Κριταί, κεφάλαιο 1
- 1
ΚΑΙ ἐγένετο μετὰ τὴν τελευτὴν ᾿Ιησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ ᾿Ισραὴλ διὰ τοῦ Κυρίου λέγοντες· τίς ἀναβήσεται ἡμῖν πρὸς τοὺς Χαναναίους ἀφηγούμενος τοῦ πολεμῆσαι πρὸς αὐτούς;
Συνέβη δὲ μετὰ τὸν θάνατον τοῦ Ἰησοῦ τοῦ Ναυῆ τοῦτο: Οἱ Ἰσραηλῖται συνεβουλεύθησαν τὸν Θεὸν καὶ τοῦ ἐζήτησαν ὁδηγίες τὶ νὰ κάμουν. Ἐρώτησαν τὸν Θεόν: «Τώρα ποὺ ἀπέθανεν ὁ Ἰησοῦς, ὁ ἀρχηγός μας, ποία φυλὴ θὰ προχωρήσῃ πρώτη καὶ θὰ ἡγηθῇ εἰς τὸν πόλεμον ἐναντίον τῶν Χαναναίων;»
- 2
καὶ εἶπε Κύριος· ᾿Ιούδας ἀναβήσεται. ἰδοὺ δέδωκα τὴν γῆν ἐν χειρὶ αὐτοῦ.
Ὁ Κύριος τοὺς ἀπάντησε: «Ἡ φυλὴ τοῦ Ἰούδα θὰ προχωρήσῃ ὡς ἀρχηγὸς καὶ θὰ ἐπιτεθῇ πρώτη· νά, ἔχω ἤδη παραδώσει τὴν χώραν τῶν Χαναναίων εἰς τὴν ἐξουσίαν τῆς φυλῆς αὐτῆς· προχωρεῖτε λοιπὸν καὶ μὴ φοβηθῆτε».
- 3
καὶ εἶπεν ᾿Ιούδας τῷ Συμεὼν ἀδελφῷ αὐτοῦ· ἀνάβηθι μετ᾿ ἐμοῦ ἐν τῷ κλήρῳ μου, καὶ παραταξώμεθα πρὸς τοὺς Χαναναίους, καὶ πορεύσομαι κἀγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ σου. καὶ ἐπορεύθη μετ᾿ αὐτοῦ Συμεών.
Ἡ φυλὴ τοῦ Ἰούδα, ἂν καὶ ἦταν δυνατώτερη καὶ πιὸ τιμημένη ἀπὸ τὶς ἄλλες, ἐζήτησε τὴν βοήθειαν τῆς γειτονικῆς φυλῆς τοῦ Συμεών· δι' αὐτὸ ἡ φυλὴ τοῦ Ἰούδα εἶπεν εἰς τοὺς ἀπογόνους τοῦ ἀδελφοῦ τῆς Συμεών: «Ἐλᾶτε μαζί μας εἰς τὴν περιοχήν, ποὺ μᾶς ἐδόθη μὲ κλῆρον, διὰ νὰ ἐκστρατεύσωμεν ἐναντίον τῶν Χαναναίων. Καὶ ἐμεῖς ἐπίσης θὰ συμπαραταχθῶμεν μαζί σας κατὰ τῶν Χαναναίων, ὅταν θὰ πολεμήσετε ἐναντίον των, διὰ νὰ κατακτήσετε τὴν περιοχήν, ποὺ σᾶς ἐδόθη μὲ κλῆρον». Ἡ φυλὴ τοῦ Συμεὼν μὲ προθυμίαν ἐσυμμάχησε μὲ τὴν φυλὴν τοῦ Ἰούδα.
- 4
καὶ ἀνέβη ᾿Ιούδας, καὶ παρέδωκε Κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον εἰς τὰς χεῖρας αὐτῶν. καὶ ἔκοψαν αὐτοὺς ἐν Βεζὰκ εἰς δέκα χιλιάδας ἀνδρῶν.
Ἡ φυλὴ τοῦ Ἰούδα μὲ τὴν βοήθειαν τῆς φυλῆς τοῦ Συμεὼν ἐπροχώρησε κατὰ τῶν Χαναναίων· καὶ ὁ Κύριος παρέδωκε τοὺς Χαναναίους καὶ τοὺς Φερεζαίους εἰς τὰ χέρια των. Καὶ οἱ Ἰσραηλῖται ἐνίκησαν καὶ ἐφόνευσαν ἀπὸ τοὺς ἐχθρούς των δέκα χιλιάδες εἰς τὴν πόλιν Βεζέκ.
- 5
καὶ κατέλαβον τὸν ᾿Αδωνιβεζὲκ ἐν τῇ Βεζὲκ καὶ παρετάξαντο πρὸς αὐτὸν καὶ ἔκοψαν τὸν Χαναναῖον καὶ Φερεζαῖον.
