Ψαλμός 134
- 1
(Μασ. 135) ΑΙΝΕΙΤΕ τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, Κύριον,
Ύμνους καὶ ἐπαίνους ἀναπέμψατε εἰς τὸ ὄνομα τοῦ Κυρίου· αἰνεῖτε σεῖς, οἱ ἱερεῖς καὶ λευῖται, οἱ λειτουργοῖ καὶ δοῦλοι του, τὸν Κύριον,
- 2
οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.
οἱ ὁποῖοι ἵστασθε καὶ ὑπηρετεῖτε εἰς τὸν οἶκον τοῦ Κυρίου, εἰς τὰς αὐλὰς τοῦ οἴκου τοῦ Θεοῦ μας.
- 3
αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος· ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν·
Ὑμνολογεῖτε τὸν Κύριον, διότι ὁ Κύριος εἶναι ἀγαθὸς καὶ τοῦ ἀξίζει κάθε αἶνος καὶ ὕμνος· ψάλατε ὕμνους εἰς τὸ ὄνομα αὐτοῦ, διότι τὸ νὰ ὑμνῇ τις τὸν Κύριον, συνοδεύων τοὺς ὕμνους του μετὰ μουσικῆς ἁρμονίας, εἶναι ὠψέλιμον καὶ τερπνόν.
- 4
ὅτι τὸν ᾿Ιακὼβ ἐξελέξατο ἑαυτῷ ὁ Κύριος, ᾿Ισραὴλ εἰς περιουσιασμὸν ἑαυτῷ.
Ὑμνεῖτε καὶ ψάλατε πρὸς δόξαν του, διότι ὁ Κύριος ἐξέλεξε διὰ τὸν ἑαυτόν του ὡς λαὸν ἰδικόν του τοὺς ἀπογόνους τοῦ Ἰακώβ, τὸν λαὸν Ἰσραὴλ ἐδιάλεξε διὰ νὰ εἶναι πλοῦτος καὶ περιουσία του, ἰδιαιτέρως προνοήσας περὶ αὐτοῦ.
- 5
ὅτι ἐγὼ ἔγνωκα ὅτι μέγας ὁ Κύριος, καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς.
Διότι ἐγὼ ὁ Ἰσραὴλ ἐξ ἰδίας πείρας ἐδιδάχθην καὶ ἔμαθον, ὅτι εἶναι μέγας ὁ Κύριος, καὶ ὁ Κύριος ἡμῶν εἶναι ὑπέρτερος ἀπὸ ὅλους τοὺς ψευδοθεούς.
- 6
πάντα, ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις·
Ὅλα ὅσα ἠθέλησεν ὁ Κύριος τὰ ἐδημιούργησε διὰ μόνου τοῦ βουλήματός του, ὅσα ὑπάρχουν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ καὶ ἐν ταῖς θαλάσσαις καὶ εἰς ὅλας τὰς ἀβύσσους τῶν ὠκεανῶν.
- 7
ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν· ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ,
Αὐτὸς εἶναι ποὺ ὑψώνει τὰς νεφέλας ἀπὸ τὰς ἐσχατιὰς τῆς γῆς, τὰς ἀστραπὰς μετατρέπει εἰς βροχήν, χωρὶς αὔτη οὔτε να θερμαίνεται ἐκ τοῦ πυρὸς τῶν ἀστραπῶν, οὔτε νὰ κατασβήνῃ τοῦτο. Αὐτὸς ἐξάγει τοὺς ἀσυγκρατήτους ἀνέμους ἀπὸ τὰ θησαυροφυλάκιά του, ὅπου τοὺς κρατεῖ ἐγκεκλεισμένους, κατὰ βούλησιν ἐξαπολύων αὐτούς.
- 8
ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους.
Αὐτὸς εἶναι ποὺ ἐπάταξε διὰ θανάτου τὰ πρωτότοκα τῆς Αἰγύπτου, ἀπὸ τὰ πρωτότοκα τοῦ ἀνθρώπου μέχρι τῶν πρωτοτόκων τοῦ κτήνους.
- 9
ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε, ἐν Φαραὼ καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ.
Ἐξαπέστειλε σημεῖα καὶ καταπληκτικὰ θαύματα εἰς τὸ μέσον σου, ὦ Αἴγυπτε, εἰς τὸν Φαραὼ καὶ εἰς ὅλους τοὺς δούλους του.
- 10
ὃς ἐπάταξεν ἔθνη πολλὰ καὶ ἀπέκτεινε βασιλεῖς κραταιούς.
