Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΗΣΑΪΑΣ

Ησαΐας, κεφάλαιο 6

13 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (66)
  1. 1

    ΚΑΙ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν ᾿Οζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ.

    Καὶ συνέβη κατὰ τὸ ἔτος ἐκεῖνο, κατὰ τὸ ὁποῖον ἀπέθανεν ὁ βασιλεὺς Ὀζίας, εἶδον διὰ τῶν ὀφθαλμῶν τῆς διανοίας, ἐν ἐκστάσει προφητικῇ, τὸν Κύριον νὰ κάθηται ἐπὶ θρόνου ὑψηλοῦ καὶ σηκωμένου ἐπάνω· καὶ εἶδον ἀκόμη νὰ εἶναι γεμᾶτος ἀπὸ τὴν ἀπερίγραπτον θείαν δόξαν ὁ ἐν οὐρανοῖς Ναὸς αὐτοῦ.

  2. 2

    καὶ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί, καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὸ πρόσωπον, ταῖς δὲ δυσὶ κατεκάλυπτον τοὺς πόδας καὶ ταῖς δυσὶν ἐπέταντο.

    Καὶ Σεραφίμ, δυνάμεις ἀγγελικαί, παρίσταντο τριγύρω ἀπὸ τὸν θρόνον· ἓξ πτέρυγες ὑπῆρχον εἰς τὸ ἓν καὶ ἓξ πτέρυγες ὑπῆρχον εἰς τὸ καθένα· καὶ μὲ τὰς δύο μὲν πτέρυγας ἐσκέπαζαν τελείως τὸ πρόσωπον, μὲ τὰς δύο δὲ ἐσκέπαζαν τοὺς πόδας καὶ μὲ τὰς ἄλλας δύο ἐπετοῦσαν.

  3. 3

    καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον· ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.

    Καὶ ἐφωναζε δυνατὰ ὁ ἕνας εἰς τὸν ἄλλον καὶ ἔλεγαν: Ἅγιος, ἅγιος, ἅγιος εἶναι ὁ παντοκράτωρ Κύριος, γεμάτη εἶναι ὅλη ἡ γῆ ἀπὸ τὴν δόξαν του.

  4. 4

    καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς, ἧς ἐκέκραγον, καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ.

    Καὶ ἐπετάχθη ἐπάνω τὸ ὑπὲρ τὴν θύραν τοῦ Ναοῦ γεῖσον ἀπὸ τὴν φωνήν, ποὺ ἐφώναζαν, καὶ ὁ Ναὸς ἐγέμισεν ἀπὸ καπνόν.

  5. 5

    καὶ εἶπον· ὦ τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ καὶ τὸν βασιλέα Κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου.

    Καὶ εἶπον: Ὦ ταλαίπωρος ἐγώ, διότι ἔχω βαθύτατα συγκινηθῇ καὶ συνταραχθῇ ἀπὸ τὴν συνείδησίν μου.Ἐνῷ εἶμαι ἄνθρωπος καὶ ἔχω ἀκάθαρτα χείλη καὶ κατοικῶ ἐν μέσῳ λαοῦ, ποὺ ἔχει χείλη ἀκάθαρτα, καὶ συνεπῶς οὔτε ἐγώ, οὔτε ὁ λαὸς αὐτὸς εἴμεθα ἄξιοι νὰ ὑμνοῦμεν τὸν Κύριον, ὅπως τὸν ὑμνοῦν τὰ Σεραφείμ, καὶ ὅμως εἶδον μὲ τὰ μάτια μου τὸν βασιλέα Κύριον τῶν δυνάμεων.

  6. 6

    καὶ ἀπεστάλη πρός με ἓν τῶν Σεραφίμ, καὶ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου,

    Καὶ ἀπεστάλη πρὸς ἐμὲ ἀπὸ τὸν Κύριον ἓν ἀπὸ τὰ Σεραφεὶμ καὶ εἶχεν εἰς τὴν χεῖρα του ἀναμμένον ἄνθρακα, τὸν ὁποῖον διὰ τῆς λαβίδος ἔλαβεν ἀπὸ τὸ θυσιαστήριον,

  7. 7

    καὶ ἥψατο τοῦ στόματός μου καὶ εἶπεν· ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου καὶ ἀφελεῖ τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ.