Καὶ εἰς τὴν πόλιν Βεζὲκ εὐρῆκαν τὸν Ἀδωνιβεζέκ, τὸν κύριον καὶ δεσπότην τῆς Βεζέκ. Τοῦ ἐπετέθησαν καὶ ἐφόνευσαν τοὺς Χαναναίους καὶ Φερεζαίους.
- 6
καὶ ἔφυγεν ᾿Αδωνιβεζέκ, καὶ κατέδραμον ὀπίσω αὐτοῦ καὶ ἐλάβοσαν αὐτὸν καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ καὶ τὰ ἄκρα τῶ ποδῶν αὐτοῦ.
Καὶ ὁ Ἀδωνιβεζὲκ ἐτράπη εἰς φυγήν. Ἀλλὰ οἱ Ἰσραηλῖται τὸν κατεδίωξαν καὶ τὸν συνέλαβαν καὶ τοῦ ἔκοψαν σύρριζα τὰ δάκτυλα τῶν χεριῶν καὶ τὰ δάκτυλα τῶν ποδιῶν του (ἢ κατὰ τὸ Ἑβραϊκὸν κείμενον: Τοῦ ἔκοψαν τὰ μεγάλα δάκτυλα τῶν χεριῶν καὶ τῶν ποδιῶν του).
- 7
καὶ εἶπεν ᾿Αδωνιβεζέκ· ἑβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου· καθὼς οὖν ἐποίησα, οὕτως ἀνταπέδωκέ μοι ὁ Θεός. καὶ ἄγουσιν αὐτὸν εἰς ῾Ιερουσαλήμ, καὶ ἀπέθανεν ἐκεῖ.
Ἡ σκληρὴ αὐτὴ τιμωρία ἦταν δίκαιη, ὅπως ὡμολόγησεν ὁ Ἀδωνιβεζέκ, ὁ ὁποῖος εἶπεν: «Ἑβδομῆντα βασιλεῖς, τῶν ὁποίων ἐγὼ ἀπέκοψα σύρριζα ὅλα τὰ δάκτυλα τῶν χεριῶν καὶ τῶν ποδιῶν των (ἢ κατὰ τὸ Ἑβραϊκὸν κείμενον: Τὰ μεγάλα δάκτυλα τῶν χεριῶν καὶ τῶν ποδιῶν των), ἐμάζευαν κάτω ἀπὸ τὸ τραπέζι μου σὰν σκυλάκια τὰ μικρὰ κομματάκια τῶν τροφῶν καὶ τὰ ψίχουλα, ποὺ ἔπεφταν χάμω. Ὅπως ἀκρωτηρίαζα τοὺς ἰδικούς μου αἰχμαλώτους, ἔτσι μου ἀνταπέδωκε τώρα καὶ μὲ ἐτιμώρησε κατὰ τὸν ἴδιον τρόπον ὁ Θεός». Οἱ Ἰσραηλῖται μετέφεραν τὸν Ἀδωνιβεζὲκ εἰς τὴν Ἱερουσαλήμ, ὅπου καὶ μετὰ ἀπὸ ὀλίγον χρόνον ἀπέθανε.
- 8
Καὶ ἐπολέμουν υἱοὶ ᾿Ιούδα τὴν ῾Ιερουσαλὴμ κα'Ι κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ρομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί.
Καὶ ἡ φυλὴ τοῦ Ἰούδα ἐπετέθη κατὰ τῆς Ἱερουσαλὴμ καὶ τὴν ἐκυρίευσε καὶ οἱ Ἰσραηλῖται ἐπέρασαν τοὺς κατοίκους της ἀπὸ τὸ στόμα τῆς μαχαίρας, τὴν δὲ πόλιν παρέδωκαν εἰς τὴν φωτιάν.
- 9
καὶ μετὰ ταῦτα κατέβησαν οἱ υἱοὶ ᾿Ιούδα πολεμῆσαι πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα τὴν ὀρεινὴν καὶ τὸ νότιον καὶ τὴν πεδινήν.
Κατόπιν ἡ φυλὴ τοῦ Ἰούδα ἐπροχώρησε πρὸς νότον, διὰ νὰ πολεμήσουν οἱ Ἰσραηλῖται κατὰ τῶν Χαναναίων, οἱ ὁποῖοι ἑκατοικοῦσαν εἰς τὴν ὀρεινὴν (τὴν κεντρικὴν) περιοχὴν καὶ εἰς τὰ νότια (τὴν Νεγκὲβ) καὶ εἰς τὴν πεδιάδα.
- 10
καὶ ἐπορεύθη ᾿Ιούδας πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Χεβρών, καὶ ἐξῆλθε Χεβρὼν ἐξ ἐναντίας· καὶ τὸ ὄνομα ἦν Χεβρὼν τὸ πρότερον Καριαθαρβοκσεφέρ. καὶ ἐπάταξαν τὸν Σεσσὶ καὶ ᾿Αχιναὰν καὶ Θολμί, γεννήματα τοῦ ᾿Ενάκ.
