Κριταί, κεφάλαιο 19
- 1
ΚΑΙ ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν ᾿Ισραήλ· καὶ ἐγένετο ἀνὴρ Λευίτης παροικῶν ἐν μηροῖς ὄρους ᾿Εφραὶμ καὶ ἔλαβεν αὐτῷ γυναῖκα παλλακὴν ἀπὸ Βηθλεὲμ ᾿Ιούδα.
Κατὰ τὶς ἡμέρες ἐκεῖνες δὲν ὑπῆρχε βασιλιᾶς εἰς τὸν Ἰσραηλιτικὸν λαόν, συνέβη δὲ τοῦτο: Ὑπῆρχε τότε ἕνας Λευΐτης, ὁ ὁποῖος διέμενε ὡς ξένος εἰς τὶς ἀπομακρυσμένες βουνοπλαγιὲς τῆς ὀρεινῆς περιοχῆς (τῆς φυλῆς) τοῦ Ἐφραίμ. Ὁ Λευΐτης αὐτὸς ἐπῆρε ὡς σύζυγον μίαν παλλακίδα (σύζυγον δευτέρας τάξεως), μίαν γυναῖκα ἀπὸ τὴν πόλιν Βηθλεὲμ τῆς φυλῆς τοῦ Ἰούδα.
- 2
καὶ ἐπορεύθη ἀπ᾿ αὐτοῦ ἡ παλλακὴ αὐτοῦ καὶ ἀπῆλθε παρ᾿ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτῆς εἰς Βηθλεὲμ ᾿Ιούδα καὶ ἦν ἐκεῖ ἡμέρας μηνῶν τεσσάρων.
Ἡ γυναῖκα ὅμως αὐτὴ τὸν ἐγκατέλειψεν, ἔφυγεν ἀπὸ κοντὰ τοῦ καὶ ἐπῆγε εἰς τὸ πατρικόν της σπίτι, εἰς τὴν Βηθλεὲμ τῆς φυλῆς τοῦ Ἰούδα καὶ ἔμεινεν ἐκεῖ ἐπὶ τέσσερις ὁλοκλήρους μῆνες.
- 3
καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς καὶ ἐπορεύθη ὀπίσω αὐτῆς τοῦ λαλῆσαι ἐπὶ καρδίαν αὐτῆς τοῦ ἐπιστρέψαι αὐτὴν αὐτῷ, καὶ νεανίας αὐτοῦ μετ᾿ αὐτοῦ καὶ ζεῦγος ὄνων· ἡ δὲ εἰσήνεγκεν αὐτὸν εἰς οἶκον πατρὸς αὐτῆς, καὶ εἶδεν αὐτὸν ὁ πατὴρ τῆς νεάνιδος καὶ ηὐφράνθη εἰς συνάντησιν αὐτοῦ.
Κατόπιν ὁ σύζυγός της ἀπεφάσισε καὶ ἐπῆγε πρὸς αὐτήν, διὰ νὰ τῆς ὁμιλήσῃ φιλικά, μὲ καλωσύνην, ἀγάπην καὶ τρυφερότητα καὶ νὰ προσπαθήσῃ νὰ τὴν πείσῃ νὰ ἐπιστρέψῃ κοντά του. (Ὁ Λευΐτης) ἐπῆρε μαζί του καὶ τὸν ὑπηρέτην του καὶ δύο ὄνους. Ἡ σύζυγός του, ὅταν τὸν εἶδε, τὸν ὠδήγησε μέσα εἰς τὸ πατρικόν της σπίτι, μόλις δὲ ὁ πατέρας τοῦ νεαροῦ κοριτσιοῦ εἶδε τὸν Λευΐτην, ἐχάρη καὶ τὸν ὑπεδέχθη μὲ θερμότητα.
- 4
καὶ κατέσχεν αὐτὸν ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος καὶ ἐκάθισε μετ᾿ αὐτοῦ ἐπὶ τρεῖς ἡμέρας, καὶ ἔφαγον καὶ ἔπιον καὶ ηὐλίσθησαν ἐκεῖ.
