οὐδὲ ἠγάπησας ποτὲ τοὺς λαλοῦντας καὶ λατρεύοντας τὸ ψεῦδος.
- 7
ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διακενῆς· ἐγὼ δὲ ἐπὶ τῷ Κυρίῳ ἤλπισα.
Ἐμίσησας τοὺς μετ’ ἐπιμελείας προσέχοντας καὶ λατρεύοντας τὰς ματαιότητας τῶν εἰδώλων, χωρὶς καμμίαν πραγματικὴν ὠφέλειαν νὰ ἀποκομίζουν ἐξ αὐτῶν. Ἐγὼ ὅμως ἀντιθέτως πρὸς τούτους ἐστήριξα τὰς ἐλπίδας μου εἰς τὸν Κύριον.
- 8
ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου, ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου, ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου
Θὰ σκιρτήσω ἀπὸ ἀγαλλίασιν καὶ θὰ πληρωθῶ ἀπὸ εὐφροσύνην, ὅταν τύχω τοῦ ἐλέους σου. Εἶμαι δὲ βέβαιος, ὅτι θὰ ἐκχύσῃς τοῦτο εἰς ἐμέ. Διότι καὶ εἰς τὸ παρελθὸν πολλάκις ἐπέβλεψες πλήρης οἰκτιρμῶν καὶ συμπαθείας εἰς τὴν ταπείνωσίν μου καὶ ἔσωσας ἀπὸ τοὺς κινδύνους καὶ τὰς ἀνάγκας αὐτῆς τὴν ψυχήν μου.
- 9
καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν, ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου.
Καὶ δὲν ἐπέτρεψες νὰ περικυκλωθῶ καὶ να συλληφθῶ αἰχμάλωτος εἰς χεῖρας τῶν ἐχθρῶν μου. Εἰς τόπον ἀνοικτὸν καὶ εὐρύχωρον, ὥστε νὰ κινοῦμαι ἐν αὐτῷ ἐλευθέρως καὶ ἀσφαλῶς, ἔστησας ἀκλονήτους τοὺς πόδας μου.
- 10
ἐλέησόν με, Κύριε, ὅτι θλίβομαι· ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, ἡ ψυχή μου καὶ ἡ γαστήρ μου.
Ἐλεησόν με, Κύριε, διότι θλίβομαι. Κλαίω συνεχῶς διὰ τὸν κατ’ ἐμοῦ θυμόν σου καὶ ἀπὸ τὰ πολλὰ δάκρυά μου μὲ ἐπόνεσαν καὶ ἐθόλωσαν τὰ μάτια μου. Ἀλλὰ καὶ ἡ ψυχή μου καὶ τὸ σῶμα μου μετὰ τῆς ἀποστρεφομένης τὴν τροφὴν γαστρός μου ἐταράχθησαν καὶ ταῦτα.
- 11
ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς· ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου, καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν.
Διότι κατηναλώθη ἡ ζωή μου ὁλόκληρος μὲ θλίψεις καὶ πόνους, καὶ τὰ ἔτη μου παρῆλθον μὲ στεναγμούς. Λόγῳ τῶν πολλῶν στερήσεων καὶ κακοπαθειῶν μου, ἐκλονίσθη καὶ ἀδυνάτισεν ἡ ρώμη καὶ ἡ δύναμις τοῦ σώματός μου, καὶ τὰ ὀστᾶ μου ἐκλονίσθησαν καὶ κινδυνεύουν νὰ ἐξαρθρωθοῦν. Δὲν ἔχω δύναμιν νὰ περιπατήσω καὶ κινδυνεύω νὰ σωριασθῶ κατὰ γῆς.
- 12
παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος καὶ τοῖς γείτοσί μου σφόδρα, καὶ φόβος τοῖς γνωστοῖς μου· οἱ θεωροῦντες με ἔξω ἔφυγον ἀπ᾿ ἐμοῦ.
Διότι εἰς ὅλους τοὺς ἐχθρούς μου ἔγινα περιγέλως καὶ ἐξουθένημα. Καὶ οἱ γείτονές μου μὲ περιεφρόνησαν καὶ μὲ ὠνείδισαν ὑπερβολικά. Καὶ κατήντησα νὰ προκαλῶ φόβον εἰς τοὺς γνωστούς μου, οἱ ὁποῖοι μὲ ἀποφεύγουν διὰ νὰ μὴ καταδιωχθοῦν καὶ αὐτοί· οἱ ξένοι δέ, ποὺ μὲ βλέπουν ἔξω καὶ μὲ συναντοῦν εἰς τοὺς δρόμους, φεύγουν μακρυὰ ἀπὸ ἐμὲ διὰ νὰ μὴ τοὺς ὑποψιασθοῦν ὡς φίλους μου.
