Κατά Ματθαίον Ευαγγέλιο, κεφάλαιο 27
- 1
Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ ᾿Ιησοῦ ὥστε θανατῶσαι αὐτόν·
Όταν δὲ ἔγινε πρωΐ, ἔκαμαν σύσκεψιν ὅλοι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ, διὰ νὰ ἐπιτύχουν τὴν ἐκτέλεσιν τῆς θανατικῆς ποινῆς του.
- 2
καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν αὐτὸν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι.
Καὶ ἀφοῦ τὸν ἔδεσαν, τὸν ἐπῆραν ἀπ’ ἐκεῖ καὶ τὸν παρέδωκαν εἰς τὸν Πόντιον Πιλᾶτον τὸν ἡγεμόνα.
- 3
Τότε ἰδὼν ᾿Ιούδας ὁ παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις
Τότε σὰν εἶδεν ὁ Ἰούδας, ποὺ τὸν παρέδωκε μὲ προδοσίαν εἰς τοὺς Ἰουδαίους, ὅτι ὁ Ἰησοῦς κατεδικάσθη, μετεμελήθη καὶ ἐπέστρεψε τὰ τριάκοντα ἀργυρὰ νομίσματα εἰς τοὺς ἀρχιερεῖς καὶ τοὺς πρεσβυτέρους
- 4
λέγων· ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. οἱ δὲ εἶπον· τί πρὸς ἡμᾶς; σὺ ὄψει.
καὶ εἶπεν· Ἡμάρτησα παραδώσας αἷμα ἀθῷον διὰ νὰ χυθῇ.Αὐτοὶ δὲ εἶπαν· Τί μᾶς ἐνδιαφέρει αὐτό; Σὺ θὰ φροντίσῃς νὰ ἀπαλλαγῇς ἀπὸ τὴν εὐθύνην καὶ σὺ θὰ δώσῃς λόγον δι’ αὐτό.
- 5
καὶ ρίψας τὰ ἀργύρια ἐν τῷ ναῷ ἀνεχώρησε, καὶ ἀπελθὼν ἀπήγξατο.
Καὶ ἀφοῦ ἔρριψε τὰ ἀργυρᾶ νομίσματα εἰς τὸν περίβολον τοῦ ναοῦ, ἀνεχώρησε καὶ ἐπῆγε καὶ ἐπνίγη μὲ σχοινίον.
- 6
οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπον· οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστι.
Οἱ δὲ ἀρχιερεῖς, ἀφοῦ ἐπῆραν τὰ ἀργυρᾶ νομίσματα, εἶπαν· Δὲν ἐπιτρέπεται νὰ τὰ ρίψωμεν εἰς τὸ θησαυροφυλάκιον τοῦ ναοῦ ὡς ἱερὸν ἀφιέρωμα, διότι μὲ αὐτὰ ἠγοράσθη ζωὴ ἀνθρώπου καὶ ἐδόθησαν ὡς ἀμοιβὴ διὰ τὸ ἀνθρώπινον αἷμα, ποὺ μετ’ ὀλίγον θὰ χυθῇ.
- 7
συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις·
Ἀφοῦ δὲ ἔκαμαν σύσκεψιν, ἠγόρασαν μὲ αὐτὰ τὸν ἀγρὸν τοῦ κεραμιδᾶ, διὰ νὰ εἶναι τόπος ταφῆς τῶν ξένων Ἰουδαίων, ποὺ ὡς ταξιδιῶται καὶ προσκυνηταὶ ἤρχοντο εἰς τὰ Ἱεροσόλυμα.
- 8
διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος ἀγρὸς αἵματος ἕως τῆς σήμερον.
Δι’ αὐτὸ ὠνομάσθη ὁ ἀγρὸς ἐκεῖνος ἀγρὸς αἵματος μέχρι τῆς σήμερον.