Καὶ ὁ πενθερὸς τοῦ Λευΐτου, ὁ πατέρας τοῦ νεαροῦ κοριτσιοῦ, ἐκράτησε τὸν Λευΐτην καὶ αὐτὸς ἔμεινε μαζί του ἐπὶ τρεῖς ἡμέρες. Καὶ ὁ Λευΐτης συνέφαγε καὶ ἤπιε μαζὶ καὶ διενυκτέρευσε (παρέμεινεν) ἐκεῖ.
- 5
καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ ὤρθρισαν τὸ πρωΐ καὶ ἀνέστη τοῦ πορευθῆναι· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν νυμφίον αὐτοῦ· στήρισον τὴν καρδίαν σου ψωμῷ ἄρτου, καὶ μετὰ τοῦτο πορεύσεσθε.
Κατὰ τὴν τετάρτην ἡμέραν ἐσηκώθησαν πολὺ πρωῒ καί (ὁ Λευΐτης) ἐτοιμάσθη νὰ ἀναχωρήσῃ. Ἀλλ' ὁ πατέρας τοῦ νεαροῦ κοριτσιοῦ εἶπεν εἰς τὸν γαμβρόν του: «Ἐνίσχυσε τὸ σῶμα σου μὲ ἕνα κομμάτι ψωμὶ καὶ μετὰ ἀπὸ αὐτὴν τὴν τόνωσιν ἀναχωρεῖτε διὰ τὸ ταξίδι σας».
- 6
καὶ ἐκάθισαν καὶ ἔφαγον οἱ δύο ἐπὶ τὸ αὐτὸ καὶ ἔπιον· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν ἄνδρα· ἄγε δὴ αὐλίσθητι, καὶ ἀγαθυνθήσεται ἡ καρδία σου.
Ἔτσι ἐκάθισαν καὶ ἔφαγαν καὶ οἱ δύο μαζὶ καὶ ἤπιαν. Τότε ὁ πατέρας τοῦ νεαροῦ κοριτσιοῦ εἶπεν εἰς τὸν ἄνδρα: «Σὲ παρακαλῶ, διανυκτέρευσε τώρα καὶ θὰ εὐχαριστηθῇ ἡ ψυχή σου.
- 7
καὶ ἀνέστη ὁ ἀνὴρ τοῦ πορεύεσθαι αὐτός· καὶ ἐβιάσατο αὐτὸν ὁ γαμβρὸς αὐτοῦ, καὶ ἐκάθισε καὶ ηὐλίσθη ἐκεῖ.
Ὁ Λευίτης ἔμεινε καὶ τὸ πρωῒ ἐσηκώθη διὰ να ἀναχωρήσῃ. Ὁ πενθερός του ὅμως τὸν παρεκάλεσεν ἐπιμόνως καὶ αὐτὸς ὑπεχώρησε πάλιν καὶ ἔμεινε καὶ διανυκτέρευσε ἄλλην μίαν νύκτα ἐκεῖ.
- 8
καὶ ὤρθρισε τὸ πρωΐ τῇ ἡμέρᾳ τῇ πέμπτῃ τοῦ πορευθῆναι· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος· στήρισον δὴ τὴν καρδίαν σου καὶ στράτευσον ἕως κλῖναι τὴν ἡμέραν· καὶ ἔφαγον οἱ δύο.
Τὴν δέ (ἑπομένην) πέμπτην ἡμέραν ἐσηκώθη πολὺ πρωῒ καὶ ἐτοιμάσθη δι' ἀναχώρησιν. Ἀλλ' ὁ πατέρας τοῦ νεαροῦ κοριτσιοῦ εἶπε: «Σὲ παρακαλῶ, ἐνίσχυσε τὸ σῶμά σου (μὲ ὀλίγον φαγητόν) καὶ ἀνάβαλε τὴν ἀναχώρησίν σου μέχρι τὸ ἀπόγευμα, πρὸς τὴν δύσιν τοῦ ἡλίου». Ἔτσι παρέμεινεν ὁ Λευΐτης καὶ ἔφαγαν (πάλιν) μαζὶ καὶ οἱ δύο.