Αὐτὸς εἶναι ὁ ὁποῖος ἐπάταξεν ἔθνη εἰδωλολατρικὰ πολλὰ καὶ παρέδωκεν εἰς θάνατον βασιλεῖς ἰσχυρούς,
- 11
τὸν Σηὼν βασιλέα τῶν ᾿Αμορραίων καὶ τὸν ῍Ωγ βασιλέα τῆς Βασὰν καὶ πάσας τὰς βασιλείας Χαναάν,
τὸν Σηὼν βασιλέα τῶν Ἀμορραίων καὶ τὸν Ὢγ βασιλέα τῆς Βασάν, οἱ ὁποῖοι πρῶτοι ἀντεστάθησαν πρὸς τοὺς Ἰσραηλίτας, καθὼς καὶ εἴκοσι ἑπτὰ ἄλλους βασιλεῖς, οἵτινες κατεῖχον τοὺς θρόνους ὅλων τῶν βασιλείων τῆς Χαναάν.
- 12
καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονομίαν, κληρονομίαν ᾿Ισραὴλ λαῷ αὐτοῦ.
Καὶ ἔδωκε τὴν χώραν αὐτῶν κληρονομίαν, κληρονομίαν εἰς τὸν λαὸν τοῦ Ἰσραήλ.
- 13
Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν.
Κύριε, τὸ ὄνομά σου μένει ἔνδοξον καὶ ἀλησμόνητον εἰς τὸν αἰῶνα, καὶ σὺ μετὰ τῶν θαυμαστῶν ἔργων τῆς Προνοίας καὶ δυνάμεώς σου θὰ μνημονεύεσαι εὐλαβῶς καὶ λατρευτικῶς ἀπὸ τῆς μιᾶς γενεᾶς εἰς τὴν ἄλλην αἰωνίως.
- 14
ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται.
Διότι θὰ κρίνῃ καὶ θὰ διεκδικήσῃ ὁ Κύριος τὰ δίκαια τοῦ λαοῦ του, καὶ διὰ τὰς παρεκτροπὰς τῶν δούλων του θὰ καταπραϋνθῇ καὶ θὰ ἐπικαμφθῇ εἰς τὰς δεήσεις των.
- 15
τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων·
Ἀντιθέτως τὰ εἴδωλα, ποὺ λατρεύουν οἱ ἐθνικοί, εἶναι ἀργυρᾶ καὶ χρυσᾶ, μέταλλα ἄψυχα τὰ ὁποῖα κατειργάσθησαν καὶ προσέδωσαν εἰς αὐτὰ τὴν μορφὴν τοῦ εἰδώλου ἀνθρώπιναι χεῖρες.
- 16
στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται,
Στόμα ἔχουν, ἀλλὰ δὲν θὰ ὁμιλήσουν ποτέ, μάτια ἔχουν, ἀλλὰ δὲν θὰ ἴδουν ποτέ.
- 17
ὦτα ἔχουσι καὶ οὐκ ἐνωτισθήσονται, οὐδὲ γάρ ἐστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν.
Ἔχουν αὐτιά, ἀλλὰ ποτὲ δὲν θὰ ἀκούσουν, διότι οὔτε πνοὴ ὑπάρχει εἰς τὸ στόμα των.
- 18
ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτοῖς.
Ὅμοιοι πρὸς τοὺς ἀψύχους τούτους καὶ ἀναισθήτους θεοὺς εἴθε νὰ γίνουν καὶ ὅλοι ὅσοι κατασκευάζουν τὰ εἴδωλα ταῦτα καὶ ὅλοι ὅσοι στηρίζουν τὴν ἐλπίδα καὶ πεποίθησίν των εἰς ταῦτα.
- 19
οἶκος ᾿Ισραήλ, εὐλογήσατε τὸν Κύριον· οἶκος ᾿Ααρών, εὐλογήσατε τὸν Κύριον.
Σὺ ὅμως, ὦ γένος τοῦ Ἰσραήλ, δοξολογήσατε τὸν Κύριον· ὁ οἶκος καὶ οἱ ἀπόγονοι τοῦ Ἀαρών, τὸ γένος τὸ ἱερατικόν, δοξολογήσατε τὸν Κύριον.
- 20
οἶκος Λευΐ, εὐλογήσατε τὸν Κύριον· οἱ φοβούμενοι τὸν Κύριον, εὐλογήσατε τὸν Κύριον,
Ὁ οἶκος τοῦ Λευΐ, ἡ φυλὴ ἡ ὑπηρετοῦσα ἐν τῷ ναῷ, δοξολογήσατε τὸν Κύριον· ὅσοι φοβεῖσθε τὸν Κύριον, δοξολογήσατε τὸν Κύριον.
- 21
εὐλογητὸς Κύριος ἐκ Σιών, ὁ κατοικῶν ῾Ιερουσαλήμ.
Ἂς εἶναι δοξασμένος ὁ Κύριος ἀπὸ τὴν Σιών, ὁ ὁποῖος κατοικεῖ ἐν Ἱερουσαλὴμ καὶ ἐν αὐτῇ ἔχει τὸ κέντρον τῆς λατρείας του, ἥτις θὰ διαδοθῇ βαθμηδὸν εἰς ὁλόκληρον τὸν κόσμον.