- 9
τότε ἐπληρώθη τὸ ρηθὲν διὰ ῾Ιερεμίου τοῦ προφήτου λέγοντος· καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν ᾿Ισραήλ,
Τότε ἐπαλήθευσεν ἐκεῖνο, ποὺ ἐλέχθη διὰ τοῦ Ἱερεμίου τοῦ προφήτου: Καὶ ἔλαβαν τὰ τριάκοντα ἀργυρᾶ νομίσματα, τὸ ἀντίτιμον τοῦ ἀνεκτιμήτου Χριστοῦ, τοῦ ὁποίου τὸ τίμημα καὶ τὸ ποσὸν τῆς πληρωμῆς διὰ τὸν φόνον του ἐκανόνισαν μερικοὶ ἀπὸ τοὺς υἱοὺς Ἰσραήλ.
- 10
καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος.
Καὶ τὰ ἔδωκαν διὰ τὸν ἀγρὸν τοῦ κεραμίδα, καθὼς μὲ διέταξεν ὁ Κύριος.
- 11
῾Ο δὲ ᾿Ιησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων· σὺ εἶ ὁ βασιλεὺς τῶν ᾿Ιουδαίων; ὁ δὲ ᾿Ιησοῦς ἔφη αὐτῷ· σὺ λέγεις.
Ὁ δὲ Ἰησοῦς ἐστάθη ἐμπρὸς εἰς τὸν ἡγεμόνα.Καὶ τὸν ἠρώτησεν ὁ ἡγεμὼν καὶ εἶπε· Σὺ εἶσαι ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ Ἰησοῦς εἶπε· Σύ, χωρὶς νὰ ἐννοῇς καὶ τὸν πνευματικὸν χαρακτῆρα τῆς βασιλείας μου, λέγεις, ὅτι εἶμαι βασιλεὺς τῶν Ἰουδαίων.
- 12
καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ τῶν πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο.
Καὶ ὅταν τὸν κατηγοροῦν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι, δὲν ἔδωκε καμμίαν ἀπόκρισιν.
- 13
τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσι;
Τότε λέγει εἰς αὐτὸν ὁ Πιλᾶτος· Δὲν ἀκούεις, πόσα μαρτυροῦν ἐναντίον σου;
- 14
καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ρῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.
Καὶ δὲν ἀπεκρίθη εἰς αὐτὸν ὁ Ἰησοῦς οὔτε εἰς ἕνα λόγον του, ὥστε νὰ θαυμάζῃ ὁ ἡγεμὼν πάρα πολὺ διὰ τὴν γαλήνην καὶ ἀταραξίαν, τὴν ὁποίαν ἐδείκνυεν εἰς στιγμάς, ποὺ τόσον ἀσυνείδητα ἐσυκοφαντεῖτο καὶ τόσον πολὺ ἐκινδύνευεν αὐτὴ ἡ ζωή του.
- 15
Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον, ὃν ἤθελον.
Κάθε ἑορτὴν δὲ τοῦ Πάσχα συνήθιζεν ὁ ἡγεμὼν νὰ ἀφίνῃ ἐλεύθερον πρὸς χάριν τοῦ ὄχλου ἕνα φυλακισμένον, ὅποιον ἤθελεν ὁ λαός.
- 16
εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον Βαραββᾶν.
Εἶχαν δὲ τότε κάποιον φυλακισμένον ξακουστὸν διὰ τὰ ἐγκλήματά του, ποὺ ὠνομάζετο Βαραββᾶς.
- 17
συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· τίνα θέλετε ἀπολύσω ὑμῖν; Βαραββᾶν ἢ ᾿Ιησοῦν τὸν λεγόμενον Χριστόν;
Ἐνῷ λοιπὸν αὐτοὶ ἦσαν συναγμένοι, τοὺς εἶπεν ὁ Πιλᾶτος· Ποῖον θέλετε νὰ σᾶς ἐλευθερώσω; τὸν Βαραββᾶν ἢ τὸν Ἰησοῦν ποὺ λέγεται Χριστός; Καὶ προσεπάθει ἔτσι ὁ Πιλᾶτος, ἔστω καὶ μὲ τὸν τρόπον αὐτόν, νὰ σώσῃ τὸν Ἰησοῦν.
- 18
ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.
Διότι ἐγνώριζεν, ὅτι ἕνεκα φθόνου τὸν παρέδωκαν.
- 19
Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ᾿ ὄναρ δι᾿ αὐτόν.
