Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΗΣΑΪΑΣ

Ησαΐας, κεφάλαιο 63

19 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (66)
  1. 1

    ΤΙΣ οὗτος ὁ παραγενόμενος ἐξ ᾿Εδώμ, ἐρύθημα ἱματίων ἐκ Βοσόρ, οὕτως ὡραῖος ἐν στολῇ βίᾳ μετὰ ἰσχύος; ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου.

    Ποῖος εἶναι, αὐτός, ὁ ὁποῖος ἦλθεν ἀπὸ τὴν ἐκπροσωποῦσαν τοὺς ἐχθροὺς τῆς νέας Ἱερουσαλὴμ Ἰδουμαίαν, ἐκ τῆς πόλεως Βοσὸρ μὲ κόκκινα ἱμάτια; Ποῖος εἶναι ὁ τόσον πολὺ ὡραῖος μὲ στολὴν πολεμικήν, βαδίζων ἐσπευσμένως καὶ μὲ δύναμιν; Ἐγὼ εἶμαι ὁ κηρύττων δικαιοσύνην καὶ δύναμαι νὰ ἀποδίδω αὐτὴν εἰς τοὺς ἀδικουμένους καὶ νὰ σώζω αὐτούς.

  2. 2

    διατί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ;

    Διατὶ εἶναι κόκκινα τὰ ἱμάτιά σου καὶ τὰ ἐνδύματά σου ὡσὰν ἐκείνου, ὁ ὁποῖος πατεῖ σταφυλὰς εἰς ληνόν;

  3. 3

    πλήρης καταπεπατημένης, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ᾿ ἐμοῦ, καὶ κατεπάτησα αὐτοὺς ἐν θυμῷ μου καὶ κατέθλασα αὐτοὺς ὡς γῆν καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν.

    Ναί· εἶμαι γεμᾶτος ἀπὸ χυμοὺς καταπεπατημένης ληνοῦ.Καὶ δὲν ὑπῆρχε κανεὶς μαζί μου ἀπὸ τὰ ἐμμένοντα εἰς τὴν εἰδωλολατρίαν ἔθνη· τοὺς κατεπάτησα δὲ μὲ ὀργὴν καὶ τοὺς συνεπίεσα καὶ τοὺς συνέτριψα ὡσὰν χῶμα καὶ ἔχυσα τὸ αἷμα των εἰς τὴν γῆν.

  4. 4

    ἡμέρα γὰρ ἀνταποδόσεως ἐπῆλθεν αὐτοῖς, καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστι.

    Ἔπαθαν δὲ ὅλα αὐτὰ ἐκεῖνοι, διότι ἦλθεν ἐπ' αὐτοὺς ἡμέρα ἐκδικήσεως καὶ τιμωρίας, καὶ ὁ καιρὸς τῆς λυτρώσεως καὶ ἀπελευθερώσεως ἤρχισε διὰ τοὺς καταπιεζομένους καὶ εἰς Ἐμὲ ἐλπίζοντας.

  5. 5

    καὶ ἐπέβλεψα, καὶ οὐδεὶς βοηθός· καὶ προσενόησα, καὶ οὐθεὶς ἀντελαμβάνετο· καὶ ἐρρύσατο αὐτοὺς ὁ βραχίων μου, καὶ ὁ θυμός μου ἐπέστη.

    Καὶ ἔρριψα τὰ βλέμματά μου καὶ εἶδον ὅτι δὲν ὑπῆρχε κανεὶς βοηθός.Καὶ ἐπρόσεξα καλὰ καὶ ἀντελήφθην ὅτι κανεὶς δὲν ὑπεστήριζε καὶ δὲν ἐνίσχυε.Καὶ τότε ὁ βραχίων μου καὶ ἡ ἀκαταμάχητος δύναμίς μου ἠλευθέρωσε τοὺς καταπιεζομένους τούτους· συγχρόνως δὲ ὁ θυμός μου ἐξέσπασε κατὰ τῶν ἐχθρῶν.

  6. 6

    καὶ κατεπάτησα αὐτοὺς τῇ ὀργῇ μου καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν. -

    Καὶ τοὺς κατεπάτησα ἐν τῇ ὀργῇ μου καὶ ἔχυσα τὸ αἷμα των εἰς τὴν γῆν.

  7. 7

    Τὸν ἔλεον Κυρίου ἐμνήσθην, τὰς ἀρετὰς Κυρίου ἐν πᾶσιν, οἷς ἡμῖν ἀνταποδίδωσι· Κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ ᾿Ισραήλ, ἐπάγει ἡμῖν κατὰ τὸ ἔλεος αὐτοῦ καὶ κατὰ τὸ πλῆθος τῆς δικαιοσύνης αὐτοῦ.

