Ψαλμός 141
- 1
Συνέσεως τῷ Δαυΐδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ· προσευχή.
- 2
(Μασ. 142) ΦΩΝῌ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Μὲ ἔντασιν θερμὴν τῶν ψυχικῶν μου δυνάμεων ὕψωσα κραυγὴν ἰσχυρὰν καὶ ἐφάναξα πρὸς τὸν Κύριον, μὲ φωνὴν ἐξερχομένην ἀπὸ τὰ βάθη τῆς καρδίας μου παρεκάλεσα τὸν Κύριον.
- 3
ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Θὰ ἐκχύσω ἐνώπιόν του τὴν δέησίν μου, τὸν πόνον καὶ τὴν θλῖψιν τῆς ψυχῆς μου ἐνώπιόν του θὰ ἀπαγγείλω.
- 4
ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου· ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Καθ’ ἣν ὥραν ἐγὼ λιποψυχῶ καὶ ἐκ τῆς ἀποθαρρύνσεως κινδυνεύει νὰ ἐκλείψῃ τὸ πνεῦμα μου, σὺ ἔχεις πλήρη γνῶσιν περὶ ἐμοῦ καὶ γνωρίζεις μὲ ποίας ἀγωνίας βαδίζω. Εἰς τὸν δρόμον αὐτόν, εἰς τὸν ὁποῖον πορεύομαι, ἔστησαν κρυφίαν παγίδα πρὸς ἐξόντωσίν μου. Διέρχομαι ἐν μέσῳ κινδύνων καὶ ἐπιβουλῶν.
- 5
κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με· ἀπώλετο φυγὴ ἀπ᾿ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Στρέφω τὰ βλέμματά μου πρὸς τὰ δεξιά, ὅπου συνήθως εὑρίσκονται οἱ φιλικῶς διακείμενοι, καὶ ἐξετάζω νὰ εὕρω βοηθόν τινα, ἀλλὰ κανεὶς δὲν ὑπάρχει νὰ μοῦ δώσῃ γνωριμίαν καὶ νὰ μὲ χαιρετήση· ἐχάθη πᾶσα διαφυγὴ ἐκ τοῦ κινδύνου δι’ ἐμέ, δὲν ἔχω ποὺ νὰ καταφύγω καὶ δὲν ὑπάρχει κανεὶς ἐνδιαφερόμενος καὶ φροντίζων διὰ τὴν ζωήν μου.
- 6
ἐκέκραξα πρὸς σέ, Κύριε, εἶπα· σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Ἀπηλπισμένος ἐκ τῆς γῆς ἐφώναξα πρὸς σέ, Κύριε, καὶ εἶπα· σὺ εἶσαι ἡ ἐλπίς μου· εἶσαι ἡ πολύτιμος μερὶς καὶ κληρονομία μου, ὁ ἀτίμητος θησαυρὸς ἐν τῇ γῇ τῶν ζώντων.
- 7
πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα· ρῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
Εὐδόκησον να προσέξῃς τὴν δέησίν μου, διότι ἐκ τῶν συμφορῶν καὶ καταδιώξεων κατεβλήθην καὶ κατέπεσα εἰς μεγάλην ταπείνωσιν· γλύτωσέ με ἀπὸ αὐτοὺς ποὺ μὲ καταδιώκουν, διότι ἔγιναν πολὺ ἰσχυρότεροι ἀπὸ ἐμέ.
- 8
ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου· ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.
Ἐξάγαγε τὴν ψυχήν μου ἀπὸ τὴν φυλακὴν ταύτην, εἰς τὴν ὁποίαν εὑρίσκομαι ἐγκεκλεισμένος, ἵνα ἐλεύθερος καὶ σεσωσμένος δοξολογήσω τὸ ὄνομά σου. Θὰ περιμένουν νὰ μὲ βοηθήσῃς προσευχόμενοι ὑπὲρ ἐμοῦ δίκαιοι πολλοί, ἕως ὅτου μοῦ ἀποδώσῃς τὴν ἀπαλλαγὴν ὡς ἀμοιβὴν τῶν πρὸς σὲ ἐλπίδων μας.
