Ησαΐας, κεφάλαιο 51
- 1
ΑΚΟΥΣΑΤΕ μου, οἱ διώκοντες τὸ δίκαιον καὶ ζητοῦντες τὸν Κύριον, ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε.
Ακούσατέ με σεῖς, ποὺ ἐπιδιώκετε τὴν δικαιοσύνην καὶ ζητεῖτε τὸν Κύριον, ἐπικαλούμενοι τὴν βοήθειαν καὶ προστασίαν Αὐτοῦ.Παρατηρήσατε τὴν στερεὰν καὶ ἄγονον πέτραν, ἀπὸ τὴν ὁποίαν ἐλατομήθητε, καὶ τὸ βάθος τοῦ λάκκου, ἀπὸ τὸν ὁποῖον ἀνωρύχθητε.
- 2
ἐμβλέψατε εἰς ῾Αβραὰμ τὸν πατέρα ὑμῶν καὶ εἰς Σάρραν τὴν ὠδίνουσαν ὑμᾶς· ὅτι εἷς ἦν, καὶ ἐκάλεσα αὐτὸν καὶ εὐλόγησα αὐτὸν καὶ ἠγάπησα αὐτὸν καὶ ἐπλήθυνα αὐτόν.
Παρατηρήσατε τὸν Ἀβραὰμ τὸν προπάτορά σας καὶ τὴν Σάρραν, ἡ ὁποία σᾶς ἐγέννησε.Διότι ἦτο ἕνας καὶ ἐκάλεσα αὐτὸν καὶ τὸν ηὐλόγησα καὶ τὸν ἠγάπησα καὶ τὸν ἐπλήθυνα.
- 3
καὶ σὲ νῦν παρακαλέσω, Σιών, καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτῆς καὶ θήσω τὰ ἔρημα αὐτῆς ὡς παράδεισον Κυρίου· εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ἐξομολόγησιν καὶ φωνὴν αἰνέσεως.
Καὶ σὲ τώρα θὰ παρηγορήσω, ὦ Σιών.Καὶ θὰ παρηγορήσω τὴν ἁγίαν πόλιν μου, ἀποκαθιστῶν ὅλα τὰ ἐρημωθέντα μέρη της, καὶ θὰ μεταβάλω τὰς ἐρήμους της εἰς παράδεισον Κυρίου.Οἱ κάτοικοί της θὰ εὔρουν εὐφροσύνην καὶ ἀγαλλίασιν ἐν μέσῳ αὐτῆς, δοξολογίαν καὶ φωνὴν αἰνέσεως.
- 4
ἀκούσατέ μου, ἀκούσατέ μου, λαός μου, καὶ οἱ βασιλεῖς, πρός με ἐνωτίσασθε, ὅτι νόμος παρ᾿ ἐμοῦ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν.
Ἀκούσατέ με, ἀκούσατέ με, ὦ λαέ μου, καὶ οἱ βασιλεῖς εἰς Ἐμὲ ἀνοίξατε τὰ ὦτα σας, διότι θὰ ἐξέλθῃ ἐξ Ἐμοῦ νόμος νέος καὶ ὁ ὑπὸ δικαιοσύνης καὶ πάσης ἀρετῆς χαρακτηριζόμενος νόμος οὗτος θὰ ἀποβῇ εἰς φωτισμὸν τῶν ἐθνῶν.
- 5
ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται ὡς φῶς τὸ σωτήριόν μου καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν· ἐμὲ νῆσοι ὑπομενοῦσι καὶ εἰς τὸν βραχίονά ἐλπιοῦσιν.
Πλησιάζει γρήγορα νὰ ἔλθῃ ἡ ἐκδήλωσις καὶ ἐπιβολὴ τῆς δικαιοσύνης μου, καὶ θὰ λάμψῃ τότε ὡσὰν φῶς ἡ σωτηρία μου.Καὶ εἰς τὴν ἐκδήλωσιν τῆς ἀκατανικήτου δυνάμεως τοῦ βραχίονός μου θὰ ἐλπίσουν ἔθνη· Ἐμὲ θὰ ἀναμένουν αἱ ἐκπροσωποῦσαι τὸν εἰδωλολατρικὸν κόσμον νῆσοι καὶ εἰς τὴν δύναμίν μου θὰ ἐλπίζουν.
