Ησαΐας, κεφάλαιο 55
- 1
ΟΙ διψῶντες, πορεύεσθε ἐφ᾿ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ φάγετε καὶ πίεσθε ἄνευ ἀργυρίου καὶ τιμῆς οἶνον καὶ στέαρ.
Όσοι διψᾶτε, πηγαίνετε εἰς τὸ ὕδωρ, ποὺ τρέχει ἐν τῇ νέᾳ Ἱερουσαλήμ· καὶ ὅσοι δὲν ἔχετε χρήματα, βαδίσατε πρὸς αὐτὴν καὶ προμηθευθῆτε καὶ θὰ φάγετε καὶ θὰ πίετε, χωρὶς χρῆμα καὶ χωρὶς νὰ καταβάλετε ἀξίαν τινα, οἶνον καὶ βούτυρον.
- 2
ἱνατί τιμᾶσθε ἀργυρίου ἐν οὐκ ἄρτοις καὶ τὸν μόχθον ὑμῶν οὐκ εἰς πλησμονήν; ἀκούσατέ μου καὶ φάγεσθε ἀγαθά, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν.
Διατὶ δαπανᾶτε τὰ χρήματά σας οὐχὶ δι’ ἄρτους καὶ τὸ προϊὸν τοῦ κόπου σας οὐχὶ διὰ νὰ χορτασθῆτε; Ἀκούσατέ με καὶ θὰ φάγετε ἀγαθά, καὶ θὰ ἐντρυφήσῃ ἡ ψυχή σας μέσα εἰς πλεονασμὸν ἀγαθῶν.
- 3
προσέχετε τοῖς ὠσὶν ὑμῶν καὶ ἐπακουλουθήσατε ταῖς ὁδοῖς μου· εἰσακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν· καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαυὶδ τὰ πιστά.
Προσέχετε μὲ τὰ πνευματικὰ αὐτιά σας καὶ ἀκολουθήσατε πιστῶς εἰς τὰς ὁδούς, τὰς ὁποίας σᾶς καθορίζουν αἱ ἐντολαί μου.Ὑπακούσατε εἰς Ἐμὲ καὶ θὰ ζήσῃ ἐν περισσείᾳ ἀγαθῶν ἡ ψυχή σας· καὶ θὰ συνάψω μαζί σας διαθήκην αἰωνίαν, πραγματοποιῶν τὰς πρὸς τὸν Δαβὶδ ἱερὰς καὶ ἀπαραβιάστους ὑποσχέσεις μου, τὰς βεβαίας καὶ ἀξιοπίστους.
- 4
ἰδοὺ μαρτύριον ἐν ἔθνεσιν ἔδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν.
Ἰδού, ἔδωκα αὐτόν, ἐπὶ τοῦ ὁποίου ἐπραγματοποιήθησαν αἱ ἱεραὶ πρὸς τὸν Δαβὶδ ὑποσχέσεις μου, μάρτυρα τῆς ἀληθείας μεταξὺ τῶν ἐθνῶν, ἄρχοντα καὶ διδόντα ἐντολὰς καὶ προσταγὰς εἰς τὰ ἔθνη.
- 5
ἰδοὺ ἔθνη, ἃ οὐκ οἴδασί σε, ἐπικαλέσονταί σε, καὶ λαοί, οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σὲ καταφεύξονται ἕνεκεν Κυρίου τοῦ Θεοῦ σου, τοῦ ἁγίου ᾿Ισραήλ, ὅτι ἐδόξασέ σε. -
Ἰδοὺ ἔθνη, τὰ ὁποῖα δὲν σὲ γνωρίζουν, διότι δὲν ἤκουσαν τὸ περὶ Μεσσίου κήρυγμα τῶν προφητῶν, θὰ σὲ ἐπικαλεσθοῦν, καὶ λαοί, οἱ ὁποῖοι δὲν ἔμαθαν περὶ σοῦ, θὰ καταφύγουν εἰς σὲ ὡς εἰς προστάτην καὶ σωτῆρα, ἕνεκεν Κυρίου τοῦ Θεοῦ σου, τοῦ ἁγίου Θεοῦ τοῦ Ἰσραήλ, διότι σὲ ἐδόξασεν.
- 6
Ζητήσατε τὸν Κύριον καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε· ἡνίκα δ᾿ ἂν ἐγγίζη ὑμῖν,
Ἀναζητήσατε τὸν Κύριον καί, καθ’ ὂν χρόνον εὑρίσκετε Αὐτόν, ἐπικαλεσθῆτε τὸ ἔλεός Του· ὅταν δὲ πλησιάζῃ πρὸς σᾶς ὁ Κύριος,
- 7
ἀπολιπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ καὶ ἐπιστραφήτω ἐπὶ Κύριον, καὶ ἐλεηθήσεται, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν.
ἂς ἀφήσῃ ὁ ἀσεβὴς τὰς ἁμαρτωλὰς συνηθείας του καὶ ὁ παράνομος τὰ σχέδιά του καὶ ἂς ἐπιστρέψῃ ἐν μετανοίᾳ εἰς τὸν Κύριον.Καὶ θὰ ἐλεηθῇ ὑπ’ Αὐτοῦ, διότι θὰ συγχωρήσῃ ἐντελῶς τὰς ἁμαρτίας σας.
