Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΗΣΑΪΑΣ

Ησαΐας, κεφάλαιο 31

9 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (66)
  1. 1

    ΟΥΑΙ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφ᾿ ἵπποις πεποιθότες καὶ ἐφ᾿ ἅρμασιν, ἔστι γὰρ πολλά, καὶ ἐφ᾿ ἵπποις, πλῆθος σφόδρα, καὶ οὐκ ἦσαν πεποιθότες ἐπὶ τὸν ἅγιον τοῦ ᾿Ισραὴλ καὶ τὸν Κύριον οὐκ ἐζήτησαν.

    Αλλοίμονον εἰς ἐκείνους, οἱ ὁποῖοι καταβαίνουν εἰς τὴν Αἴγυπτον διὰ νὰ ζητήσουν βοήθειαν, οἱ ὁποῖοι ἐστήριξαν τὴν πεποίθησίν των εἰς τοὺς ἵππους καὶ εἰς τὰ πολεμικὰ ἅρματα, διότι τὰ τῆς Αἰγύπτου εἶναι πολλά, καὶ ἤλπισαν εἰς τοὺς ἵππους, οἱ ὁποῖοι ἦσαν μέγα πλῆθος.Αὐτοὶ δὲν ἐστήριξαν τὴν πεποίθησίν των εἰς τὸν ἅγιον Θεὸν τοῦ Ἰσραὴλ καὶ δὲν ἐζήτησαν ἀπὸ τὸν Κύριον νὰ βοηθήσῃ καὶ προστατεύσῃ αὐτούς.

  2. 2

    καὶ αὐτὸς σοφῶς ἦγεν ἐπ᾿ αὐτοὺς κακά, καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ, καὶ ἐπαναστήσεται ἐπ᾿ οἴκους ἀνθρώπων πονηρῶν καὶ ἐπὶ τὴν ἐλπίδα αὐτῶν τὴν ματαίαν,

    Καὶ Αὐτὸς μὲ ἀσυγκρίτως περισσοτέραν τῆς ἰδικῆς των σοφίας ἐπέφερεν εἰς αὐτοὺς κακά, καὶ ὁ ἀπειλητικὸς λόγος του δὲν θὰ ἀθετηθῇ· θὰ ὑψωθῇ δὲ καὶ θὰ στραφῇ ἐναντίον τῶν οἴκων τῶν πονηρῶν ἀνθρώπων καὶ κατὰ τῆς ἐλπίδος των τῆς ματαίας.

  3. 3

    Αἰγύπτιον ἄνθρωπον καὶ οὐ Θεόν, ἵππων σάρκας καὶ οὐκ ἔστι βοήθεια· ὁ δὲ Κύριος ἐπάξει τὴν χεῖρα αὐτοῦ ἐπ᾿ αὐτούς, καὶ κοπιάσουσιν οἱ βοηθοῦντες, καὶ ἅμα πάντες ἀπολοῦνται.

    Ἡ ἐλπίς των ἐστηρίζετο εἰς ἄνθρωπον θνητὸν καὶ μάλιστα Αἰγύπτιον, εἰδωλολάτρην καὶ ἐπίβουλον, καὶ οὐχὶ εἰς Θεὸν καὶ εἰς σάρκας ἵππων, καὶ δὲν ὑπάρχει βοήθεια εἰς αὐτούς.Ὁ Κύριος ἐξ ἀντιθέτου θὰ ἐπιφέρῃ κατ’ αὐτῶν τὴν χεῖρα του, καὶ θὰ ἔμβουν εἰς ὀλεθρίους κόπους καὶ δυσκολίας αὐτοὶ ποὺ τοὺς βοηθοῦν, καὶ ὅλοι μαζὶ θὰ καταστραφοῦν.

  4. 4

    ὅτι οὕτως εἶπέ μοι Κύριος· ὃν τρόπον ἐὰν βοήσῃ ὁ λέων ἢ ὁ σκύμνος ἐπὶ τῇ θύρᾳ, ᾗ ἔλαβε, καὶ κεκράξῃ ἐπ᾿ αὐτῇ, ἓως ἂν ἐμπλησθῇ τὰ ὄρη τῆς φωνῆς αὐτοῦ, καὶ ἡττήθησαν καὶ τὸ πλῆθος τοῦ θυμοῦ ἐπτοήθησαν, οὕτως καταβήσεται Κύριος σαβαὼθ ἐπιστρατεῦσαι ἐπὶ τὸ ὄρος τὸ Σιών, ἐπὶ τὰ ὄρη αὐτῆς.