- 6
ἄρατε εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἐμβλέψατέ εἰς τὴν γῆν κάτω, ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη, ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται, οἱ δὲ κατοικοῦντες τὴν γῆν ὥσπερ ταῦτα ἀποθανοῦνται, τὸ δὲ σωτήριόν μου εἰς τὸν αἰῶνα ἔσται, ἡ δὲ δικαιοσύνη μου οὐ μὴ ἐκλίπῃ.
Σηκώσατε τὰ μάτια σας εἰς τὸν οὐρανὸν καὶ παρατηρήσατε εἰς τὴν γῆν κάτω, καὶ ἴδετε ὅτι ὁ οὐρανὸς ὡσὰν καπνὸς εὐκόλως διαλυόμενος ἐστερεώθη, ἡ δὲ γῆ ὡσὰν ροῦχον θὰ παλαιωθῇ· καὶ οἱ κατοικοῦντες τὴν γῆν, ὡσὰν αὐτά, ἤτοι ὡσὰν τὸν οὐρανὸν καὶ τὴν γῆν, θὰ ἀποθάνουν ἡ σωτηρία ὅμως, τὴν ὁποίαν παρέχω εἰς τὸν λαόν μου, θὰ εἶναι αἰωνία, ἡ δὲ δικαιοσύνη μου δὲν θὰ λείψῃ ποτέ.
- 7
ἀκούσατέ μου, οἱ εἰδότες κρίσιν, λαός μου, οὗ ὁ νόμος μου ἐν τῇ καρδίᾳ ὑμῶν· μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε.
Ἀκούσατέ με, ὅσοι γνωρίζετε ἐκ πείρας καὶ ἐφαρμογῆς τὸ δίκαιον, ὦ λαέ μου, σεῖς, ποὺ ἔχετε τὸν νόμον μου μέσα εἰς τὴν καρδίαν σας: Μὴ φοβεῖσθε τὸν ὀνειδισμὸν τῶν ἀνθρώπων καὶ ἀπὸ τὸν ἐξευτελισμόν, ποὺ σᾶς κάνουν, μὴ νικᾶσθε καὶ μὴ κάμπτεσθε.
- 8
ὡς γὰρ ἱμάτιον βρωθήσεται ὑπὸ χρόνου καὶ ὡς ἔρια βρωθήσεται ὑπὸ σητός· ἡ δὲ δικαιοσύνη μου εἰς τὸν αἰῶνα ἔσται, τὸ δὲ σωτήριόν μου εἰς γενεὰς γενεῶν.
Μὴ καταβάλλεσθε καὶ μὴ ἡττᾶσθε, διότι, ὅπως τὸ ἱμάτιον θὰ καταφαγωθῇ ὑπό του χρόνου καὶ ὅπως τὰ μαλλιὰ θὰ καταφαγωθοῦν ἀπὸ τὸν σκόρον, ἔτσι καὶ αὐτοί· ἡ δικαιοσύνη μου ὅμως θὰ εἶναι αἰωνία, ἡ δὲ ἐξ ἐμοῦ σωτηρία εἰς ἀτελευτήτους γενεάς.