Ἐνῷ δὲ ἐκάθητο ἐπὶ τῆς δικαστικῆς του ἕδρας, ἔστειλε πρὸς αὐτὸν ἡ γυναῖκα του καὶ τοῦ εἶπε· Μὴ ἀναλάβῃς εὐθύνας διὰ τὸν δίκαιον αὐτὸν καὶ μὴ ἔχῃς τίποτε μὲ τὸν ἀθῷον αὐτόν.Διότι πολλὰς ἀνησυχίας καὶ φόβους ἔπαθα σήμερον εἰς τὸ ὄνειρόν μου ἕνεκα αὐτοῦ.
- 20
Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ ᾿Ιησοῦν ἀπολέσωσιν.
Οἱ ἀρχιερεῖς ὅμως καὶ οἱ προεστῶτες ἔπεισαν ἐν τῷ μεταξὺ τὰ πλήθη τοῦ λαοῦ νὰ ζητήσουν τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν νὰ θανατώσουν.
- 21
ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς· τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπον· Βαραββᾶν.
Λαβὼν δὲ τὸν λόγον ὁ ἡγεμὼν εἶπεν εἰς αὐτούς· Ποῖον ἀπὸ τοὺς δύο θέλετε νὰ σᾶς ἀφήσω ἐλεύθερον; Αὐτοὶ δὲ εἶπαν· Τὸν Βαραββάν.
- 22
λέγει αὐτοῖς ὁ Πιλᾶτος· τί οὖν ποιήσω ᾿Ιησοῦν τὸν λεγόμενον Χριστόν; λέγουσιν αὐτῷ πάντες· σταυρωθήτω.
Λέγει εἰς αὐτοὺς ὁ Πιλᾶτος· Τί λοιπὸν νὰ κάμω τὸν Ἰησοῦν, ποὺ λέγεται Χριστός; Λέγουν εἰς αὐτὸν ὅλοι· Νὰ σταυρωθῇ.
- 23
ὁ δὲ ἡγεμὼν ἔφη· τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες· σταυρωθήτω.
Ὁ ἡγεμὼν ὅμως εἶπεν· Ἀλλὰ διατί; Ποῖον κακὸν ἔπραξεν; Αὐτοὶ δὲ περισσότερον ἐκραύγαζον καὶ ἔλεγον· Νὰ σταυρωθῇ.
- 24
ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου λέγων· ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου· ὑμεῖς ὄψεσθε.
Σὰν εἶδε λοιπὸν ὁ Πιλᾶτος, ὅτι καμμίαν ὠφέλειαν δὲν ἔφεραν, ἀλλ’ ὁ θόρυβος ἐγίνετο μεγαλύτερος, ἐπῆρε νερὸ καὶ ἔνιψε καλὰ τὰ χέρια του ἐμπρὸς εἰς τὸ πλῆθος καὶ εἶπεν· Εἶμαι ἀθῷος ἀπὸ τὸ αἷμα αὐτοῦ τοῦ δικαίου ἀνθρώπου.Εἰς σᾶς θὰ πέσῃ ἡ εὐθύνῃ καὶ σεῖς θὰ φροντίσετε νὰ ἀπαλλαγῆτε ἀπὸ τὴν ἐνοχὴν διὰ τὸ ἄδικον αὐτό.
- 25
καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπε· τὸ αἷμα αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.
Καὶ ἀπεκρίθη ὅλος ὁ λαὸς καὶ εἶπεν· Ἡ ἐνοχὴ καὶ ἡ εὐθύνη διὰ τὸ χύσιμον τοῦ αἵματός του ἂς ἔλθῃ ἐπάνω μας καὶ ἐπᾶνω εἰς τὰ παιδιά μας.
- 26
τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ ᾿Ιησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ.
Τότε τοὺς ἀφῆκεν ἐλεύθερον τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν, ἀφοῦ διέταξε καὶ τὸν ἐμαστίγωσαν, τὸν παρέδωκε διὰ νὰ σταυρωθῇ.
- 27
Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν ᾿Ιησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ᾿ αὐτὸν ὅλην τὴν σπεῖραν·
Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος, ἀφοῦ παρέλαβον τὸν Ἰησοῦν καὶ τὸν ὡδήγησαν εἰς τὴν ἐσωτερικὴν αὐλὴν τοῦ παλατιοῦ, ποὺ ἔμενεν ὁ ἐπιτρόπος τῆς Ρώμης, ἐμάζευσαν τριγύρω του ὅλην τὴν φρουράν.