    Ἐκεῖνοι θὰ ἀπολεσθοῦν, ἐνῷ οἱ ἐπὶ τὸν Θεὸν ἐλπίζοντες θὰ σωθοῦν· διότι οὕτω μου εἶπεν ὁ Κύριος: Καθ’ ὃν τρόπον θὰ φωνάξῃ δυνατὰ ὁ λέων ἢ ὁ σκύμνος διὰ τὸ θήραμα, τὸ ὁποῖον συνέλαβε, καὶ θὰ φωνάξῃ βρυχώμενος δι’ αὐτὸ οὕτως, ὥστε θὰ ἀντηχήσουν καὶ βοήσουν τὰ ὄρη ἀπὸ τὴν φωνήν του· καὶ οἱ προσδραμόντες πρὸς ἀπελευθέρωσιν τοῦ θηράματος ἐνικήθησαν πανικοβληθέντες καὶ ἀπὸ τὸν μεγάλον θυμόν του κατεπτοήθησαν ἔτσι θὰ καταβῇ καὶ ὁ Κύριος τῶν δυνάμεων, διὰ νὰ πολεμήσῃ κατὰ τῶν ἐχθρῶν του ἐπάνω εἰς τὸ ὄρος τὸ Σιὼν καὶ εἰς τὰ ὅρη τὰ κύκλῳ ταύτης.

  5. 5

    ὡς ὄρνεα πετόμενα, οὕτως ὑπερασπιεῖ Κύριος σαβαὼθ ὑπὲρ ῾Ιερουσαλήμ, ὑπερασπιεῖ καὶ ἐξελεῖται καὶ περιποιήσεται καὶ σώσει.

    Ὅπως τὰ πετάμενα γύρω τῶν φωλεῶν των πτηνὰ πρὸς ὑπεράσπισιν τῶν νεοσσῶν των, οὔτω θὰ ὑπερασπίσῃ ὁ Κύριος τῶν Δυνάμεων τὴν Ἱερουσαλήμ, ἐκτείνων ὡσὰν ἄλλας πτέρυγας τὴν προστασίαν του ὑπεράνω αὐτῆς· θὰ ὑπερασπίσῃ καὶ θὰ ἐλευθερώσῃ αὐτὴν ἀπὸ τοὺς ἐχθροὺς καὶ θὰ προστατεύσῃ καὶ θὰ σώσῃ αὐτήν.

  6. 6

    ἐπιστράφητε, οἱ τὴν βαθεῖαν βουλὴν βουλευόμενοι καὶ ἄνομον.

    Ἐπιστράφητε διὰ μετανοίας πρὸς τὸν Κύριον σεῖς, οἱ ὁποῖοι σκέπτεσθε καὶ συζητεῖτε τὴν νομιζομένην ὑφ’ ὑμῶν βαθεῖαν βουλὴν καὶ ἀπόφασιν, ἀλλ' ἡ ὁποία εἶναι καὶ παράνομος.

  7. 7

    ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἀπαρνήσονται οἱ ἄνθρωποι τὰ χειροποίητα αὐτῶν τὰ ἀργυρᾶ καὶ τὰ χειροποίητα τὰ χρυσᾶ, ἃ ἐποίησαν αἱ χεῖρες αὐτῶν.

    Μετανοήσατε καὶ παύσατε ἔχοντες ἐμπιστοσύνην εἰς εἴδωλα καὶ εἰς ἔθνη λατρεύοντα αὐτά, διότι κατὰ τὴν ἡμέραν ἐκείνην θὰ ἀπαρνηθοῦν οἱ ἄνθρωποι τὰ ὑπὸ χειρῶν κατεσκευασμένα ἀργυρᾶ καὶ χρυσᾶ εἴδωλα, τὰ ὁποῖα ἐποίησαν αἱ χεῖρες των.

  8. 8

    καὶ πεσεῖται ᾿Ασσούρ· οὐ μάχαιρα ἀνδρός, οὐδὲ μάχαιρα ἀνθρώπου καταφάγεται αὐτόν, καὶ φεύξεται οὐκ ἀπὸ προσώπου μαχαίρας· οἱ δὲ νεανίσκοι ἔσονται εἰς ἥττημα,

    Καὶ θὰ πέσῃ ὁ Ἀσσύριος· οὐχὶ μάχαιρα ἀνδρός, οὐδὲ μάχαιρα οἰουδήποτε ἀνθρώπου θὰ καταφάγῃ αὐτόν, ἀλλὰ ρομφαία ἐξ οὐρανοῦ· καὶ θὰ τραπῇ εἰς φυγὴν οὐχὶ ἀπὸ τὸ πρόσωπον μαχαίρας ἀνθρωπίνης· οἱ δὲ νεώτεροι στρατιῶται θὰ ἠττηθοῦν καὶ θὰ κατατροπωθοῦν

  9. 9

    πέτρᾳ γὰρ περιληφθήσονται ὡς χάρακι καὶ ἡττηθήσονται, ὁ δὲ φεύγων ἁλώσεται. Τάδε λέγει Κύριος· μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν ῾Ιερουσαλήμ.

    διότι θὰ περικυκλωθοῦν ὡς ἐν χαρακώματί τινι ἐν πετρώδει περιοχῇ καὶ θὰ ἡττηθοῦν, καθένας των δὲ ἀπὸ ἐκείνους, ποὺ θὰ φεύγουν, θὰ συλλαμβάνεται αἰχμάλωτος. Αὐτὰ λέγει ὁ Κύριος: Μακάριος εἶναι ἐκεῖνος, ποὺ ἔχει ἐν τῇ Σιὼν ἀπογόνους καὶ συγγενεῖς εἰς τὴν Ἱερουσαλήμ, διότι αὕτη θὰ παραμείνῃ ἀπόρθητος.