- 9
᾿Εξεγείρου ἐξεγείρου, ῾Ιερουσαλήμ, καὶ ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου· ἐξεγείρου ὡς ἐν ἀρχῇ ἡμέρας, ὡς γενεὰ αἰῶνος. οὐ σὺ εἶ
Ἐγέρθητι, ἐγέρθητι, ὦ Ἱερουσαλήμ, καὶ ἐνδύσου τὴν δύναμιν τοῦ βραχίονός σου, τὸν ὁποῖον ἐνίσχυσεν ὁ Κύριος· ἐγέρθητι, ὅπως εἰς τὰς πρώτας ἡμέρας τῆς ἐθνικῆς ζωῆς σου, ὅτε ἐξῆλθε τὸ ἔθνος σου ἐξ Αἰγύπτου, ὅπως εἰς τὰς παρελθούσας γενεᾶς.Δὲν εἶσαι σύ,
- 10
ἡ ἐρημοῦσα θάλασσαν, ὕδωρ ἀβύσσου πλῆθος; ἡ θεῖσα τὰ βάθη τῆς θαλάσσης ὁδὸν διαβάσεως ρυομένοις
ἡ ὁποία ἀπεξήρανες τὴν Ἐρυθρὰν θάλασσαν, τὸ πλῆθος ἐκεῖνο τοῦ ὕδατος τῆς ἀβύσσου; Ἡ ὁποία μετέβαλες τὰ βάθη τῆς θαλάσσης εἰς δρόμον διαβάσεως εἰς τοὺς ἐλευθερουμένους
- 11
καὶ λελυτρωμένοις; ὑπὸ γὰρ Κυρίου ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σιὼν μετ᾿ εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου· ἐπὶ κεφαλῆς γὰρ αὐτῶν ἀγαλλίασις καὶ αἴνεσις; καὶ εὐφροσύνη καταλήψεται αὐτούς, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.
καὶ σεσῳσμένους ἀπὸ τὸν Φαραὼ Ἰσραηλίτας; Διότι ὅπως τότε, οὕτω καὶ τώρα ὑπὸ τοῦ Κυρίου θὰ γυρίσουν ὀπίσω τὰ τέκνα σου καὶ θὰ ἔλθουν εἰς τὴν Σιὼν μὲ εὐφροσύνην καὶ ἀγαλλίασιν αἰώνιον.Διότι ἐπὶ τῆς κεφαλῆς των θὰ ὑπάρχῃ ὡς στέφανος ἀγαλλίασις καὶ αἴνεσις πρὸς τὸν Θεόν, καὶ εὐφροσύνη θὰ καταλάβῃ αὐτούς.Ἔφυγαν ἀπὸ αὐτοὺς πόνος καὶ λύπη καὶ στεναγμός.
- 12
ἐγώ εἰμι, ἐγώ εἰμι ὁ παρακαλῶν σε· γνῶθι τίνα εὐλαβηθεῖσα ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητοῦ καὶ ἀπὸ υἱοῦ ἀνθρώπου, οἳ ὡσεὶ χόρτος ἐξηράνθησαν.
Ἐγὼ ὑπάρχω πράγματι· Ἐγὼ εἶμαι, ποὺ σὲ ἐνισχύω καὶ σὲ παρηγορῷ· μάθε ποῖον σεβασθεῖσα ἐφοβήθης· ἐφοβήθης ἀπὸ ἄνθρωπον θνητὸν καὶ ἀπὸ ἀπόγονον ἀνθρώπου, οἱ ὁποῖοι ὅλοι ὡσὰν χόρτος ξηραίνονται.
- 13
καὶ ἐπελάθου Θεὸν τὸν ποιήσαντά σε, τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ θεμελιώσαντα τὴν γῆν, καὶ ἐφόβου ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσωπον τοῦ θυμοῦ τοῦ θλίβοντός σε· ὃν τρόπον γὰρ ἐβουλεύσατο τοῦ ἆραί σε, καὶ νῦν ποῦ ὁ θυμὸς τοῦ θλίβοντός σε;
Καὶ ἐξέχασες τὸν Θεόν, ὁ Ὁποῖος σὲ ἐποίησεν, ὁ Ὁποῖος ἐποίησε τὸν οὐρανὸν καὶ ἐθεμελίωσε τὴν γῆν, καὶ ἐφοβεῖσο πάντοτε καθ' ὅλας τὰς ἡμέρας τὸ θυμωμένον πρόσωπον ἐκείνου, ποὺ σὲ κατεπίεζε καὶ σὲ κατέθλιβε, μὲ ὅποιον τρόπον τοῦ ὑπέβαλλεν ἡ ἀπόφασίς του νὰ σὲ ἐξοντώσῃ.Καὶ τώρα ποὺ εἶναι ὁ θυμὸς αὐτοῦ, ποὺ σὲ ἐτυράννει;
- 14
ἐν γὰρ τῷ σῴζεσθαί σε οὐ στήσεται οὐδὲ χρονιεῖ·
Διότι, ὅταν σὺ σώζεσαι, δὲν θὰ σταθῇ, οὔτε ἐπὶ πολὺν χρόνον θὰ ἀντιστῇ καταπιέζων σέ.