- 9
καὶ ἀνέστη ὁ ἀνὴρ τοῦ πορευθῆναι, αὐτὸς καὶ ἡ παλλακὴ αὐτοῦ καὶ ὁ νεανίας αὐτοῦ· καὶ εἶπεν αὐτῷ ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος· ἰδοὺ δὴ ἠσθένησενἡμέρα εἰς τὴν ἑσπέραν· αὐλίσθητι ὧδε, καὶ ἀγαθυνθήσεται ἡ καρδία σου, καὶ ὀρθριεῖτε αὔριον εἰς ὁδὸν ὑμῶν καὶ πορεύσῃ εἰς τὸ σκήνωμά σου.
Καὶ τότε ἐσηκώθη ὁ Λευΐτης καὶ ἐτοιμάσθη δι' ἀναχώρησιν· αὐτὸς καὶ ἡ παλλακίδα του (σύζυγος δευτέρας τάξεως) καὶ ὁ ὑπηρέτης του. Ἀλλ’ ὁ πενθερός του, ὁ πατέρας τοῦ νεαροῦ κοριτσιοῦ τοῦ εἶπε: «Κύτταξε, νά· ἡ ἡμέρα ἐπροχώρησε καὶ πλησιάζει νὰ βραδιάσῃ διανυκτέρευσε ἐδῶ καὶ θὰ εὐχαριστηθῇ ἡ ψυχή σου· αὔριον δὲ σηκώνεσθε πολὺ πρωῒ διὰ τὸ ταξίδι σας καὶ ἀναχωρεῖτε διὰ τὸ σπίτι σου».
- 10
καὶ οὐκ εὐδόκησεν ὁ ἀνὴρ αὐλισθῆναι καὶ ἀνέστη καὶ ἀπῆλθε καὶ ἦλθεν ἕως ἀπέναντι ᾿Ιεβοὺς (αὕτη ἐστὶν ῾Ιερουσαλήμ), καὶ μετ᾿ αὐτοῦ ζεῦγος ὄνων ἐπισεσαγμένων, καὶ ἡ παλλακὴ αὐτοῦ μετ᾿ αὐτοῦ.
Ἀλλὰ ὁ Λευΐτης δὲν ἐσυμφώνησε νὰ διανυκτερεύσῃ (πάλιν ἐκεῖ), δι' αὐτὸ ἐσηκώθη, ἐτοιμάσθη καὶ ἀνεχώρησε καὶ ἔφθασε ἀπέναντι ἀπὸ τὴν πόλιν Ἰεβούς (αὐτὴ εἶναι ἡ Ἱερουσαλήμ)· μαζί του εἶχε δύο ὄνους σαμαρωμένους, ἐπίσης δὲ καὶ τὴν δευτέρας τάξεως σύζυγόν του.
- 11
καὶ ἤλθοσαν ἕως ᾿Ιεβούς, καὶ ἡ ἡμέρα προβεβήκει σφόδρα· καὶ εἶπεν ὁ νεανίας πρὸς τὸν κύριον αὐτοῦ· δεῦρο δὴ καὶ ἐκκλίνωμεν εἰς πόλιν τοῦ ᾿Ιεβουσὶ ταύτην καὶ αὐλισθῶμεν ἐν αὐτῇ.
Ὅταν δὲ ἔφθασαν μέχρι τῆς Ἰεβούς, ἡ ἡμέρα εἶχε προχωρήσει πολύ. Τότε ὁ ὑπηρέτης εἶπεν εἰς τὸν κύριόν του: «Ἐλα, σὲ παρακαλῶ, νὰ λοξοδρομήσωμεν, νὰ κατευθυνθῶμεν εἰς τὴν πόλιν αὐτὴν τῶν Ἰεβουσαίων (-τὴν Ἱερουσαλήμ) καὶ νὰ διανυκτερεύσωμεν εἰς αὐτήν».