    Τὸ ἔλεος τοῦ Κυρίου θὰ ἐνθυμηθῶ εὐγνωμόνως· τὰ ἄξια δοξολογίας καὶ αἴνου ἀνδραγαθήματα τοῦ Κυρίου, ἅτινα ἐνήργησεν εἰς ὅλα, ὅσα μᾶς εὐεργετεῖ ὁ Κύριος εἶναι κριτὴς ἀγαθὸς καὶ ἐπιεικὴς πρὸς τὸν οἶκον Ἰσραήλ· ἐνεργεῖ καὶ συμπεριφέρεται πρὸς ἡμᾶς σύμφωνα μὲ τὸ ἔλεός Του καὶ κατὰ τὸ πλῆθος τῆς ὲν δικαιοσύνῃ εὐσπλαγχνίας Του.

  8. 8

    καὶ εἶπεν· οὐχ ὁ λαός μου τέκνα οὐ μὴ ἀθετήσωσι; καὶ ἐγένετο αὐτοῖς εἰς σωτηρίαν

    Καὶ εἶπεν ὁ Κύριος: Δὲν εἶναι ὁ Ἰσραήλ, ὁ ἐκλεκτός μου λαός, τέκνα μου; Θὰ μὲ ἀρνηθοῦν λοιπόν; Καὶ ὁ Κύριος ἔγινε δι’ αὐτοὺς σωτήρ.

  9. 9

    ἐκ πάσης θλίψεως αὐτῶν. οὐ πρέσβυς οὐδὲ ἄγγελος, ἀλλ᾿ αὐτὸς Κύριος ἔσωσεν αὐτοὺς διὰ τὸ ἀγαπᾶν αὐτοὺς καὶ φείδεσθαι αὐτῶν· αὐτὸς ἐλυτρώσατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος.

    Ἀπὸ πᾶσαν θλῖψιν των τοὺς ἔσωσεν.Οὐχὶ ἀπεσταλμένος τις, οὔτε ἄγγελος, ἀλλ’ ὁ ἴδιος ὁ Κύριος τοὺς ἔσωσεν, ὄχι δι’ ἄλλον τινὰ λόγον, ἀλλὰ μόνον διότι τοὺς ἠγάπα καὶ τοὺς ἐλυπεῖτο· Αὐτὸς τοὺς ἠλευθέρωσε καὶ τοὺς ἔλαβεν εἰς τὴν ἀγκάλην Του καὶ τοὺς ἐσήκωσεν ὑψηλὰ ὅλας τὰς ἡμέρας του ἐπὶ μακροὺς αἰῶνας ἐθνικοῦ των βίου.

  10. 10

    αὐτοὶ δὲ ἠπείθησαν καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον αὐτοῦ· καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν, καὶ αὐτὸς ἐπολέμησεν αὐτούς.

    Αὐτοὶ ὅμως ἠπείθησαν καὶ παρώργισαν τὸ Πνεῦμα Του τὸ Ἅγιον.Καὶ μετεστράφη κατ' αὐτῶν εἰς ἐχθρόν, καὶ Αὐτός, ὁ πρότερον τοσούτον ἀγαπήσας αὐτούς, τοὺς ἐπολέμησε.

  11. 11

    καὶ ἐμνήσθη ἡμερῶν αἰωνίων ὁ ἀναβιβάσας ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων· ποῦ ἔστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον;

    Καὶ ἐνεθυμήθη συντετριμμένος ὁ Ἰσραὴλ ἡμέρας παλαιάς.Ποὺ εἶναι Ἐκεῖνος, ὁ Ὁποῖος ἀνεβίβασεν ἐκ τῆς χώρας Χωρὴβ εἰς τὴν Αἴγυπτον τὸν Μωϋσῆν, ποὺ ἦτο ποιμὴν προβάτων; Ποὺ εἶναι Ἐκεῖνος, ὁ Ὁποῖος ἔστειλεν εἰς αὐτούς «τοὺς Ἰσραηλίτας» τὸ Πνεῦμα τὸ Ἅγιον;

  12. 12

    ὁ ἀγαγὼν τῇ δεξιᾷ Μωυσῆν, ὁ βραχίων τῆς δόξης αὐτοῦ; κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ ποιῆσαι ἑαυτῷ ὄνομα αἰώνιον.

    Ποὺ εἶναι Αὐτός, ὁ Ὁποῖος διὰ τῆς δεξιᾶς του ὠδήγησε τὸν Μωϋσῆν, διὰ τοῦ ὁποίου ἐξεδηλώθη ὁ ἔνδοξος βραχίων Του; Ὑπερίσχυσε καὶ κατενίκησε τὸ ὕδωρ, ὅταν ἐνεφανίσθη ὁ Μωϋσῆς, διὰ νὰ κάμῃ δι’ αὐτοῦ ὁ Θεὸς εἰς Ἑαυτὸν ὄνομα αἰώνιον καὶ ἀθάνατον.

  13. 13

    ἤγαγεν αὐτοὺς διὰ τῆς ἀβύσσου ὡς ἵππον δι᾿ ἐρήμου, καὶ οὐκ ἐκοπίασαν.

    Ὠδήγησεν αὐτοὺς διὰ μέσου τῆς θαλάσσης, ὡσὰν ἵππον τρέχοντα ἀνεμποδίστως διὰ μέσου ἐρήμου καὶ ἀναπεπταμένης πεδιάδος, καὶ δὲν ἐκοπίασαν.