- 15
ὅτι ἐγὼ ὁ Θεός σου ὁ ταράσσων τὴν θάλασσαν καὶ ἠχῶν τὰ κύματα αὐτῆς, Κύριος σαβαὼθ ὄνομά μοι.
Διότι Ἐγὼ ὁ Θεός σου εἶμαι, ποὺ ταράσσω τὴν θάλασσαν καὶ προκαλῶ τὸν ἦχον τῶν κυμάτων της Κύριος τῶν Δυνάμεων εἶναι τὸ ὄνομά μου.
- 16
θήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε, ἐν ᾗ ἔστησα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν· καὶ ἐρεῖ Σιών· λαός μου εἶ σύ.
Θὰ θέσω τοὺς λόγους μου εἰς τὸ στόμα σου, λέγει ὁ Θεός, καὶ θὰ σὲ σκεπάσω κάτω ἀπὸ τὴν σκιὰν τῆς χειρός μου, διὰ τῆς ὁποίας ἔστησα καὶ ἐτέντωσα ὡς ἄλλην σκηνὴν τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν, ὥστε νὰ μὴ κινῆται.Καὶ θὰ εἴπῃ ὁ Κύριος εἰς τὴν Σιών: Λαὸς ἰδικός μου εἶσαι σύ.
- 17
᾿Εξεγείρου ἐξεγείρου, ἀνάστηθι, ῾Ιερουσαλήμ, ἡ πιοῦσα ἐκ χειρὸς Κυρίου τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ· τὸ ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ ἐξέπιες καὶ ἐξεκένωσας.
Ἐγέρθητι, ἐγέρθητι, σήκω, ὦ Ἱερουσαλήμ, σύ, ἡ ὁποία ἔπιες ἀπὸ τὴν χεῖρα τοῦ Κυρίου τὸ πικρὸν ποτήριον τοῦ θυμοῦ Του· διότι πράγματι τὸ ποτήριον τῆς πτώσεώς σου, τὸ ποτήριον τοῦ θυμοῦ τὸ ἔπιες ὁλόκληρον καὶ τὸ ἄδειασες.
- 18
καὶ οὐκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου, ὧν ἔτεκες, καὶ οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου οὐδὲ ἀπὸ πάντων τῶν υἱῶν σου, ὧν ὕψωσας.
Καὶ δὲν ὑπῆρχε κανεὶς δυνάμενος νὰ σὲ παρηγορήσῃ ἀπὸ ὅλα τὰ παιδιά σου, ποὺ ἐγέννησες, καὶ δεv ὑπῆρχε κανείς, ὁ ὁποῖος νὰ πιάσῃ τὴν χεῖρα σου καὶ νὰ τὴν ὑποστηρίξῃ οὔτε ἀπὸ ὅλα τὰ παιδιά σου, τὰ ὁποῖα ἀνέθρεψες καὶ ἐμεγάλωσες.