Καὶ ἡ φυλὴ τοῦ Ἰούδα ἐπροχώρησε ἐναντίον τῶν Χαναναίων, ποὺ ἑκατοικοῦσαν εἰς τὴν Χεβρὼν καὶ οἱ πολεμισταὶ τῆς Χεβρὼν ἐβγῆκαν διὰ νὰ ἀντιπαραταχθοῦν καὶ προβάλουν ἀντίστασιν εἰς τοὺς Ἰσραηλῖτες, Ἡ πόλις Χεβρὼν ὠνομάζετο προηγουμένως Καριαθαρβοκσεφέρ. Οἱ ἀπόγονοι τῆς φυλῆς τοῦ Ἰούδα ἐκτύπησαν καὶ ὑπέταξαν τὴν φυλὴν τοῦ Σεσσὶ καὶ τοῦ Ἀχιναὰν καὶ τοῦ Θολμί, οἱ ὁποῖοι ἦσαν ἀπόγονοι τοῦ Ἐνάκ, δηλαδὴ τῆς φυλῆς τῶν Γιγάντων.
- 11
καὶ ἀνέβησαν ἐκεῖθεν πρὸς τοὺς κατοικοῦντας Δαβίρ· τὸ δὲ ὄνομα τῆς Δαβὶρ ἦν ἔμπροσθεν Καριαθσεφάρ, Πόλις γραμμάτων.
Ἀπὸ ἐκεῖ οἱ Ἰσραηλῖται ἐπροχώρησαν ἐναντίον τῶν κατοίκων τῆς πόλεως Δαβίρ. Ἡ Δαβὶρ ὠνομάζετο προηγουμένως Καριαθσεφάρ, Πόλις τῶν Γραμμάτων.
- 12
καὶ εἶπε Χάλεβ· ὃς ἂν πατάξῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ προκαταλάβηται αὐτήν, δώσω αὐτῷ τὴν ᾿Ασχὰ θυγατέρα μου εἰς γυναῖκα.
Καὶ ὁ Χάλεβ εἶπεν: «Εἰς ἐκεῖνον ποὺ θὰ ἐπιτεθῇ καὶ θὰ κυριεύσῃ τὴν Πόλιν τῶν Γραμμάτων, θὰ τοῦ δώσω ὡς σύζυγον τὴν κόρην μου Ἀσχά».
- 13
καὶ προκατελάβετο αὐτὴν Γοθονιὴλ υἱὸς Κενὲζ ἀδελφοῦ Χάλεβ ὁ νεώτερος, καὶ ἔδωκεν αὐτῷ Χάλεβ τὴν ᾿Ασχὰ θυγατέρα αὐτοῦ εἰς γυναῖκα.
Καὶ ἐκτύπησε τὴν πόλιν Δαβὶρ καὶ τὴν ἐκυρίευσεν ὁ Γοθονιήλ, ὁ υἱὸς τοῦ Κενέζ, νεωτέρου ἀδελφοῦ τοῦ Χάλεβ. Καὶ ὁ Χάλεβ ἔδωκεν εἰς αὐτὸν ὡς σύζυγον τὴν θυγατέρα τοῦ Ἀσχά.
- 14
καὶ ἐγένετο ἐν τῇ εἰσόδῳ αὐτῆς καὶ ἐπέσεισεν αὐτὴν Γοθονιὴλ τοῦ αἰτῆσαι παρὰ τοῦ πατρὸς αὐτῆς ἀγρόν, καὶ ἐγόγγυζε καὶ ἔκραξεν ἀπὸ τοῦ ὑποζυγίου· εἰς γῆν νότου ἐκδέδοσαί με. καὶ εἶπεν αὐτῇ Χάλεβ· τί ἐστί σοι;
Ὅταν δὲ αὐτὴ ἐπροχωροῦσε διὰ νὰ μπῇ εἰς τὸ σπίτι τοῦ συζύγου της Γοθονιήλ, ὁ Γοθονιὴλ τὴν παρεκίνησε νὰ ζητήσῃ ἀπὸ τὸν πατέρα της ἕνα χωράφι. Καὶ αὐτὴ ἐβογγοῦσε ἀπὸ στενοχωρίαν, ἀνεστέναζε ἀπὸ τὸ ὑποζύγιον, ἐπάνω εἰς τὸ ὁποῖον ἦταν καθισμένη, καὶ ἐφώναξε μὲ παραπόνον: « Μὲ παραδίδεις καὶ μὲ στέλλεις νὰ ζήσω εἰς περιοχήν, ποὺ εὑρίσκεται εἰς τὸ νότιον μέρος». Καὶ ὁ Χάλεβ τὴν ἐρώτησε: «Τί σοῦ συμβαίνει; Τί θέλεις;»
- 15
καὶ εἶπεν αὐτῷ ᾿Ασχά· δὸς δή μοι εὐλογίαν, ὅτι εἰς γῆν νότου ἐκδέδοσαί με, καὶ δώσεις μοι λύτρωσιν ὕδατος. καὶ ἔδωκεν αὐτῇ Χάλεβ κατὰ τὴν καρδίαν αὐτῆς λύτρωσιν μετεώρων καὶ λύτρωσιν ταπεινῶν.