- 12
καὶ εἶπε πρὸς αὐτὸν ὁ κύριος αὐτοῦ· οὐκ ἐκκλινοῦμεν εἰς πόλιν ἀλλοτρίαν, ἐν ᾗ οὐκ ἔστιν ἀπὸ υἱῶν ᾿Ισραὴλ ὧδε, καὶ παρελευσόμεθα ἕως Γαβαά.
Ὁ κύριός του ὅμως (ὁ Λευΐτης) τοῦ εἶπε: «Δὲν θὰ λοξοδρομήσωμεν καὶ δὲν θὰ κατευθυνθῶμεν διὰ νὰ διανυκτερεύσωμεν εἰς ξένην πόλιν, εἰς τὴν ὁποίαν δὲν ὑπάρχει κανένας Ἰσραηλίτης· θὰ τὴν προσπεράσωμεν καὶ θὰ φθάσωμεν μέχρι τὴν πόλιν Γαβαά».
- 13
καὶ εἶπε τῷ νεανίᾳ αὐτοῦ· δεῦρο καὶ ἐγγίσωμεν ἑνὶ τῶν τόπων καὶ αὐλισθησόμεθα ἐν Γαβαὰ ἢ ἐν Ραμά.
Ὁ Λευΐτης ἐπρόσθεσε ἀκόμη εἰς τὸν ὑπηρέτην του: Ἐμπρός, ἂς προχωρήσωμην διὰ νὰ πλησιάσωμεν καὶ διανυκτερεύσωμεν εἰς μίαν ἀπὸ τὶς πόλεις Γαβαὰ ἢ Ραμάν.
- 14
καὶ παρῆλθον καὶ ἐπορεύθησαν, καὶ ἔδυ αὐτοῖς ὁ ἥλιος ἐχόμενα τῆς Γαβαά, ἥ ἐστι τῷ Βενιαμίν.
Ἔτσι ἐπροσπέρασαν τὴν Ἰεβούς, ἐπροχώρησαν καὶ συνέχισαν τὸν δρόμον των. Καὶ ὁ ἥλιος ἕδυσεν, ὅταν ἐπλησίασαν εἰς τὴν Γαβαά, ἡ ὁποία ἀνήκει εἰς τὴν περιοχὴν τῆς φυλῆς Βενιαμίν.
- 15
καὶ ἐξέκλιναν ἐκεῖ τοῦ εἰσελθεῖν αὐλισθῆναι ἐν Γαβαά· καὶ εἰσῆλθον καὶ ἐκάθισαν ἐν τῇ πλατείᾳ τῆς πόλεως, καὶ οὐκ ἦν ἀνὴρ συνάγων αὐτοὺς εἰς οἰκίαν αὐλισθῆναι.
Καὶ ἐστράφησαν πρὸς τὰ ἐκεῖ διὰ νὰ μποῦν καὶ διανυκτερεύσουν εἰς τὴν Γαβαά. Ἐμπῆκαν (εἰς τὴν πόλιν) καὶ ἐκάθισαν εἰς τὴν πλατεῖαν τῆς πόλεως, ἀλλὰ κανεὶς ἀπὸ τοὺς ἄνδρες τῆς πόλεως δὲν προσεφέρθη νὰ τοὺς φιλοξενήσῃ εἰς τὸ σπίτι του, διὰ νὰ διανυκτερεύσουν κοντά του.
- 16
καὶ ἰδοὺ ἀνὴρ πρεσβύτης ἤρχετο ἐξ ἔργων αὐτοῦ ἐξ ἀγροῦ ἐν ἑσπέρᾳ· καὶ ὁ ἀνὴρ ἦν ἐξ ὄρους ᾿Εφραίμ, καὶ αὐτὸς παρῴκει ἐν Γαβαά, καὶ οἱ ἄνδρες τοῦ τόπου υἱοὶ Βενιαμίν.