    καὶ ἤγγισε τὸ στόμα μου καὶ εἶπεν: Ἰδοὺ αὐτὸ ἤγγισε τὰ χείλη σου καὶ θὰ ἀφαιρέσῃ τὰς ἀνομίας σου καὶ θὰ καθαρίσῃ τελείως τὰς ἁμαρτίας σου.

  8. 8

    καὶ ἤκουσα τῆς φωνῆς Κυρίου λέγοντος· τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα· ἰδοὺ ἐγώ εἰμι· ἀπόστειλόν με.

    Καὶ ἤκουσα μὲ τὰ ἴδια μου τὰ αὐτιὰ τὴν φωνὴν τοῦ Κυρίου, ποὺ ἔλεγε: Ποῖον νὰ ἀποστείλω, καὶ ποῖος θὰ ὑπάγῃ πρὸς τὸν λαὸν αὐτόν; Καὶ εἶπα: Ἰδοὺ ἐγὼ εἶμαι πρόθυμος νὰ ὑπάγω.Ἀπόστειλέ με.

  9. 9

    καὶ εἶπε· πορεύθητι καὶ εἰπὸν τῷ λαῷ τούτῳ· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε·

    Καὶ εἶπεν ὁ Κύριος: Πήγαινε καὶ εἰπὲ εἰς τὸν λαὸν αὐτόν· συνεχῶς θὰ ἀκούετε καὶ δὲν θὰ ἐννοῆτε, καὶ θὰ ἰδῆτε μὲ τὰ μάτια τοῦ σώματος ἐπανειλημμένως καὶ δὲν θὰ ἴδητε.

  10. 10

    ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς.

    Διότι ἐχόνδρυνε καὶ ἐσκληρύνθη ἡ καρδία τοῦ λαοῦ αὐτοῦ, καὶ μὲ τὰ αὐτιὰ τῆς ψυχῆς των ἤκουσαν βαρεῖα καὶ ἔκλεισαν τὰ μάτια τῆς διανοίας των, μήπως ἴδουν μὲ τὰ μάτια αὐτὰ καὶ ἀκούσουν μὲ τὰ αὐτιὰ καὶ μὲ τὴν καρδίαν των ἐννοήσουν καὶ ἐπιστρέψουν μετανοοῦντες καὶ ἰατρεύσω αὐτούς.

  11. 11

    καὶ εἶπα· ἕως πότε Κύριε; καὶ εἶπεν· ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος.

    Καὶ εἶπα: Ἕως πότε, Κύριε, θὰ διαρκέσῃ ἡ πώρωσις αὐτή: Καὶ ἀπεκρίθη ὁ Κύριος: Ἕως ὅτου ὑπὸ ἐπιδρομῆς τίνος ἐχθρικῆς ἐρημωθοῦν αἱ πόλεις, διότι δὲν θὰ κατοικοῦνται, καθὼς ἐπίσης καὶ τὰ σπίτια, διότι δὲν θὰ ὑπάρχουν ἄνθρωποι, καὶ ἡ καλλιεργημένη γῆ θὰ ἐγκαταλειφθῇ ἔρημος καὶ ἀκαλλιέργητος.

  12. 12

    καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, καὶ πληθυνθήσονται οἱ ἐγκαταλειφθέντες ἐπὶ τῆς γῆς·

    Καὶ μετὰ ταῦτα θὰ ἀπομακρύνῃ ἐξαποστέλλων εἰς χώρας μακρινὰς ὁ Θεὸς τοὺς ἀνθρώπους, καὶ θὰ πληθυνθοῦν ἐκεῖνοι, οἱ ὁποῖοι θὰ ἐγκαταλειφθοῦν ὀπίσω εἰς τὴν πάτριον γῆν.

  13. 13

    καὶ ἔτι ἐπ᾿ αὐτῆς ἔστι τὸ ἐπιδέκατον, καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινθος καὶ ὡς βάλανος, ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς.

    Καὶ ἀκόμη ἐπὶ τῆς χώρας ὑπάρχει τὸ δέκατον τοῦ πληθυσμοῦ καὶ πάλιν αὐτὸ θὰ εἶναι εἰς καταβόσκησιν καὶ εἰς ἐρήμωσιν σὰν τὴν τερέβινθον, ποὺ μαδοῦν τὰ φύλλα της, καὶ σὰν τὴν βάλανον, ὅταν πέσῃ ἔξω ἀπὸ τὴν θήκην καὶ τὸ περίβλημά της.