Ἡ Ἀσχὰ τοῦ ἀπάντησε: «Κάμε μου μίαν χάριν· δῶσε μου περιοχὴν εὐλογημένην καὶ καλὴν διότι μὲ παραδίδεις καὶ μὲ στέλλεις νὰ ζήσω εἰς περιοχήν, ποὺ εὑρίσκεται εἰς τὰ νότια, εἰς τὴν ἔρημον Νεγκέβ, δηλαδὴ εἰς τόπον ξηρόν. Ζητῶ νὰ μοῦ δώσῃς περιοχήν, ἡ ὁποία νὰ ποτίζεται ἀπὸ νερόν». Καὶ ὁ Χάλεβ τῆς ἔδωκε, σύμφωνα μὲ τὴν ἐπιθυμίαν τῆς καρδίας της, περιοχὴν ἐπάνω εἰς ὑψηλοὺς τόπους καὶ εἰς πεδιάδες, ποὺ ἐποτίζοντο ἀπὸ ἄφθονο νερόν.
- 16
Καὶ οἱ υἱοὶ ᾿Ιοθὸρ τοῦ Κιναίου τοῦ γαμβροῦ Μωυσῆ ἀνέβησαν ἐκ πόλεως τῶν φοινίκων μετὰ τῶν υἱῶν ᾿Ιούδα εἰς τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ νότῳ ᾿Ιούδα, ἥ ἐστιν ἐπὶ καταβάσεως ᾿Αράδ, καὶ κατῴκησαν μετὰ τοῦ λαοῦ.
Οἱ ἀπόγονοι τοῦ Ἰοθὸρ τοῦ Κιναίου, πενθεροῦ τοῦ Μωϋσῆ, ἐπροχώρησαν ἀπὸ τὴν Ἱεριχώ, τὴν πόλιν τῶν φοινικοδένδρων, μαζὶ μὲ τοὺς ἀπογόνους τῆς φυλῆς τοῦ Ἰούδα εἰς τὴν ἔρημον ποὺ εὑρίσκεται εἰς τὰ νότια τῆς φυλῆς τοῦ Ἰούδα, ἡ ὁποία εὑρίσκεται εἰς τὴν κατωφέρειαν τῆς πόλεως Ἀράδ· καὶ ἐπῆγαν καὶ ἐγκατεστάθησαν μαζὶ μὲ τὸν λαόν, ποὺ εὑρίσκετο ἐκεῖ.
- 17
καὶ ἐπορεύθη ᾿Ιούδας μετὰ Συμεὼν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἔκοψε τὸν Χαναναῖον τὸν κατοικοῦντα Σεφέκ· καὶ ἐξωλόθρευσεν αὐτούς, καὶ ἐκάλεσε τὸ ὄνομα τῆς πόλεως ᾿Ανάθεμα.
Κατόπιν ἡ φυλὴ τοῦ Ἰούδα ἐπροχώρησε μὲ τὴν φυλὴν τοῦ Συμεών, τοῦ ἀδελφοῦ της καὶ ἐπετέθη καὶ κατέκοψε τοὺς Χαναναίους, οἱ ὁποῖοι ἑκατοικοῦσαν εἰς τὴν Σεφέκ· ἐξωλόθρευσε δὲ τοὺς Χαναναίους ἐντελῶς καὶ ὠνόμασε τὴν πόλιν ἐκείνην «Ἀνάθεμα» (= καταστροφή).
- 18
καὶ οὐκ ἐκληρονόμησεν ᾿Ιούδας τὴν Γάζαν οὐδὲ τὰ ὅρια αὐτῆς, οὐδὲ τὴν ᾿Ασκάλωνα ουδὲ τὰ ὅρια αὐτῆς, οὐδὲ τὴν ᾿Ακκαρὼν οὐδὲ τὰ ὅρια αὐτῆς, τὴν ῎Αζωτον οὐδὲ τὰ περισπόρια αὐτῆς.
Ὅμως ἡ φυλὴ τοῦ Ἰούδα δὲν κατέλαβε τὴν Γάζαν καὶ τὴν γύρω ἀπὸ αὐτὴν περιοχήν, οὔτε τὴν Ἀσκάλωνα καὶ τὴν γύρω ἀπὸ αὐτὴν περιοχήν, οὔτε τὴν Ἀκκαρὼν καὶ τὴν γύρω ἀπὸ αὐτὴν περιοχήν, οὔτε τὴν Ἄζωτον καὶ τὴν γύρω ἀπὸ αὐτὴν καλλιεργήσιμον περιοχήν.