Καὶ ἐνῷ ἦσαν ἐκεῖ, νά· ἕνας γέροντας ἐπέστρεφε τὸ ἑσπέρας ἀπὸ τὴν ἐργασίαν εἰς τὸ χωράφι του· ὁ ἄνδρας αὐτὸς κατήγετο ἀπὸ τὴν ὀρεινὴν περιοχὴν τοῦ Ἐφραίμ, ἀλλὰ διέμενε ὡς ξένος εἰς τὴν Γαβαά· οἱ ἄλλοι ὅμως ἄνδρες (κάτοικοι) τῆς πόλεως ἀνῆκαν εἰς τὴν φυλὴν τοῦ Βενιαμίν.
- 17
καὶ ᾖρε τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε τὸν ὁδοιπόρον ἄνδρα ἐν τῇ πλατείᾳ τῆς πόλεως· καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης· ποῦ πορεύῃ καὶ πόθεν ἔρχῃ;
Ὁ γέροντας ἐσήκωσε τὰ μάτια του καὶ εἶδε τὸν ὁδοιπόρον ἐκεῖνον ἄνδρα (τὸν Λευίτην) εἰς τὴν πλατεῖαν τῆς πόλεως. Καὶ ὁ γέροντας ἐρώτησε τὸν ταξιδιώτην: «Ποὺ πηγαίνεις καὶ ἀπὸ ποὺ ἔρχεσαι;»
- 18
καὶ εἶπεν πρὸς αὐτόν· παραπορευόμεθα ἡμεῖς ἀπὸ Βηθλεὲμ ᾿Ιούδα ἕως μηρῶν ὄρους ᾿Εφραίμ· ἐκεῖθεν ἐγώ εἰμι καὶ ἐπορεύθην ἕως Βηθλεὲμ ᾿Ιούδα, καὶ εἰς τὸν οἶκόν μου ἐγὼ πορεύομαι, καὶ οὐκ ἔστιν ἀνὴρ συνάγων με εἰς τὴν οἰκίαν·
Ὁ Λευΐτης τοῦ ἀπάντησε: «Ἐρχόμαστε ἀπὸ τὴν πόλιν Βηθλεὲμ τῆς φυλῆς τοῦ Ἰούδα καὶ τώρα πηγαίνομεν πρὸς τὶς ἀπομακρυσμένες βουνοπλαγιὲς τῆς ὀρεινῆς περιοχῆς (τῆς φυλῆς) τοῦ Ἐφραίμ. Ἀπὸ ἐκεῖ κατάγομαι ἐγὼ καὶ ἐπῆγα μέχρι τὴν Βηθλεὲμ τῆς φυλῆς τοῦ Ἰούδα, τώρα ὅμως πηγαίνω εἰς τὸ σπίτι μου (κατ΄ ἄλλην γραφήν: Πηγαίνω εἰς τὸν οἶκον τοῦ Θεοῦ)· ἀλλὰ δὲν παρουσιάσθη κανεὶς ἄνθρωπος, ὁ ὁποῖος νὰ μὲ προσκαλέσῃ διὰ διανυκτέρευσιν εἰς τὸ σπίτι του.
- 19
καί γε ἄχυρα καὶ χορτάσματά ἐστι τοῖς ὄνοις ἡμῶν, καὶ ἄρτος καὶ οἶνός ἐστιν ἐμοὶ καὶ τῇ παιδίσκῃ καὶ τῷ νεανίσκῳ μετὰ τῶν παίδων σου, οὐκ ἔστιν ὑστέρημα παντὸς πράγματος.
Καὶ ὅμως ἔχομεν ἄχυρον καὶ τροφές (ταγές) διὰ τοὺς ὄνους μας· ἔχομεν ἐπίσης καὶ ψωμὶ καὶ κρασὶ δι' ἐμὲ καὶ διὰ τὴν δούλην σου καὶ διὰ τὸν ὑπηρέτην· καὶ διὰ τοὺς τρεῖς αὐτοὺς δούλους σου ὑπάρχουν τροφές· ἔχομεν ὅ,τι χρειαζόμεθα καὶ δὲν μᾶς λείπει τίποτε».
- 20
καὶ εἶπεν ὁ ἀνὴρ πρεσβύτης· εἰρήνη σοι, πλὴν πᾶν τὸ ὑστέρημά σου ἐπ᾿ ἐμέ· πλὴν ἐν τῇ πλατείᾳ οὐ μὴ αὐλισθήσῃ.