- 8
οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδ᾿ ὥσπερ αἱ ὁδοὶ ὑμῶν αἱ ὁδοί μου, λέγει Κύριος.
Ναί· θὰ σᾶς συγχωρήσω τελείως· διότι αἱ ἰδικαί μου βουλαὶ καὶ ἀποφάσεις δὲν εἶναι ὡσὰν τὰς ἰδικάς σας βουλάς, οὔτε ὅπως εἶναι ὁ τρόπος τῆς ζωῆς σας καὶ ἡ ἐν γένει συμπεριφορά σας, εἶναι καὶ αἱ ἰδικαί μου ἐκδηλώσεις πρὸς τὰ πλάσματά μου, λέγει ὁ Κύριος.
- 9
ἀλλ᾿ ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου.
Ἀλλ’ ὅσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, τόσον ἀπέχει ἡ ἰδική μου ὁδὸς καὶ συμπεριφορὰ πρὸς τὰ πλάσματά μου ἀπὸ τὰς ὁδούς σας, καὶ τὰ διανοήματά σας ἀπὸ τὴν διάνοιάν μου καὶ τὰς σκέψεις μου.
- 10
ὡς γὰρ ἂν καταβῇ ὁ ὑετὸς ἢ χιὼν ἐκ τοῦ οὐρανοῦ καὶ οὐ μὴ ἀποστραφῇ, ἕως ἂν μεθύσῃ τὴν γῆν, καὶ ἐκτέκῃ καὶ ἐκβλαστήσῃ καὶ δῷ σπέρμα τῷ σπείραντι καὶ ἄρτον εἰς βρῶσιν,
Ναί· Ἐγὼ ἐκτελῶ, ὅσα ὑπόσχομαι.Διότι ὅπως, ὅταν καταβῇ ἡ βροχὴ ἢ ἡ χιὼν ἀπὸ τοῦ οὐρανοῦ, δὲν θὰ γυρίσῃ πάλιν ὀπίσω, ἕως ὅτου ποτίσῃ πλουσίως τὴν γῆν, καὶ βγάλῃ αὕτη ἀπὸ μέσα της καὶ ἐκβλαστήσῃ καὶ δώσῃ σπόρον εἰς τὸν σπείροντα καὶ ἄρτον πρὸς βρῶσιν,
- 11
οὕτως ἔσται τὸ ρῆμά μου, ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου, οὐ μὴ ἀποστραφῇ, ἕως ἂν τελεσθῇ ὅσα ἂν ἠθέλησα καὶ εὐοδώσω τὰς ὁδούς μου καὶ τὰ ἐντάλματά μου.
κατὰ παρόμοιον τρόπον θὰ γίνῃ καὶ μὲ οἰονδήποτε λόγον μου, ὁ ὁποῖος θὰ ἐξέλθῃ ἀπὸ τὸ στόμα μου· δὲν θὰ ἐπιστρέψῃ εἰς Ἐμέ, ἕως ὅτου γίνουν ὁσαδήποτε ἠθέλησα· καὶ θὰ εὐοδώσω τὰ σχέδια καὶ τὰς ἀποφάσεις μου καὶ ἐκεῖνα, τὰ ὁποῖα Ἐγὼ διέταξα.
- 12
ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε καὶ ἐν χαρᾷ διδαχθήσεσθε· τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἐξαλοῦνται προσδεχόμενοι ὑμᾶς ἐν χαρᾷ, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐπικροτήσει τοῖς κλάδοις,
Ναὶ θὰ πραγματοποιηθοῦν αἱ βουλαί μου· διότι μὲ εὐφροσύνην θὰ ἐξέλθετε ἐκ τῆς καταστάσεως τῆς δουλείας καὶ δοκιμάζοντες μεγάλην χαρὰν θὰ διδαχθῆτε τὴν διδασκαλίαν μου.Θὰ χαίρετε δὲ καὶ σεῖς πολύ, διότι καὶ τὰ ὅρη καὶ τὰ βουνὰ θὰ πηδοῦν, ὑποδεχόμενα ὑμᾶς μετὰ χαρᾶς, καὶ ὅλα τὰ δένδρα τῆς ὑπαίθρου θὰ κροτοῦν ἐκ χαρᾶς μὲ τοὺς κλάδους.
- 13
καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη· και ἔσται Κύριος εἰς ὄνομα καὶ εἰς σημεῖον αἰώνιον καὶ οὐκ ἐκλείψει.
Καὶ εἰς τὴν θέσιν τῆς ἀκάρπου καὶ ἀσημάντου στοιβῆς θὰ ὑψωθῇ κυπάρισσος, ἀντὶ δὲ τῆς ἀποκρουστικὴν ὀσμὴν ἐχούσης κονύζης θὰ ἀναβῇ εὐώδης μυρτιά.Καὶ θὰ γίνῃ ὁ Κύριος ἑξακουστὸς καὶ ἔνδοξος, καὶ ἡ λύτρωσίς Του αὕτη θὰ εἶναι αἰώνιον καὶ καταπληκτικὸν θαῦμα, τὸ ὁποῖον δὲν θὰ ἐκλείψῃ ποτέ.