- 13
ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας, ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός.
Ἐλησμονήθην ἀπὸ τὰς καρδίας τῶν φίλων μου, ὡσὰν νὰ ἤμην πεθαμένος, ἔγινα σὰν ἀγγεῖον τεθραυόμενον καὶ ἄχρηστον, τὸ ὁποῖον ἀπορρίπτεται εἰς τοὺς δρόμους.
- 14
ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν· ἐν τῷ ἐπισυναχθῆναι αὐτοὺς ἅμα ἐπ᾿ ἐμὲ τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο.
Ἀλλὰ καὶ εἰς τὴν κατάστασίν μου αὐτὴν δὲν μὲ ἀφήνουν ἥσυχον. Διότι ἤκουσα κατηγορίας καὶ διαβολὰς πολλῶν, οἱ ὁποῖοι κατοικοῦν τριγύρω μου. Ὅταν αὐτοὶ συνήχθησαν εἰς συμβούλιον καὶ σύσκεψιν κατ' ἐμοῦ, ἀπεφάσισαν καὶ ἐμηχανεύθησαν νὰ μοῦ ἀφαιρέσουν τὴν ζωήν.
- 15
ἐγὼ δὲ ἐπὶ σοὶ ἤλπισα, Κύριε, εἶπα· σὺ εἶ ὁ Θεός μου.
Ἀλλ’ ἐνῷ ἐκεῖνοι συνελάμβανον σχέδιον φονικόν, ἐγὼ εἰς σέ, Κύριε, ἐστήριξα τὴν ἐλπίδα μου· εἶπα μετὰ πεποιθήσεως καὶ θάρρους: Σὺ εἶσαι ὁ Θεός μου.
- 16
ἐν ταῖς χερσί σου οἱ κλῆροί μου*· ρῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου καὶ ἐκ τῶν καταδιωκόντων με. (* ῎Αλλη γραφή· οἱ καιροί μου.)
Εἰς τὰς χεῖρας σου εὑρίσκονται αἱ τύχαι μου καὶ σὺ κανονίζεις τί θὰ μοῦ συμβῇ. Σὺ διευθύνεις τὰς ἐν τῷ βίῳ ἑκάστου μεταβολάς. Γλύτωσέ με ἀπὸ τὰς χεῖρας τῶν ἐχθρῶν μου καὶ ἀπὸ αὐτοὺς ποὺ μὲ καταδιώκουν.
- 17
ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου, σῶσόν με ἐν τῷ ἐλέει σου.
Ἐπίλαμψον εὐμενὲς καὶ χαριτόβρυτον τὸ πρόσωπόν σου ἐπ’ ἐμὲ τὸν δοῦλον σου, σῶσον με ἐκχύνων πρὸς ἐμὲ τὸ ἔλεός σου.
- 18
Κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε· αἰσχυνθείησαν οἱ ἀσεβεῖς καὶ καταχθείησαν εἰς ᾅδου.
Κύριε, μὴ ἐπιτρέψῃς ποτὲ νὰ ἐντροπιασθῶ, διότι σὲ καὶ μόνον ἐπεκαλέσθην καὶ εἰς σὲ ἐστήριξα τὰς ἐλπίδας μου. Ἂς ἐντροπιασθοῦν οἱ ἀσεβεῖς καὶ ἂς κατακρημνισθοῦν εἰς τὰ βάθη τοῦ Ἅδου.
- 19
ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει.
Ἂς γίνουν βωβὰ καὶ ἄλαλα τὰ χείλη, ἀπὸ τὰ ὁποῖα βγαίνει δόλος καὶ πονηρία, καὶ τὰ ὁποῖα λαλοῦν κατὰ τοῦ δικαίου ἀδικίαν καὶ παρανομίαν μεθ’ ὑπερηφανείας καὶ θρασύτητος, ποὺ περιφρονεῖ καὶ ἐξουδενώνει τὰ πάντα.
- 20
ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε, ἧς ἔκρυψας τοῖς φοβουμένοις σε, ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων.