- 19
καὶ ἦν Κύριος μετὰ ᾿Ιούδα καὶ ἐκληρονόμησε τὸ ὄρος, ὅτι οὐκ ἠδυνάσθησαν ἐξολοθρεῦσαι τοὺς κατοικοῦντας τὴν κοιλάδα, ὅτι Ρηχὰβ διεστείλατο αὐτοῖς.
Καὶ ὁ Κύριος ἦταν μαζὶ μὲ τὴν φυλὴν τὸν Ἰούδα, ἡ ὁποία ἐκυρίευσε τὴν ὀρεινὴν περιοχήν, διότι δὲν ἠμπόρεσε νὰ ἐξολοθρεύσῃ αὐτοὺς ποὺ ἐκατοικοῦσαν εἰς τὴν πεδινὴν περιοχὴν διότι ὁ εὐσεβὴς Ρηχὰβ τοὺς ἐσομβούλευσε νὰ κατακτήσουν τὴν ὀρεινὴν περιοχὴν καὶ νὰ ἀφήσουν τὴν πεδιάδα ἕνεκα τῆς ἀσεβείας τῶν περιοίκων καὶ διότι ἡ περιοχὴ αὐτὴ συνώρευε μὲ τὴν θάλασσαν.
- 20
καὶ ἔδωκαν τῷ Χάλεβ τὴν Χεβρών, καθὼς ἐλάλησε Μωυσῆς, καὶ ἐκληρονόμησεν ἐκεῖθεν τὰς τρεῖς πόλεις τῶν υἱῶν ᾿Ενάκ.
Ἡ φυλὴ τοῦ Ἰούδα ἔδωκεν εἰς τὸν Χάλεβ τὴν Χεβρών, ὅπως τοὺς εἶχε δώσει παραγγελίαν ὁ Μωυσῆς· ἀπὸ ἐκεῖ ὁ γενναῖος Χάλεβ ἐκυρίευσε τὶς τρεῖς πόλεις τῶν τριῶν υἱῶν τοῦ Ἐνάκ, δηλαδὴ τῶν Γιγάντων.
- 21
καὶ τὸν ᾿Ιεβουσαῖον τὸν κατοικοῦντα ἐν ῾Ιερουσαλὴμ οὐκ ἐκληρονόμησαν οἱ υἱοὶ Βενιαμίν, καὶ κατῴκησεν ὁ ᾿Ιεβουσαῖος μετὰ τῶν υἱῶν Βενιαμὶν ἐν ῾Ιερουσαλὴμ ἕως τῆς ἡμέρας ταύτης.
Ὅμως οἱ ἀπόγονοι τῆς φυλῆς Βενιαμὶν δὲν ἔδιωξαν τοὺς Ἰεβουσαίους, οἱ ὁποῖοι ἑκατοικοῦσαν εἰς τὴν Ἱερουσαλήμ· ἔτσι οἱ Ἰεβουσαῖοι συνέχισαν νὰ κατοικοῦν μὲ τοὺς ἀπογόνους τῆς φυλῆς Βενιαμὶν εἰς τὴν Ἱερουσαλὴμ μέχρι τῆς ἡμέρας αὐτῆς, ποὺ γράφονται οἱ γραμμὲς αὐτές.
- 22
καὶ ἀνέβησαν οἱ υἱοὶ ᾿Ιωσὴφ καί γε αὐτοὶ εἰς Βαιθήλ, καὶ Κύριος ἦν μετ᾿ αὐτῶν.
Οἱ ἀπόγονοι τῆς φυλῆς τοῦ Ἰωσὴφ ἐπροχώρησαν καὶ αὐτοὶ πρὸς τὴν Βαιθὴλ καὶ ὁ Κύριος ἦταν μαζί των.
- 23
καὶ παρενέβαλον καὶ κατεσκέψαντο Βαιθήλ· τὸ δὲ ὄνομα τῆς πόλεως ἦν ἔμπροσθεν Λουζά.
Καὶ ἐκύκλωσαν τὴν πόλιν, τὴν ἐπολιόρκησαν καὶ τὴν κατεσκόπευσαν. Τὸ δὲ ὄνομα τῆς Βαιθὴλ ἦταν προηγουμένως Ἀουζά.
- 24
καὶ εἶδον οἱ φυλάσσοντες, καὶ ἰδοὺ ἀνὴρ ἐξεπορεύετο ἐκ τῆς πόλεως· καὶ ἔλαβον αὐτὸν καὶ εἶπον αὐτῷ· δεῖξον ἡμῖν τῆς πόλεως τὴν εἴσοδον, καὶ ποιήσομεν μετὰ σοῦ ἔλεος.