- 28
καὶ ἐκδύσαντες αὐτὸν περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην,
Καὶ ἀφοῦ τὸν ἔγδυσαν, ἐπειδὴ ἤθελαν νὰ διακωμῳδήσουν τὰς βασιλικάς του ἀξιώσεις, τὸν ἔνδυσαν μὲ κόκκινον μανδύαν.
- 29
καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιζον αὐτῷ λέγοντες· χαῖρε ὁ βασιλεὺς τῶν ᾿Ιουδαίων·
Καὶ ἀφοῦ ἔπλεξαν στέφανον ἀπὸ ἀγκάθια, ἔβαλαν αὐτὸν ἐπὶ τῆς κεφαλῆς του ἀντὶ στέμματος καὶ τοῦ ἔδωκαν ἀντὶ σκήπτρου βασιλικοῦ κάλαμον εἰς τὴν δεξιάν του καὶ ἀφοῦ ἐγονάτισαν ἐμπρός του, τὸν ἐνέπαιζον καὶ ἔλεγον· Χαῖρε, ὦ βασιλεῦ τῶν Ἰουδαίων.
- 30
καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ.
Καὶ ἀφοῦ τὸν ἔπτυσαν, τὸν κάλαμον καὶ ἐκτυποῦσαν εἰς τὴν κεφαλήν του.
- 31
καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.
Καὶ ὅταν τὸν ἐνέπαιξαν, τοῦ ἔβγαλαν τὸν μανδύαν καὶ τὸν ἐνέδυσαν τὰ φορέματά του καὶ τὸν ἐπῆγαν διὰ νὰ τὸν σταυρώσουν.
- 32
᾿Εξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
Ὅταν δὲ ἔβγαιναν ἀπὸ τὴν πόλιν, ηὗραν ἄνθρωπον, ἀπὸ τὴν Κυρήνην καταγόμενον, ποὺ ὠνομάζετο Σίμων.Αὐτὸν ἠγγάρευσαν διὰ νὰ σηκώσῃ τὸν σταυρόν του, ἐπειδὴ ὁ Ἰησοῦς δὲν ἀντεῖχε πλέον νὰ τὸν βαστάζῃ μέχρι τέλους.
- 33
Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστι λεγόμενος κρανίου τόπος,
Καὶ ἀφοῦ ἦλθαν εἰς τόπον, ποὺ ἐλέγετο Γολγοθᾶ, ὅνομα τὸ ὁποῖον μεταφραζόμενον σημαίνει τόπος κρανίου
- 34
ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἤθελε πιεῖν.
τοῦ ἔδωκαν νὰ πίῃ ξίδι ἀναμεμιγμένον μὲ χολήν, διὰ νὰ τοῦ φέρῃ κάποιαν νάρκωσιν καὶ μὴ αἱσθανθῇ πολὺ τοὺς πόνους τῆς σταυρώσεως καὶ δυσκολευθοῦν οἱ σταυρωταὶ εἰς τὴν ἐκτέλεσίν της.Καὶ ἀφοῦ τὸ ἐδοκίμασε, δὲν ἤθελε νὰ τὸ πίῃ.
- 35
σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βαλόντες κλῆρον,
Ὅταν δὲ τὸν ἐσταύρωσαν, διεμοίρασαν τὰ ἐνδύματά του ρίψαντες λαχνόν,
- 36
καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ.
καὶ ἐκάθηντο καὶ τὸν ἐφύλατταν ἐκεῖ.
- 37
καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· οὗτός ἐστιν ᾿Ιησοῦς ὁ βασιλεὺς τῶν ᾿Ιουδαίων.
Καὶ ἐτοποθέτησαν ἐπάνω ἀπὸ τὴν κεφαλήν του τὴν κατηγορίαν τοῦ γραμμένην· Αὐτὸς εἶναι ὁ Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων.
- 38
Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων.
