Λευιτικόν, κεφάλαιο 12
- 1
ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
Καὶ ἐλάλησεν ὁ Κύριος πρὸς τὸν Μωυσὴν καὶ εἶπε:
- 2
λάλησον τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· γυνή, ἥτις ἐὰν σπερματισθῇ καὶ τέκῃ ἄρσεν, καὶ ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας, κατὰ τὰς ἡμέρας τοῦ χωρισμοῦ τῆς ἀφέδρου αὐτῆς, ἀκάθαρτος ἔσται·
«Νὰ ὁμιλήσῃς εἰς τοὺς Ἰσραηλίτας καὶ νὰ τοὺς εἰπῇς τὰ ἑξῆς: Ἡ γυναῖκα, ποὺ θὰ μείνῃ ἔγκυος καὶ θὰ γεννήσῃ ἀγόρι, θὰ εἶναι ἀκάθαρτος ἐπὶ ἑπτὰ ἡμέρας, ὅσας εἶναι ἀκάθαρτος καὶ ὅταν εὑρίσκεται εἰς τὰς ἡμέρας τῆς ἐμμήνου ρύσεώς της.
- 3
καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ περιτεμεῖ τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ·
Κατὰ δὲ τὴν ὀγδόην ἡμέραν μετὰ τὸν τοκετὸν θὰ κάμῃ τὴν περιτομὴν τῆς ἀκροβυστίας τοῦ υἱοῦ της.
- 4
καὶ τριάκοντα καὶ τρεῖς ἡμέρας καθήσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς, παντὸς ἁγίου οὐχ ἅψεται καὶ εἰς τὸ ἁγιαστήριον οὐκ εἰσελεύσεται, ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς.
Ἐν συνεχείᾳ δὲ καὶ ἐπὶ ἄλλας τριάντα τρεῖς ἡμέρας θὰ παραμένῃ με τὸ ἀκάθαρτον αἷμα της. Δὲν θὰ ἐγγίσῃ κανένα ἅγιον πρᾶγμα ἢ πρόσωπον καὶ δὲν θὰ εἰσέλθῃ εἰς τὸν τόπον τῆς λατρείας τοῦ Θεοῦ, ἕως ὅτου συμπληρωθοῦν αἱ ὡρισμέναι ἡμέραι τῆς καθάρσεώς της.
- 5
ἐὰν δὲ θῆλυ τέκῃ, καὶ ἀκάθαρτος ἔσται δὶς ἑπτὰ ἡμέρας, κατὰ τὴν ἄφεδρον αὐτῆς· καὶ ἑξήκοντα ἡμέρας καὶ ἓξ καθεσθήσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς.
Ἐὰν δὲ γεννήσῃ κορίτσι, θὰ εἶναι ἀκάθαρτος ἐπὶ δεκατέσσαρας ἡμέρας, ὅπως εἶναι ἀκάθαρτος καὶ κατὰ τὴν ἔμμηνον ρῦσιν της. Θὰ παραμένῃ δὲ ἐν συνεχείᾳ μὲ τὸ ἀκάθαρτον αἷμα της ἀκόμη ἑξῆντα ἕξι ἡμέρας.
- 6
καὶ ὅταν ἀναπληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς ἐφ᾿ υἱῷ ἢ ἐπὶ θυγατρί, προσοίσει ἀμνὸν ἐνιαύσιον ἄμωμον, εἰς ὁλοκαύτωμα, καὶ νεοσσὸν περιστερᾶς ἢ τρυγόνα περὶ ἁμαρτίας ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα,
Καὶ μόλις συμπληρωθοῦν αἱ ἡμέραι τῆς καθάρσεώς της, ποὺ εἶναι ὡρισμέναι διὰ γέννησιν υἱοῦ ἢ κόρης, θὰ προσφέρῃ εἰς τὴν θύραν τῆς Σκηνῆς τοῦ Μαρτυρίου πρὸς τὸν ἱερέα ἀρνὶ ἑνὸς ἔτους, χωρὶς κανένα σωματικὸν ἐλάττωμα διὰ θυσίαν ὁλοκαυτώσεως καὶ νεογέννητο περιστέρι ἢ τρυγόνι διὰ θυσίαν ἐξιλεώσεως ἁμαρτίας.
- 7
καὶ προσοίσει αὐτὸν ἔναντι Κυρίου καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεύς καὶ καθαριεῖ αὐτὴν ἀπὸ τῆς πηγῆς τοῦ αἵματος αὐτῆς. οὗτος ὁ νόμος τῆς τικτούσης ἄρσεν ἢ θῆλυ.
Ὁ δὲ ἱερεὺς θὰ προσφέρῃ τὴν θυσίαν ἐνώπιον Κυρίου καὶ θὰ τὴν ἐξιλεώσῃ ἀπὸ κάθε ἁμαρτίαν καὶ θὰ τὴν καθαρίσῃ ἀπὸ τὴν ρῦσιν τοῦ αἵματός της. Αὐτὸς εἶναι ὁ νόμος τοῦ ἑξαγνισμοῦ τῆς λεχῶνας, ποὺ ἐγέννησεν υἱὸν ἢ θυγατέρα.
- 8
ἐὰν δὲ μὴ εὑρίσκῃ ἡ χεὶρ αὐτῆς τὸ ἱκανὸν εἰς ἀμνόν, καὶ λήψεται δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν, μίαν εἰς ὁλοκαύτωμα καὶ μίαν περὶ ἁμαρτίας, καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεύς, καὶ καθαρισθήσεται.
Ἐὰν ὅμως ἡ λεχῶνα εἶναι πτωχὴ καὶ δὲν ἔχῃ τὴν εὐχέρειαν νὰ ἀγοράσῃ ἀρνὶ θὰ πάρῃ δύο τρυγόνια ἢ δύο νεογέννητα περιστέρια, ἕνα διὰ θυσίαν ὁλοκαυτώματος καὶ ἕνα διὰ θυσίαν περὶ ἁμαρτίας, καὶ θὰ προσφέρῃ ὁ ἱερεὺς τὴν θυσίαν ἐξιλεώσεως ὑπὲρ αὐτῆς καὶ ἔτσι θὰ καθαρισθῇ».