Ὅταν οἱ κατάσκοποι εἶδαν ἕνα ἄνθρωπον νὰ βγαίνῃ ἀπὸ τὴν πόλιν, τὸν συνέλαβαν καὶ τοῦ εἶπαν: «Δεῖξε μας τὴν εἴσοδον εἰς τὴν πόλιν, τὴν ὁποίαν ἠμποροῦμεν νὰ προσβάλωμεν εὔκολα καὶ νὰ τὴν καταλάβωμεν χωρὶς ἀπώλειες, καὶ δὲν θὰ σοῦ κάμωμεν κακὸν θὰ σοῦ χαρίσωμεν τὴν ζωήν».
- 25
καὶ ἔδειξεν αὐτοῖς τὴν εἴσοδον τῆς πόλεως, καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ρομφαίας, τὸν δὲ ἄνδρα καὶ τὴν συγγένειαν αὐτοῦ ἐξαπέστειλαν.
Ὅταν δὲ ἐκεῖνος τοὺς ἔδειξε κάποιαν εἴσοδον εἰς τὴν πόλιν, ἀπὸ τὴν ὁποίαν ἠμποροῦσαν νὰ τὴν προσβάλουν εὔκολα, ὥρμησαν μέσα αἰφνιδίως καὶ ἐπέρασαν ὅλονς τοὺς κατοίκους τῆς πόλεως ἀπὸ τὸ στόμα τῆς μαχαίρας· τὸν ἄνθρωπον ὅμως, ὁ ὁποῖος τοὺς ἐβοήθησε καὶ τοὺς ὠδήγησε μυστικὰ εἰς τὴν πόλιν, καθὼς καὶ τὴν οἰκογένειάν του δὲν τοὺς ἐπείραξαν· τοὺς ἀφῆκαν ἐλευθέρους νὰ φύγουν.
- 26
καὶ ἐπορεύθη ὁ ἀνὴρ εἰς γῆν Χεττὶν καὶ ᾠκοδόμησεν ἐκεῖ πόλιν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Λουζά· τοῦτο ὄνομα αὐτῆς ἕως τῆς ἡμέρας ταύτης.
Ἔτσι ὁ ἄνθρωπος ἐκεῖνος ἔφυγεν ἀπὸ τὴν Βαιθὴλ καὶ ἐπῆγεν εἰς τὴν χώραν τῶν Χετταίων καὶ ἐκεῖ ἔκτισε μίαν πόλιν, τὴν ὁποίαν ὠνόμασε Λουζά. Τὸ ὄνομα τοῦτο τῆς πόλεως ὑπάρχει μέχρι τῆς ἡμέρας αὐτῆς, ποὺ γράφονται οἱ γραμμὲς αὐτές.
- 27
καὶ οὐκ ἐξῇρε Μανασσῆ τὴν Βαιθσάν, ἥ ἐστι Σκυθῶν πόλις, οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὴν Θανὰκ οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Δὼρ οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τὸν κατοικοῦντα Βαλὰκ οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Μαγεδὼ οὐδὲ τὰ περίοικα αὐτῆς καὶ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας ᾿Ιεβλαὰμ οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς· καὶ ἤρξατο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ.
Καὶ τὸ ἥμισυ τῆς φυλῆς τοῦ Μανασσῆ δὲν ἔδιωξε τοὺς κατοίκους τῆς Βαιθσάν (αὐτὴ εἶναι ἡ Σκυθόπολις) οὔτε τοὺς κατοίκους, οἱ ὁποῖοι ἦσαν εἰς τὰ χωριά, ποὺ ἐξηρτῶντο ἀπὸ αὐτὴν καὶ ἐγειτόνευαν μὲ αὐτήν. Δὲν ἔδιωξε ἐπίσης τοὺς κατοίκους τῆς Θανὰκ οὔτε τοὺς κατοίκους, οἱ ὁποῖοι ἦσαν εἰς τὰ χωριά, ποὺ ἐξηρτῶντο ἀπὸ αὐτήν· δὲν ἔδιωξε ἐπίσης τοὺς κατοίκους τῆς πόλεως Δὼρ καὶ τοὺς κατοίκους, οἱ ὁποῖοι ἦσαν εἰς τὰ χωριά, ποὺ ἐξηρτῶντο ἀπὸ αὐτήν. Δὲν ἔδιωξε τοὺς κατοίκους τῆς Βαλὰκ οὔτε αὐτούς, οἱ ὁποῖοι ἑκατοικοῦσαν εἰς τὰ γειτονικὰ μὲ αὐτὴν χωριὰ καὶ ἐκεῖνα ποὺ ἐξηρτῶντο ἀπὸ αὐτήν. Δὲν ἔδιωξε τοὺς κατοίκους τῆς Μαγεδὼ οὔτε αὐτοὺς ποὺ ἑκατοικοῦσαν εἰς τὰ γειτονικὰ μὲ αὐτὴν χωριὰ καὶ ἐκεῖνα ποὺ ἐξηρτῶντο ἀπὸ αὐτήν. Δὲν ἔδιωξε τοὺς κατοίκους τῆς Ἰεβλαὰμ οὔτε αὐτοὺς ποὺ ἑκατοικοῦσαν εἰς τὰ γειτονικὰ μὲ αὐτὴν χωριὰ καὶ ἐκεῖνα ποὺ ἐξηρτῶντο ἀπὸ αὐτήν. Ἡ ἀμέλεια αὐτὴ τῆς φυλῆς τοῦ Μανασσῆ νὰ διώξῃ τοὺς Χαναναίους ἐνεθάρρυνε τοὺς εἰδωλολάτρες αὐτούς, ὥστε νὰ παραμείνουν καὶ νὰ κατοικοῦν εἰς τὴν περιοχὴν αὐτήν.