Τότε σταυρώνονται μαζί του δύο λῃσταί, ὁ ἕνας ἀπὸ τὰ δεξιὰ καὶ ὁ ἄλλος ἀπὸ τὰ ἀριστερά του.
- 39
Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν
Ἐκεῖνοι δὲ ποὺ ἐπερνοῦσαν κοντά, τὸν ἐβλασφήμουν καὶ ἐκείνουν μὲ περιφρόνησιν καὶ κακίαν τὰς κεφαλάς των
- 40
καὶ λέγοντες· ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν! σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.
λέγοντες· Σὺ ποὺ θὰ ἐκρήμνιζες τὸν ναὸν καὶ εἰς τρεῖς ἡμέρας θὰ τὸν οἰκοδομοῦσες, σῶσε τώρα τὸν ἑαυτόν σου.Ἐὰν εἶσαι υἱὸς τοῦ Θεοῦ, κατέβα ἀπὸ τὸν σταυρόν.
- 41
ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων καὶ Φαρισαίων ἔλεγον·
Κατὰ παρόμοιον δὲ τρόπον καὶ οἱ ἀρχιερεῖς τὸν περιέπαιζαν μαζὶ μὲ τοὺς γραμματεῖς καὶ τοὺς προεστοὺς καὶ τοὺς Φαρισαίους καὶ ἔλεγον·
- 42
ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ βασιλεὺς ᾿Ισραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ᾿ αὐτῷ·
Ἄλλους ἔσωσε μὲ τὰ ἀγυρτικά του θαύματα· τὸν ἑαυτόν του δὲν δύναται νὰ τὸν σώσῃ.Ἐὰν εἶναι βασιλεὺς τοῦ Ἰσραήλ, τοῦ εὐλογημένου δηλαδὴ λαοῦ τοῦ Θεοῦ, ἂς καταβῇ ἀπὸ τὸν σταυρὸν καὶ θὰ τὸν πιστεύσωμεν.
- 43
πέποιθεν ἐπὶ τὸν Θεόν, ρυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν· εἶπε γὰρ ὅτι Θεοῦ εἰμι υἱός.
Ἔχει στηρίξει τὰς ἐλπίδας του καὶ τὴν πεποίθησίν του εἰς τὸν Θεόν.Ἂς τὸν γλυτώσῃ τώρα, ἐὰν πράγματι τὸν θέλῃ ὁ Θεός.Διότι εἶπεν,ὅτι εἶμαι υἱὸς τοῦ Θεοῦ.
- 44
τὸ δ᾿ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ ὠνείδιζον αὐτόν.
Τὸ ἴδιο δὲ καὶ οἱ λῃσταί, ποὺ ἐσταυρώθησαν μαζί του, τὸν ὕβριζαν.
- 45
᾿Απὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης.
Ἀπὸ τὴν δωδεκάτην δὲ ὤραν ἔγινε σκοτάδι εἰς ὅλην τὴν γῆν ἕως τάς τρεῖς τὸ ἀπογεῦμα.
- 46
περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ ᾿Ιησοῦς φωνῇ μεγάλῃ λέγων· ἠλὶ ἠλί, λιμᾶ σαβαχθανί; τοῦτ᾿ ἔστι, Θεέ μου Θεέ μου, ἱνατί με ἐγκατέλιπες;
Κατὰ δὲ τὴν τρίτην ἀπογευματινὴν ὥραν ἐφώναξεν ὁ Ἰησοῦς μὲ φωνὴν μεγάλην καὶ εἶπεν· Ἠλί, ἠλί, λιμᾶ σαβαχθανί; Τοῦτ’ ἔστι, Θεέ μου, Θεέ μου, διατὶ μὲ ἐγκατέλιπες;
- 47
τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων ἀκούσαντες ἔλεγον ὅτι ᾿Ηλίαν φωνεῖ οὗτος.
Μερικοὶ δὲ ἀπὸ ἐκείνους, ποὺ ἐστέκοντο ἐκεῖ καὶ δὲν ἐγνώριζαν τὴν ἀραμαϊκὴν γλῶσσαν, ὅταν ἤκουσαν αὐτό, ἔλεγαν ὅτι τὸν Ἠλίαν φωνάζει οὗτος.
- 48
καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν.