Τότε ὁ γέροντας εἶπε: «Εἰρήνευσε· μὴν ἀνησυχῇς καθόλου· εἶσαι εὐπρόσδεκτος εἰς τὸ σπίτι μου· ἐγὼ θὰ φροντίσω δι' ὅσα σοῦ λείπουν. Μόνον μὴ διανυκτερεύσῃς εἰς τὴν πλατεῖαν».
- 21
καὶ εἰσήνεγκεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ καὶ τόπον ἐποίησε τοῖς ὄνοις, καὶ αὐτοὶ ἐνίψαντο τοὺς πόδας αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον.
Ἔτσι τὸν ὠδήγησεν εἰς τὸ σπίτι του καὶ ἐτακτοποίησε (χῶρον εἰς τοὺς σταύλους) καὶ ἔδωσε, τροφήν (ταγήν) εἰς τοὺς ὄνους. Οἱ δὲ φιλοξενούμενοι του, ἀφοῦ ἔπλυναν τὰ πόδια των, ἔφαγαν καὶ ἤπιαν.
- 22
αὐτοὶ δὲ ἀγαθύνοντες καρδίαν αὐτῶν καὶ ἰδοὺ ἄνδρες τῆς πόλεως υἱοὶ παρανόμων ἐκύκλωσαν τὴν οἰκίαν κρούοντες ἐπὶ τὴν θύραν. καὶ εἶπον πρὸς τὸν ἄνδρα τὸν κύριον τοῦ οἴκου τὸν πρεσβύτην λέγοντες· ἐξένεγκε τὸν ἄνδρα, ὃς εἰσῆλθεν εἰς τὴν οἰκίαν σου, ἵνα γνῶμεν αὐτόν.
Ἐνῷ ὅμως αὐτοὶ ἔτρωγαν καὶ ἔπιναν καὶ διεσκέδαζαν, ἔξαφνα (χωρὶς νὰ τὸ περιμένουν) ὡρισμένοι ἄνδρες τῆς πόλεως, πρόσωπα ἀσεβῇ καὶ σεξουαλικῶς διεστραμμένα, περιεκύκλωσαν τὸ σπίτι καὶ ἄρχισαν νὰ κτυποῦν ἐπιμόνως τὴν πόρταν. Καὶ αὐτοὶ ἐφώναζαν πρὸς τὸν γέροντα, τὸν οἰκοδεσπότην, καὶ τοῦ εἶπαν: «Βγάλε ἔξω τὸν ἄνδρα, ὁ ὁποῖος ᾖλθεν εἰς τὸ σπίτι σου, διὰ νὰ ἀσελγήσωμεν ἐπάνω του»!
- 23
καὶ ἐξῆλθε πρὸς αὐτοὺς ὁ ἀνὴρ ὁ κύριος τοῦ οἴκου καὶ εἶπε· μὴ ἀδελφοί, μὴ κακοποιήσητε δὴ μετὰ τὸ εἰσελθεῖν τὸν ἄνδρα τοῦτον εἰς τὴν οἰκίαν μου, μὴ ποιήσητε τὴν ἀφροσύνην ταύτην·
Ὁ οἰκοδεσπότης ἐβγῆκε ἔξω πρὸς αὐτοὺς καὶ τοὺς εἶπε: «Ὄχι, ἀδελφοί μου! Μὴ κάμετε, σᾶς παρακαλῶ, τέτοιο κακὸν εἰς τὸν ἄνδρα αὐτόν, ἀφοῦ φιλοξενεῖται ὡς ξένος εἰς τὸ σπίτι μου· μὴ κάμετε αὐτὴν τὴν φοβερὰν καὶ πρόστυχον πρᾶξιν!
- 24
ἰδὲ ἡ θυγάτηρ μου ἡ παρθένος καὶ ἡ παλλακὴ αὐτοῦ, ἐξάξω αὐτάς, καὶ ταπεινώσατε αὐτὰς καὶ ποιήσατε αὐταῖς τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς ὑμῶν· καὶ τῷ ἀνδρὶ τούτῳ μὴ ποιήσητε τὸ ρῆμα τῆς ἀφροσύνης ταύτης.