- 28
καὶ ἐγένετο ὅτε ἐνίσχυσεν ᾿Ισραήλ, καὶ ἐποίησε τὸν Χαναναῖον εἰς φόρον καὶ ἐξαίρων οὐκ ἐξῇρεν αὐτόν.
Ὅταν ὄμως οἱ Ἰσραηλῖται ἔγιναν ἰσχυροί, ὑπέταξαν τοὺς Χαναναίους καὶ τοὺς ἔκαμαν μόνον φόρου ὑποτελεῖς, χωρὶς νὰ τοὺς ἐξολοθρεύσουν τελείως, ὅπως τοὺς εἶχε δώσει ἐντολὴν ὁ Κύριος νὰ διώξουν ἐντελῶς τοὺς εἰδωλολάτρες ἀπὸ τὴν γῆν τῆς Ἐπαγγελίας καὶ νὰ ξεκαθαρίσουν τὴν χώραν τελείως ἀπὸ τὸ εἰδωλολατρικὸν μίασμα.
- 29
καὶ ᾿Εφραὶμ οὐκ ἐξῇρε τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζέρ· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ ἐν Γαζὲρ καὶ ἐγένετο εἰς φόρον.
Ἀλλὰ καὶ ἡ φυλὴ τοῦ Ἐφραὶμ δὲν ἔδιωξε ἀπὸ τὴν περιοχήν της τοὺς Χαναναίους, ποὺ ἑκατοικοῦσαν εἰς τὴν πόλιν Γαζέρ· δι' αὐτὸ οἱ Χαναναῖοι συνέχιζαν νὰ κατοικοῦν μεταξὺ τῶν Ἰσραηλιτῶν εἰς τὴν Γαζὲρ καὶ ἔγιναν μόνον φόρου ὑποτελεῖς εἰς τοὺς Ἰσραηλῖτες.
- 30
καὶ Ζαβουλὼν οὐκ ἐξῇρε τοὺς κατοικοῦντας Κέδρων, οὐδὲ τοὺς κατοικοῦντας Δωμανά· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτῶν καὶ ἐγένετο αὐτῷ εἰς φόρον.
Ἐπίσης ἡ φυλὴ τοῦ Ζαβουλὼν δὲν ἔδιωξε ὅσους ἑκατοικοῦσαν εἰς τὴν πόλιν Κέδρων, οὔτε αὐτοὺς ποὺ ἑκατοικοῦσαν εἰς τὴν πόλιν Λωμανά· δι' αὐτὸ οἱ Χαναναῖοι συνέχισαν νὰ κατοικοῦν μεταξὺ τῶν Ἰσραηλιτῶν καὶ ἐπλήρωναν μόνον φόρον ὑποτελείας εἰς τοὺς Ἰσραηλῖτες.
- 31
καὶ ᾿Ασὴρ οὐκ ἐξῇρε τοὺς κατοικοῦντας ᾿Ακχώ, καὶ ἐγένετο αὐτῷ εἰς φόρον, καὶ τοὺς κατοικοῦντας Δὼρ καὶ τοὺς κατοικοῦντας Σιδῶνα καὶ τοὺς κατοικοῦντας ᾿Ααλάφ, τὸν ᾿Ασχαζὶ καὶ τὸν Χελβὰ καὶ τὸν Ναΐ καὶ τὸν ᾿Ερεώ.
Ἐπίσης ἡ φυλὴ τὸν Ἀσὴρ δὲν ἔδιωξε ὅσους ἑκατοικοῦσαν εἰς τὴν πόλιν Ἀκχώ, καὶ οἱ εἰδωλολάτραι ἔγιναν μόνον φόρου ὑποτελεῖς εἰς τοὺς Ἰσραηλίτες· δὲν ἔδιωξε ἐπίσης ὅσους ἑκατοικοῦσαν εἰς τὴν πόλιν Δὼρ καὶ ὅσους ἐκατοικοῦσαν εἰς τὴν Σιδῶνα καὶ ὅσους ἐκατοικοῦσαν εἰς τὴν Ἀαλάφ, καὶ τὶς φυλὲς Ἀσχαζί, Χελβά, Ναῒ καὶ Ἐρεώ.