Καὶ ἀμέσως ἕνας ἀπὸ αὐτοὺς ἔτρεξε καὶ ἐπῆρεν ἕνα σφουγγάρι καὶ ἀφοῦ τὸ ἐβούτηξε εἰς τὸ ξίδι, τὸ ἐτύλιξεν εἰς ἕνα καλάμι καὶ προσεπάθει νὰ τὸν ποτίσῃ.
- 49
οἱ δὲ λοιποὶ ἔλεγον· ἄφες ἴδωμεν εἰ ἔρχεται ᾿Ηλίας σώσων αὐτόν.
Οἱ ὑπόλοιποι ὅμως ἔλεγον· Ἄφησε νὰ ἴδωμεν, ἐὰν θὰ ἔλθῃ ὁ Ἠλίας νὰ τὸν σώσῃ.
- 50
ὁ δὲ ᾿Ιησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα.
Ὁ δὲ Ἰησοῦς ἀφοῦ πάλιν ἐφώναξε μὲ φωνὴν μεγάλην, ἀφῆκε μόνος του καὶ θεληματικῶς νὰ φύγῃ ἐκ τοῦ σώματος ἡ ψυχή του.
- 51
Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν,
Καὶ ἰδοὺ τὸ παραπέτασμα, ποὺ ἐχώριζεν εἰς τὸν ναὸν τὰ Ἅγια ἀπὸ τὰ Ἅγια τῶν Ἁγίων, ἐσχίσθη εἰς τὰ δύο, ἀπὸ ἐπάνω ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθῃ καὶ αἱ πέτραι εἰς τὴν περιφέρειαν τῆς Ἱερουσαλὴμ ἐσχίσθησαν ἐξ αἰτίας τοῦ σεισμοῦ,
- 52
καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη,
καὶ τὰ μνημεῖα, ποὺ ἦσαν εἰς τοὺς σχισθέντας βράχους, ἠνοίχθησαν καὶ ἀπὸ τὰ ἀνοιχθέντα τὴν στιγμὴν αὐτὴν μνημεῖα πολλὰ σώματα τῶν πεθαμένων ἁγίων ἀνεστήθησαν, ὅταν μετὰ τρεῖς ἡμέρας ἀνεστήθη πρῶτος ὁ Χριστός,
- 53
καὶ ἐξελθόντες ἐκ τῶν μνημείων, μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς.
καὶ ἀφοῦ ἐξῆλθον ἀπὸ τὰ μνημεῖα μετὰ τὴν Ἀνάστασίν του, ἐμβῆκαν εἰς τὴν ἁγίαν πόλιν καὶ ἐφανερώθησαν εἰς πολλούς.
- 54
῾Ο δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾿ αὐτοῦ τηροῦντες τὸν ᾿Ιησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος.
Ὁ δὲ ἑκατόνταρχος καὶ ἐκεῖνοι, ποὺ μαζί του ἐφύλατταν τὸν Ἰησοῦν, ὅταν εἶδαν τὸν σεισμὸν καὶ ὅσα ἔγιναν, ἐφοβήθησαν πολὺ καὶ ἔλεγον· Πράγματι αὐτὸς ἦτο Υἱὸς Θεοῦ.
- 55
῏Ησαν δὲ ἐκεῖ καὶ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ ᾿Ιησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ·
Ἦσαν δὲ ἐκεῖ καὶ γυναῖκες πολλαί, ποὺ ἀπὸ μακρυὰ παρετήρουν.Αὐταὶ ἠκολούθησαν τὸν Ἰησοῦν ἀπὸ τὴν Γαλιλαῖαν καὶ τὸν ὑπηρετοῦσαν·
- 56
ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ τοῦ ᾿Ιακώβου καὶ ᾿Ιωσῆ μήτηρ, καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.
μεταξὺ τῶν ὁποίων ἦσαν ἡ Μαρία ἡ Μαγδαληνή, καὶ ἡ Μαρία ἡ μητέρα τοῦ Ἰακώβου καὶ τοῦ Ἰωσῆ, καὶ ἡ μητέρα τῶν υἱῶν Ζεβεδαίου.