Πάρα πολὺ εἶναι τὸ πλῆθος τῆς καλωσύνης σου καὶ τῆς εὐεργετικότητός σου, Κύριε, τὸ ὁποῖον ἔχεις ἀποθησαυρίσει ὡς εἰς ἀπόκρυφον ταμεῖον, ἵνα ἐξ αὐτοῦ ἐν καιρῷ χορηγεῖς εἰς τοὺς φοβουμένους σε. Ὁποῖον πλῆθος ἀγαθῶν ἐπ’ εὐεργεσίᾳ τῶν ἐλπιζόντων εἰς σὲ συνετέλεσας καὶ ἐπραγματοποίησας δημοσίᾳ καὶ ἐνώπιον τῶν ἀνθρώπων τοῦ κόσμου τούτου, διδάσκων καὶ τούτους ποὺ πρέπει νὰ στηρίζουν τὰς ἐλπίδας των.
- 21
κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου ἀπὸ ταραχῆς ἀνθρώπων, σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν.
Θὰ κρύψῃς ἀσφαλῶς τοὺς ἐλπίζοντας εἰς σὲ εἰς ἀπόκρυφον καταφύγιον τῆς θεϊκῆς σου παρουσίας καὶ προστασίας, ὅπου θὰ προφυλαχθοῦν ἀπὸ τὴν ταραχὴν τῶν ἀνθρωπίνων προσβολῶν καὶ ἐπιθέσεων· θὰ τοὺς σκεπάσῃς μέσα εἰς τὴν σκηνὴν τῆς θείας ἐπισκέψεως καὶ προνοίας σου, ὥστε νὰ μὴ θίγωνται ἀπὸ τὰς ἀντιλογίας καὶ συκοφαντίας φαρμακερῶν γλωσσῶν.
- 22
εὐλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς.
Ἂς εἶναι εὐλογημένος ὁ Κύριος, ὁ ὁποῖος κατὰ τρόπον θαυμαστὸν ἐπέδειξε εἰς ἐμὲ τὸ ἔλεος του, καὶ μὲ ἐπεριφρούρησε σὰν εἰς πόλιν τειχογυρισμένην καὶ ἀπόρθητον.
- 23
ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· ἀπέῤῥιμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου. διὰ τοῦτο εἰσήκουσας τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ.
Καὶ ὅμως ἐγὼ εἶχον εἴπει ἐν τῇ παραζάλῃ καὶ μικροψυχία μου: Ἔχω ἀπορριφθῆ μακρὰν τῶν ὀφθαλμῶν σου, ἀπαξιοῖς δὲ καὶ νὰ μὲ βλέπῃς. Σὺ δέ, διὰ νὰ μὲ ἐπαναφέρῃς εἰς ὀρθὰς σκέψεις καὶ διὰ νὰ μὲ διδάξῃς νὰ μὴ δειλιῶ καὶ μικροψυχῶ, εἰσήκουσας τὴν φωνὴν τῆς προσευχῆς μου, ὅταν μὲ κραυγὰς ὀδύνης ἐφώναζον πρὸς σέ.
- 24
ἀγαπήσατε τὸν Κύριον πάντες οἱ ὅσιοι αὐτοῦ, ὅτι ἀληθείας ἐκζητεῖ Κύριος καὶ ἀνταποδίδωσι τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν.
Ἀγαπήσατε μὲ ὅλην τὴν καρδίαν σας τὸν Κύριον ὅλοι οἱ ἀφωσιωμένοι εἰς αὐτόν, διότι ὁ Κύριος ἀρέσκεται εἰς τὴν ἀλήθειαν, καὶ ἀναδεικνύων αὐτὴν ἐν μέσῳ τῶν συκοφαντιῶν καὶ τῶν ψευδολογιῶν τῶν ἀνθρώπων ἀνταποδίδει τὴν πρέπουσαν τιμωρίαν κατ’ ἐκείνων, οἱ ὁποῖοι μετ’ ἀσυγκρατήτου ὑπερηφανείας καὶ μετὰ θρασείας ἀλαζονείας περιφρονοῦν τοὺς ἀσθενεῖς καὶ πτωχοὺς καὶ καταπατοῦν τὸ δίκαιόν των.
- 25
ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.
Ἔχετε πάντοτε ἀνδρεῖον καὶ ἀκατάβλητον φρόνημα καὶ ἂς γίνεται κραταιὰ καὶ ἄφοβος ἡ καρδία σας, ὅλοι ὅσοι ἐλπίζετε εἰς τὸν Κύριον.