- 19
δύο ταῦτα ἀντικείμενά σοι· τίς συλλυπηθήσεταί σοι; πτῶμα καὶ σύντριμμα, λιμὸς καὶ μάχαιρα. τίς παρακαλέσει σε;
Αὐτὰ τὰ δύο εἶναι, ποὺ ἀντίκεινται εἰς σὲ καὶ σὲ πολεμοῦν.Ποῖος θὰ σὲ συμπονέσῃ; Πτῶσις καὶ ἡ ἐπακολουθοῦσα εἰς αὐτὴν συντριβή, πεῖνα καὶ θάνατος, ποὺ ὡσὰν ὀξεῖα μάχαιρα θερίζει.Ποῖος θὰ σὲ παρηγορήσῃ;
- 20
οἱ υἱοί σου, οἱ ἀπορούμενοι, οἱ καθεύδοντες ἐπ᾿ ἄκρου πάσης ἐξόδου ὡς σευτλίον ἡμίεφθον, οἱ πλήρεις θυμοῦ Κυρίου, ἐκλελυμένοι διὰ Κυρίου τοῦ Θεοῦ.
Οἱ υἱοί σου, οἱ ὁποῖοι διατελοῦν εἰς ἀμηχανίαν, οἱ ὁποῖοι κοιμῶνται εἰς τὸ ἄκρον πάσης ὀδοῦ ὡσὰν σέσκουλον μισοβρασμένον, οἱ γεμᾶτοι ἀπὸ τὴν ὀργὴν τοῦ Κυρίου, κατάκεινται παραλελυμένοι, παταχθέντες ὑπὸ Κυρίου τοῦ Θεοῦ.
- 21
διὰ τοῦτο ἄκουε, τεταπεινωμένη, καὶ μεθύουσα οὐκ ἀπὸ οἴνου·
Ἐπειδὴ λοιπὸν κανεὶς δὲν ἠμπορεῖ νὰ σὲ βοηθήσῃ, διὰ τοῦτο ἔκουε, ὦ ταπεινωμένη καὶ ζαλισμένη καὶ μεθυσμένη οὐχὶ ἀπὸ οἶνον, ἀλλ’ ἀπὸ τὸ πλῆθος τῶν συμφορῶν.
- 22
οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ κρίνων τὸν λαὸν αὐτοῦ· ἰδοὺ εἴληφα ἐκ τῆς χειρός σου τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ μου, καὶ οὐ προσθήσῃ ἔτι πιεῖν αὐτό·
Οὕτω λέγει ὁ Κύριος καὶ Θεός, ὁ Ὁποῖος κρίνει καὶ ἀποδίδει τὸ δίκαιον εἰς τὸν λαόν Του: Ἰδού, ἔχω λάβει πλέον ἀπὸ τὴν χεῖρα σου τὸ ποτήριον τῆς ταπεινώσεώς σου καὶ καταρρίψεώς σου εἰς τὴν γῆν, τὸ ποτήριον τοῦ θυμοῦ μου, καὶ δὲν θὰ συνεχίσῃς εἰς τὸ ἐξῆς νὰ πίνῃς αὐτὸ ἀκόμη.
- 23
καὶ δώσω αὐτὸ εἰς τὰς χεῖρας τῶν ἀδικησάντων σε καὶ τῶν ταπεινωσάντων σε, οἳ εἶπαν τῇ ψυχῇ σου· κύψον, ἵνα παρέλθωμεν· καὶ ἔθηκας ἴσα τῇ γῇ τὰ μετάφρενά σου ἔξω τοῖς παραπορευομένοις.
Καὶ θὰ δώσω τὸ ποτήριον αὖτο εἰς τὰς χεῖρας αὐτῶν, ποὺ σὲ ἠδίκησαν καὶ σὲ ἐταπείνωσαν, οἱ ὁποῖοι θλίβοντες τὴν ψυχήν σου εἶπαν: Σκύψε, διὰ νὰ περάσωμεν· καὶ ἔβαλες τὰ νῶτα σου εἰς τὸ χῶμα, εἰς τὸ αὐτὸ ἐπίπεδον μὲ τὴν γῆν, ἔξω, εἰς κοινὴν διάβασιν διὰ τοὺς διερχομένους.