- 57
᾿Οψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ ᾿Αριμαθαίας, τοὔνομα ᾿Ιωσήφ, ὃς καὶ αὐτὸς ἐμαθήτευσε τῷ ᾿Ιησοῦ·
Ὅταν δὲ ἐπροχώρησε τὸ δειλινόν, ἦλθε κάποιος ἄνθρωπος πλούσιος, καταγόμενος ἀπὸ τὴν Ἀριμαθαίαν, ὀνομαζόμενος Ἰωσήφ, ὁ ὁποῖος καὶ αὐτὸς ὑπῆρξε μαθητὴς τοῦ Ἰησοῦ.
- 58
οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ ᾿Ιησοῦ. τότε ὁ Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι τὸ σῶμα.
Αὐτός, ἀφοῦ πρόσηλθεν εἰς τὸν Πιλᾶτον, ἐζήτησε τὸ σῶμα τοῦ Ἰησοῦ.Τότε ὁ Πιλᾶτος διέταξε νὰ δοθῇ τοῦτο.
- 59
καὶ λαβὼν τὸ σῶμα ὁ ᾿Ιωσὴφ ἐνετύλιξεν αὐτὸ σινδόνι καθαρᾷ,
Καὶ ἀφοῦ ἐπῆρεν ὁ Ἰωσὴφ τὸ σῶμα, τὸ ἐτύλιξεν εἰς σινδόνα καθαρὰν καὶ ἀμεταχείριστον
- 60
καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν.
καὶ τὸ ἔβαλεν εἰς τὸ καινούργιο μνημεῖον του, τὸ ὁποῖον εἶχε σκαλίσει εἰς τὸν βράχον.Καὶ ἀφοῦ ἐκύλισε μεγάλον λίθον εἰς τὴν θύραν τοῦ μνημείου, ἔφυγεν.
- 61
῏Ην δὲ ἐκεῖ Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία, καθήμεναι ἀπέναντι τοῦ τάφου.
Ἦτο δὲ ἐκεῖ ἡ Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία, αἱ ὁποῖαι ἐκάθηντο ἀπέναντι ἀπὸ τὸν τάφον.
- 62
Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον
Τὴν ἄλλην δὲ ἡμέραν, ἡ ὁποία ἐπακολουθεῖ μετὰ τὴν Παρασκευήν, ἐμαζεύθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πλησίον τοῦ Πιλάτου
- 63
λέγοντες· κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.
καὶ εἶπαν· Κύριε, ἐνεθυμήθημεν, ὅτι ἐκεῖνος ὁ λαοπλάνος εἶπεν, ὅταν ἀκόμη ἔζῃ· Μετὰ τρεῖς ἡμέρας ἀπὸ τοῦ θανάτου μου ἀνασταίνομαι.
- 64
κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ νυκτὸς κλέψωσιν αὐτὸν καὶ εἴπωσι τῷ λαῷ, ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.
Πρόσταξε λοιπὸν νὰ ἀσφαλισθῇ ὁ τάφος μέχρι τῆς τρίτης ἡμέρας, μήπως ἔλθουν οἱ μαθηταί του ἐν καιρῷ νυκτὸς καὶ κλέψουν αὐτὸν καὶ εἶπουν εἰς τὸν λαόν, ὅτι ἀνέστη ἀπὸ τῶν νεκρῶν.Καὶ θὰ εἶναι ἡ τελευταία αὐτὴ πλάνη τοῦ λαοῦ χειροτέρα ἀπὸ τὴν πρώτην, ποὺ τὸν ἐπίστευσαν ὡς Μεσσίαν.
- 65
ἔφη αὐτοῖς ὁ Πιλᾶτος· ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε.
Εἶπεν εἰς αὐτοὺς ὁ Πιλᾶτος· Λάβετε φρουράν· πηγαίνετε καὶ ἀσφαλίσατε μόνοι σας τὸν τάφον, καθὼς σεῖς ξεύρετε.
- 66
οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.
Αὐτοὶ δὲ ἀφοῦ ἐπῆγαν ἠσφάλισαν τὸν τάφον.Ἔβαλαν δηλαδὴ σφραγῖδας εἰς τὸν λίθον, ποὺ ἐσκέπαζε τὸ μνημεῖον.Καὶ ἐτοποθέτησαν τὴν φρουράν.