Κυττάξτε! Νά, ἡ κόρη μου, ποὺ εἶναι παρθένος, καὶ ἡ παλλακίδα (σύζυγος δευτέρας τάξεως) τοῦ φιλοξενουμένου μου. Αὐτές θὰ φέρω ἔξω τώρα καὶ βιάσετε (συνευρεθεῖτε με) αὐτές· ἰκανοποιήσετε ἐπάνω τους τὶς ὀρέξεις σας καὶ κάμετε εἰς αὐτὲς ὅ,τι σᾶς ἀρέσει. Ἀλλὰ μὴ κάμετε εἰς τὸν ἄνδρα αὐτόν (τόν φιλοξενούμενόν μου) τέτοιο φοβερὸν καὶ πρόστυχον πρᾶγμα!»
- 25
καὶ οὐκ εὐδόκησαν οἱ ἄνδρες τοῦ εἰσακοῦσαι αὐτοῦ. καὶ ἐπελάβετο ὁ ἀνὴρ τῆς παλλακῆς αὐτοῦ καὶ ἐξήγαγεν αὐτὴν πρὸς αὐτοὺς ἔξω, καὶ ἔγνωσαν αὐτὴν καὶ ἐνέπαιζον ἐν αὐτῇ ὄλην τὴν νύκτα ἕως τὸ πρωΐ· καὶ ἐξαπέστειλαν αὐτήν, ὡς ἀνέβη τὸ πρωΐ.
Ἀλλὰ οἱ (ἀσεβεῖς καὶ διεφθαρμένοι ἐκεῖνοι) ἄνδρες δὲν ἠθέλησαν νὰ τὸν ἀκούσουν. Ἔτσι ὁ Λευΐτης ἐπῆρε τὴν παλλακίδα του (σύζυγον δευτέρας τάξεως) καὶ τὴν ἔβγαλε ἔξω ἀπὸ τὸ σπίτι καὶ τοὺς τὴν παρέδωσε. Καὶ ἐκεῖνοι συνευρέθησαν μαζί της, τὴν ἐβίασαν καὶ τὴν ἐκακοποίησαν μὲ ἀκόλαστα παιχνίδια ὅλην τὴν νύκτα μέχρι τὸ πρωΐ. Καὶ μόλις ἄρχισε νὰ ξημερώνῃ, τὴν ἀφῆκαν ἐλεύθερη νὰ ἐπιστρέψῃ.
- 26
καὶ ἦλθεν ἡ γυνὴ πρὸς τὸν ὄρθρον καὶ ἔπεσε παρὰ τὴν θύραν τοῦ οἴκου, οὗ ἦν αὐτῆς ἐκεῖ ὁ ἀνήρ, ἕως οὗ διέφαυσε.
Κατὰ τὰ χαράματα ἦλθεν ἡ γυναῖκα καὶ ἔπεσε κάτω (λιπόθυμη) κοντὰ εἰς τὴν πόρταν τοῦ σπιτιοῦ, εἰς τὸ ὁποῖον εὑρίσκετο φιλοξενούμενος ὁ σύζυγός της, καὶ ἔμεινεν ἐκεῖ μέχρις ὅτου ἐφώτισεν ἡ ἡμέρα.
- 27
καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς τὸ πρωΐ καὶ ἤνοιξε τὰς θύρας τοῦ οἴκου, καὶ ἐξῆλθε τοῦ πορευθῆναι τὴν ὁδὸν αὐτοῦ, καί ἰδοὺ ἡ γυνὴ αὐτοῦ ἡ παλλακὴ πεπτωκυῖα παρὰ τὰς θύρας τοῦ οἴκου, καὶ αἱ χεῖρες αὐτῆς ἐπὶ τὸ πρόθυρον.
