Ωσηέ, κεφάλαιο 3
- 1
ΚΑΙ εἶπε Κύριος πρός με· ἔτι πορεύθητι καὶ ἀγάπησον γυναῖκα ἀγαπῶσαν πονηρὰ καὶ μοιχαλίν, καθὼς ἀγαπᾷ ὁ Θεὸς τοὺς υἱοὺς ᾿Ισραὴλ καὶ αὐτοὶ ἀποβλέπουσιν ἐπὶ θεοὺς ἀλλοτρίους καὶ φιλοῦσι πέμματα μετὰ σταφίδων.
Τότε ὁ Κύριος μοῦ εἶπε: «Πήγαινε πάλιν καὶ ἀγάπησε γυναῖκα, ἡ ὁποία ζῇ εἰς τὴν ἁμαρτίαν μὲ ἄλλον ἄνδρα, γυναῖκα μοιχαλίδα· ἀγάπησέ την, ὅπως ἀγαπᾷ ὁ Θεὸς τοὺς Ἰσραηλίτες, παρ’ ὅλον ὅτι αὐτοὶ στρέφονται πρὸς θεοὺς ξένους καὶ ἀγαποῦν τὰ εἰδωλολατρικὰ γλυκίσματα, τὶς σταφιδίσιες πίττες».
- 2
καὶ ἐμισθωσάμην ἐμαυτῷ πεντεκαίδεκα ἀργυρίου καὶ γομὸρ κριθῶν καὶ νέβελ οἴνου
Καὶ ἐγὼ ἔκαμα, ὅπως μοῦ εἶπεν ὁ Κύριος. Ἐμίσθωσα τὴν γυναῖκα αὐτὴν διὰ τὸν ἑαυτόν μου ἀντὶ δεκαπέντε ἀργυρῶν σίκλων, ἑνὸς γομὸρ κριθαριοῦ καὶ ἑνὸς ἀσκοῦ κρασιοῦ.
- 3
καὶ εἶπα πρὸς αὐτήν· ἡμέρας πολλὰς καθήσῃ ἐπ᾿ ἐμοὶ καὶ οὐ μὴ πορνεύσῃς, οὐδὲ μὴ γένῃ ἀνδρὶ ἑτέρῳ, καὶ ἐγὼ ἐπὶ σοί.
Καὶ εἶπα πρὸς αὐτήν: «Θὰ μείνῃς κοντά μου καὶ θὰ μὲ περιμένῃς ἐπὶ πολλὲς ἡμέρες· κατὰ τὸ διάστημα αὐτὸ τῆς δοκιμασίας δὲν θὰ πέσῃς εἰς πορνείαν, οὔτε θὰ συνευρεθῇς μὲ ἄλλον ἄνδρα καὶ κατόπιν θὰ γίνῃς ἰδική μου σύζυγος».
- 4
διότι ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ ᾿Ισραὴλ οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος οὐδὲ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστηρίου οὐδὲ ἱερατείας οὐδὲ δήλων.
Διότι οἱ Ἰσραηλῖται θὰ διανύσουν πολὺν χρόνον χωρὶς βασιλιᾶ καὶ χωρὶς ἄρχοντα, χωρὶς θυσίαν καὶ χωρὶς θυσιαστήριον, χωρὶς ἱερατεῖον καὶ χωρὶς τὸ ἐφώδ, τὸ ἱερατικὸν ἄμφιον τοῦ ἀρχιερέως, διὰ τοῦ ὁποίου ἀποκαλύπτεται τὸ θέλημα τοῦ Θεοῦ.
- 5
καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν καὶ Δαυὶδ τὸν βασιλέα αὐτῶν· καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν.
Ἀλλ' ἔπειτα ἀπὸ αὐτὰ οἱ Ἰσραηλῖται θὰ ἐπιστρέφουν καὶ θὰ ἀναζητήσουν πάλιν Κύριον τὸν Θεόν των καὶ τὸν ἀπόγονον τοῦ Δαβίδ, τοῦ βασιλιᾶ των, δηλαδὴ τὸν Μεσσίαν. Καὶ οἱ Ἰσραηλῖται θὰ ἐκπλήττονται, θὰ συγκλονίζωνται καὶ θὰ θαυμάζουν διὰ τὴν ἐμφάνισιν τοῦ Κυρίου καὶ τὰ πλούσια ἀγαθά του κατὰ τὶς ἡμέρες, ποὺ θὰ τελειώσῃ ἡ παλαιὰ ἐποχὴ καὶ θὰ ἀρχίσῃ ἡ νέα, ἡ ἐποχὴ τοῦ Μεσσία.