- 32
καὶ κατῴκησεν ὁ ᾿Ασὴρ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν, ὅτι οὐκ ἠδυνήθη ἐξᾶραι αὐτόν.
Ἔτσι ἡ φυλὴ τοῦ Ἀσὴρ ἐκατοίκησε μεταξὺ τῶν ἐντοπίων Χαναναίων, ποὺ ἐκατοικοῦσαν εἰς τὴν περιοχήν, ἐπειδὴ δὲν ἠμπόρεσε οὔτε καὶ ἐπροθυμοποιήθη νὰ διώξῃ τοὺς Χαναναίους.
- 33
καὶ Νεφθαλὶ οὐκ ἐξῇρε τοὺς κατοικοῦντας Βαιθσαμὺς καὶ τοὺς κατοικοῦντας Βαιθανάθ, καὶ κατῴκησε Νεφθαλὶ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν· οἱ δὲ κατοικοῦντες Βαιθσαμὺς καὶ τὴν Βαιθενὲθ ἐγένοντο αὐτοῖς εἰς φόρον.
Ἐπίσης ἡ φυλὴ τοῦ Νεφθαλὶ δὲν ἔδιωξε ὅσους ἐκατοικοῦσαν εἰς τὴν Βαιθσαμὺς καὶ ὅσους ἐκατοικοῦσαν εἰς τὴν Βαιθανάθ· ἔτσι ἡ φυλὴ τοῦ Νεφθαλὶ ἐγκατεστάθη μεταξὺ τῶν ἐντοπίων Χαναναίων, ποὺ ἐκατοικοῦσαν εἰς τὴν περιοχήν των. Οἱ δὲ κάτοικοι τῶν πόλεων Βαιθσαμὺς καὶ Βαιθενὲθ ἐπλήρωναν φόρον ὑποτελείας εἰς τοὺς Ἰσραηλῖτες.
- 34
καὶ ἐξέθλιψεν ὁ ᾿Αμορραῖος τοὺς υἱοὺς Δὰν εἰς τὸ ὄρος, ὅτι οὐκ ἀφῆκαν αὐτὸν καταβῆναι εἰς τὴν κοιλάδα.
Οἱ δὲ Ἀμορραῖοι ἀπώθησαν, περιώρισαν καὶ ἐπίεζαν πολὺ τοὺς ἀπογόνους τῆς φυλῆς Δάν, ποὺ ἐκατοικοῦσαν εἰς τὴν ὀρεινὴν περιοχήν, διότι δὲν τοὺς ἐπέτρεπαν νὰ κατεβαίνουν ἀπὸ ἐκεῖ εἰς τὴν πεδιάδα.
- 35
καὶ ἤρξατο ὁ ᾿Αμορραῖος κατοικεῖν ἐν τῷ ὄρει τῷ ὀστρακώδει, ἐν ᾧ αἱ ἄρκοι καὶ ἐν ᾧ αἱ ἀλώπεκες, ἐν τῷ Μυρσινῶνι καὶ ἐν Θαλαβίν· καὶ ἐβαρύνθη ἡ χεὶρ οἴκου ᾿Ιωσὴφ ἐπὶ τὸν ᾿Αμορραῖον, καὶ ἐγενήθη αὐτοῖς εἰς φόρον.
Ἀπὸ τὸ γεγονὸς αὐτὸ ἔλαβαν θάρρος οἱ Ἀμορραῖοι καὶ ἀπεφάσισαν νὰ ἐγκατασταθοῦν εἰς τὸ ὅρος τὸ γεμᾶτον ὄστρακα, εἰς τὸ ὁποῖον ὑπάρχουν ἀρκούδες καὶ ἀλεπούδες, εἰς τὸν Μυρσινώνα καὶ Θαλαβίν. Ὑπερίσχυσαν ὅμως οἱ ἀπόγονοι τῆς φυλῆς τοῦ Ἰωσήφ, ἐπεβλήθησαν εἰς τοὺς Ἀμορραίους καὶ τοὺς ἐπίεσαν, ὥστε οἰ τελευταῖοι ἔγιναν φόρου ὑποτελεῖς εἰς τοὺς Ἰσραηλίτες.
- 36
καὶ τὸ ὅριον τοῦ ᾿Αμορραίου ἀπὸ τῆς ἀναβάσεως ᾿Ακραβὶν ἀπὸ τῆς Πέτρας καὶ ἐπάνω.
Ἡ δὲ περιοχή, εἰς τὴν ὁποίαν ἐκυριαρχοῦσαν οἱ Ἀμορραῖοι, ἁπλώνετο ἀπὸ τὸν ἀνήφορον τῆς Ἀκραβίν, ἀπὸ τὴν Πέτραν, τὴν πρωτεύουσαν τῆς Ἰδουμαίας, καὶ ἐπάνω.