Καὶ τὸ πρωῒ ἐσηκώθη ὁ σύζυγός της καὶ ἄνοιξε τὶς πόρτες τοῦ σπιτιοῦ καὶ ἐβγῆκε διὰ νὰ συνεχίσῃ τὸ ταξίδι του (σύζυγον δευτέρας τάξεως)· αὐτὴ ἦταν πεσμένη κάτω, κοντὰ εἰς τὶς πόρτας τοῦ σπιτιοῦ, καὶ τὰ χέρια της (ἀνοιγμένα) ἄγγιζαν τὸ κατώφλι τοῦ σπιτιοῦ.
- 28
καὶεἶπε πρὸς αὐτήν· ἀνάστα καὶ ἀπέλθωμεν· καὶ οὐκ ἀπεκρίθη, ὅτι ἦν νεκρά. καὶ ἔλαβεν αὐτὴν ἐπὶ τὸν ὄνον καὶ ἐπορεύθη εἰς τὸν τόπον αὐτοῦ.
Ὁ Λευΐτης, ποὺ ἐνόμισεν ὅτι ἐκοιμᾶτο, τῆς εἶπε: «Σήκω ἐπάνω καὶ ἂς ἀναχωρήσωμεν!» Ἀλλ' αὐτὴ δὲν ἀπάντησε, διότι ἦταν νεκρή! Τότε Ὁ Λευΐτης τὴν ἐσήκωσε καὶ ἔβαλε τὴν σορόν της ἐπάνω εἰς τὸν ὄνον καὶ ἐπῆγε εἰς τὸν τόπον του.
- 29
καὶ ἔλαβε τὴν ρομφαίαν καὶ ἐκράτησε τὴν παλλακὴν αὐτοῦ καὶ ἐμέλισεν αὐτὴν εἰς δώδεκα μέλη καὶ ἀπέστειλεν αὐτὰ ἐν παντὶ ὁρίῳ ᾿Ισραήλ.
Ὅταν ὁ Λευΐτης ἔφθασεν εἰς τὸ σπίτι του, ἐπῆρε τὸ μαχαίρι του καὶ ἐκράτησε τὸ νεκρὸν σῶμα τῆς παλλακίδας τοῦ (συζύγου δευτέρας τάξεως) καὶ τὸ ἔκοψεν εἰς δώδεκα κομμάτια (κατὰ τὶς δώδεκα φυλὲς τοῦ Ἰσραήλ) καὶ τὰ ἔστειλεν εἰς ὅλες τὶς περιοχές, ποὺ ἔμεναν οἱ δώδεκα φυλὲς τῶν Ἰσραηλιτῶν.
- 30
καὶ ἐγένετο πᾶς ὁ βλέπων ἔλεγεν· οὐκ ἐγένετο καὶ οὐχ ἑώραται ἀπὸ ἡμέρας ἀναβάσεως υἱῶν ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης θέσθε ὑμῖν αὐτοῖς βουλὴν ἐπ᾿ αὐτὴν καὶ λαλήσατε.
Καὶ συνέβη τοῦτο: Κάθε ἕνας, ποὺ ἔβλεπε τὰ κομμάτια τοῦ σώματος τῆς γυναῖκας, ἔλεγε: «Οὐδέποτε ἔγινε τέτοιο πρᾶγμα καὶ ποτὲ δὲν ἔχει συμβῇ οὔτε ἀκουσθῇ τέτοιο φοβερὸν ἀνοσιούργημα καὶ ἔγκλημα ἀπὸ τὴν ἡμέραν ποὺ ἀνέβηκαν οἱ Ἰσραηλῖται ἀπὸ τὴν χώραν τῆς Αἰγύπτου μέχρι τῆς ἡμέρας αὐτῆς! Σκεφθῆτε τὴν περίπτωσιν αὐτήν, συμβουλευθῆτε ὁ ἕνας τὸν ἄλλον διὰ τὸ φοβερὸν αὐτὸ ἔγκλημα, ἀποφασίστε ἀναλόγως καὶ ἐκτελέστε μὲ συνέπειαν καὶ εἰλικρίνειαν τὴν ἀπόφασίν σας!»
