Ησαΐας, κεφάλαιο 53
- 1
ΚΥΡΙΕ, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;
Κύριε, ποῖος ἐπίστευσεν εἰς τὸ κήρυγμα ἠμῶν τῶν Προφητῶν; Καὶ ἡ ἐν τῷ Μεσαίᾳ ἐκδηλουμένη ὑπερφυσικὴ δύναμις τοῦ Κυρίου εἰς ποῖον ἐφανερώθη καὶ ἐγένετο πιστευτή;
- 2
ἀνηγγείλαμεν ὡς παιδίον ἐναντίον αὐτοῦ, ὡς ρίζα ἐν γῇ διψώσῃ. οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα· καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος·
Τὸν ἀνηγγείλαμεν ὡσὰν παιδίον μικρὸν καὶ ἀφανὲς ἐνώπιον τοῦ λαοῦ, ὡσὰν ρίζαν ἀτροφικὴν εἰς γῆν στερουμένην ὕδατος.Δὲν ὑπῆρχεν εἰς αὐτὸν μορφὴ εὐπρεπής, οὔτε ὡραιότης καὶ λαμπρότης προσώπου.Καὶ τὸν εἴδομεν, καὶ δὲν εἶχε πρόσωπον οὔτε κάλλος.
- 3
ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη.
Ἀλλὰ τὸ πρόσωπόν Του ἀτιμασμένον καὶ ὡσὰν νὰ μὴ ὑπάρχῃ μεταξὺ ὅλων τῶν υἱῶν τῶν ἀνθρώπων.Ἄνθρωπος πληγωμένος καὶ συνηθισμένος νὰ βαστάζῃ τοὺς ἐξ ἀσθενείας πόνους.Διότι κατέστη ἀντικείμενον ἀποστροφῆς τὸ πρόσωπόν Του, ἠτιμάσθη καὶ δὲν ἐλογαριάσθη ὡς ὑπάρχων.
- 4
οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ ὑπὸ Θεοῦ καὶ ἐν κακώσει.
Αὐτὸς φέρει ἐπάνω του τὸ φορτίον τῶν ἁμαρτιῶν μας καὶ δι’ ἡμᾶς πονεῖ, καὶ ἡμεῖς ἐνομίσαμεν πλανώμενοι ὅτι Αὐτὸς πονεῖ καὶ ἐκτυπήθη ἀπὸ τὸν Θεὸν καὶ ὑποφέρει κακά, τιμωρούμενος διὰ τὰς ἰδίας Του ἁμαρτίας.
- 5
αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ᾿ αὐτόν. τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.
Αὐτὸς ὅμως ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας μᾶς καὶ ἐταλαιπωρήθη διὰ τὰς ἀνομίας μας.Παιδευτικὴ τιμωρία διὰ τὴν ἰδικήν μας εἰρήνην ἐπέπεσεν ἐπ’ αὐτόν.Διὰ τῆς πληγῆς Του ἐθεραπεύθημεν ἡμεῖς.
- 6
πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη· καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν.
Ὅλοι ὡσὰν πρόβατα ἐπλανήθημεν· κάθε ἄνθρωπος εἰς τὸν δρόμον ποὺ ἐβάδιζε, καὶ κατὰ τὸν τρόπον, καθ’ ὃν ἔζη, ἐπλανήθη.Καὶ ὁ Κύριος παρέδωκεν Αὐτὸν εἰς παθήματα καὶ θάνατον διὰ τὰς ἁμαρτίας μας.
- 7
καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα.
Καὶ Αὐτός, ἐνῷ τόσας κακώσεις ὑφίσταται, δὲν ἀνοίγει τὸ στόμα του διὰ νὰ παραπονεθῇ· ὡσὰν πρόβατον ὠδηγήθη εἰς σφαγήν, χωρὶς νὰ προβάλῃ ἀντίστασίν τινα, καὶ ὡσὰν ἀρνίον ἄφωνον ἀπέναντι ἐκείνου ποὺ τὸ κουρεύει, οὕτω δὲν ἀνοίγει τὸ στόμα του.
- 8
ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον.
Ἐν τῇ ταπεινώσει, τὴν ὁποίαν ἀνεδέχθη, παρεγνωρίσθη τὸ δίκαιόν Του καὶ Τοῦ ἠρνήθησαν δικαίαν κρίσιν ὕστερα δὲ ἀπὸ τὸν πρόωρον καὶ βίαιον θάνατόν Του ποῖος θὰ ὁμιλήσῃ περὶ ἀπογόνων Του καὶ γενεᾶς ἐξ Αὐτοῦ προερχομένης; Διότι ἐσηκώθη βιαίως διὰ θανάτου ἀπὸ τὴν γῆν ἡ ζωή του, ἕνεκα τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου ὠδηγήθη εἰς θάνατον.
- 9
καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ· ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.
Καὶ θὰ παραδώσω εἰς τιμωρίαν καὶ θάνατον τοὺς πονηροὺς διὰ τὴν ταφήν Τοῦ πρὸς ἐκδίκησιν αὐτῆς καὶ τοὺς πλουσίους ὡς ἀντάλλαγμα διὰ τὸν θάνατόν Του.Διότι δὲν ἐποίησεν ὁ δοῦλος μου παράβασίν τινα τοῦ νόμου, οὔτε εὑρέθη δόλος ἢ λόγος ψεύτικος εἰς τὸ στόμα Του.
- 10
καὶ Κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς. ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον· καὶ βούλεται Κύριος ἀφελεῖν
Καὶ ὁ Κύριος θέλει νὰ Τὸν ἀποδείξῃ καθαρὸν καὶ νὰ Τὸν ἀπαλλάξῃ ἀπὸ τὴν ἐπενεχθεῖσαν διὰ τὴν ἐνοχὴν τῶν ἄλλων εἰς Αὐτὸν πληγήν.Ἐὰν προσφέρετε Αὐτὸν ἐξιλαστήριον θυσίαν διὰ τὰς ἁμαρτίας σας, ἡ ψυχή σας θὰ ἴδῃ τὴν μακρόβιον καὶ ἀτελεύτητον γενεάν Του.Καὶ ὁ Κύριος θέλει νὰ ἀφαιρέσῃ
- 11
ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς, καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει.
τὸν πόνον τῆς ψυχῆς Του, δεικνύων εἰς Αὐτὸν φῶς καὶ ἀναπλαστικὴν δύναμιν συνέσεως· θέλει νὰ ἀποδείξῃ ἀθῷον τὸν δίκαιον, ποὺ διακονεῖ καλῶς πολλούς, καὶ αὐτῶν τὰς ἁμαρτίας Αὐτὸς θὰ βαστάσῃ.
- 12
διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα, ἀνθ᾿ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη· καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη.
Διὰ τοῦτο Αὐτὸς θὰ λάβῃ ὡς πνευματικὴν κληρονομίαν Του πολλοὺς καὶ ἀπὸ τοὺς ἰσχυροὺς θὰ λάβῃ λάφυρα, διότι παρεδόθη ἑκουσίως εἰς θάνατον ἡ ζωή Του καὶ ἐλογαριάσθη μεταξὺ τῶν παρανόμων ἀνθρώπων καὶ Αὐτὸς τὰς ἁμαρτίας πολλῶν ἀνεβίβασεν ἐπὶ τοῦ Σταυροῦ, ὅταν δι’ αὐτὰς ἐθυσιάσθη, καὶ διὰ τὰς ἁμαρτίας των παρεδόθη εἰς θάνατον.