  14. 14

    καὶ ὡς κτήνη διὰ πεδίου, κατέβη πνεῦμα παρὰ Κυρίου καὶ ὡδήγησεν αὐτούς· οὕτως ἥγαγες τὸν λαόν σου ποιῆσαι σεαυτῷ ὄνομα δόξης. -

    Καὶ ὅπως ὁδηγεῖ ποιμήν τις ποίμνιον διὰ μέσου πεδιάδος, οὕτως ὠδήγησεν αὐτοὺς ὁ Θεός.Κατέβη προστατευτικὸν πνεῦμα ἀπὸ τὸν Κύριον καὶ ὠδήγησεν αὐτούς.Οὕτως ὠδήγησες τὸν λαόν Σου, διὰ νὰ δημιουργήσῃς διὰ τὸν Ἑαυτόν σου ὄνομα ἔνδοξον.

  15. 15

    ᾿Επίστρεψον ἐκ τοῦ οὐρανοῦ καὶ ἰδὲ ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης· ποῦ ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς σου; ποῦ ἐστι τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου, ὅτι ἀνέσχου ἡμῶν;

    Ἐπίστρεψε πάλιν ἀπὸ τὸν οὐρανὸν καὶ ἴδε ἀπὸ τὸν ἅγιον καὶ ἔνδοξον οἶκον Σου τὴν θλῖψιν καὶ ταπείνωσίν μας.Ποὺ εἶναι ὁ παλαιὸς Σου ζῆλος καὶ ἡ δύναμίς Σου, μὲ τὰ ὁποῖα μᾶς ἐπροστάτευες; Ποὺ εἶναι τὸ πλῆθος τοῦ ἐλέους Σου καὶ τῶν οἰκτιρμῶν Σου, διότι ἄλλοτε ἔδειξες μεγάλην ἀνοχὴν εἰς ἠμᾶς;

  16. 16

    σὺ γὰρ εἶ πατὴρ ἡμῶν, ὅτι ῾Αβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ ᾿Ισραὴλ οὐκ ἐπέγνω ἡμᾶς, ἀλλὰ σύ, Κύριε, πατὴρ ἡμῶν· ρῦσαι ἡμᾶς, ἀπ᾿ ἀρχῆς τὸ ὄνομά σου ἐφ᾿ ἡμᾶς ἐστι.

    Διότι σὺ εἶσαι ὁ πατήρ μας, ὁ κτίστης μας καὶ δημιουργὸς τῆς ἐθνικῆς ὑποστάσεώς μας.Διότι ὁ Ἀβραὰμ εἶναι πολὺ προγενέστερός μας καὶ δὲν μᾶς ἐγνώρισε· καὶ ὁ Ἰσραὴλ δὲν μᾶς ἠξεύρει ὡς ἀπογόνους του.Ἀλλὰ Σύ, Κύριε, εἶσαι ὁ πατήρ μας.Γλύτωσέ μας, ἐλευθέρωσέ μας· ἀνέκαθεν φέρομεν τὸ ὄνομά Σου, καὶ εἶναι τοῦτο γραμμένον ἐφ’ ἠμῶν ὡς ἐπὶ κτήματος καὶ κληρονομίας Σου.

  17. 17

    τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνα τὰς καρδίας ἡμῶν τοῦ μὴ φοβεῖσθαί σε; ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου,

    Διατὶ παρεχώρησες νὰ ἀποπλανηθῶμεν, Κύριε, ἀπὸ τὴν ὁδὸν τῶν ἐντολῶν Σου; Διατὶ ἐπέτρεψες νὰ σκληρυνθοῦν αἱ καρδίαι μας, ὥστε νὰ μὴ Σὲ φοβούμεθα; Γύρισε πάλιν δι’ ἠμᾶς, ποὺ ὑπήρξαμεν δοῦλοι Σου, διὰ τὸν πληθυνθέντα εἰς φυλὰς λαόν, τὸν ὁποῖον ἐξεχώρισες ἀπὸ τὰ ἄλλα ἔθνη ὡς κλῆρον καὶ ὡς κτῆμα Σου.

  18. 18

    ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου, οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου.

    Ἐπίστρεψε, Κύριε, διὰ νὰ κληρονομήσωμεν καὶ ἡμεῖς, οἱ κατὰ σάρκα ἀπόγονοι τοῦ Ἰσραήλ, μικρὸν ἔστω τμῆμα τοῦ ἁγίου Σου ὄρους, διότι οἱ ὑπεναντίοι καὶ ἐχθροί μας κατεπάτησαν τὸν ἅγιόν Σου Ναόν.

  19. 19

    ἐγενόμεθα ὡς τὸ ἀπ᾿ ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ᾿ ἡμᾶς.

    Ἐγίναμεν ὅπως ἤμεθα ἀπ’ ἀρχῆς, ὅτε δὲν μᾶς ἐκυβέρνας Σὺ καὶ δὲν ἦσο ὁ ἄρχων μας, οὔτε ὠνομάζετο τὸ ὄνομά Σου ἐφ’ ἡμῶν ὡς λαοῦ ἰδικοῦ Σου καὶ ὡς ἰδιοκτησίας Σου.