Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΗΣΑΪΑΣ

Ησαΐας, κεφάλαιο 12

6 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (66)
  1. 1

    ΚΑΙ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· εὐλογήσω σε, Κύριε, διότι ὠργίσθης μοι καὶ ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με.

    Καὶ θὰ εἴπῃς σύ, τὸ λυτρωμένον κατάλοιπον τοῦ λαοῦ μου, κατ’ ἐκείνην τὴν σωτήριον ἡμέραν: Θὰ σὲ δοξολογήσω, Κύριε, διότι ὠργίσθης ἐναντίον μου διὰ τὰς ἁμαρτίας μου, ἀλλ’ ἐσταμάτησες καὶ ἔστρεψες τὸν θυμόν σου καὶ μὲ ἠλέησες.

  2. 2

    ἰδοὺ ὁ Θεός μου σωτήρ μου Κύριος, πεποιθὼς ἔσομαι ἐπ᾿ αὐτῷ καὶ σωθήσομαι ἐν αὐτῷ καὶ οὐ φοβηθήσομαι, διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν.

    Ἰδοὺ ὁ Θεός μου εἶναι σωτήρ μου, ὁ Κύριος καὶ ὄχι ἄνθρωπός τις.Θὰ ἔχω τὴν πεποίθησίν μου εἰς αὐτὸν καὶ θὰ σωθῶ δι’ αὐτοῦ καὶ δὲν θὰ φοβηθῶ· διότι τὸ καύχημά μου καὶ ὁ αἶνος μου εἶναι ὁ Κύριος· αὐτὸν δοξολογῶ καὶ αὐτὸς ἔγινε σωτήρ μου.

  3. 3

    καὶ ἀντλήσατε ὕδωρ μετ᾿ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου.

    Καὶ ἀντλήσατε ζωοπάροχον ὕδωρ μὲ εὐφροσύνην, τὴν ὁποίαν τοῦτο προκαλεῖ, ἀπὸ τὰς πηγὰς τῆς σωτηρίας, αἵτινες εἶναι αὐτὸς ὁ Κύριος καὶ ὁ λόγος αὐτοῦ.

  4. 4

    καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· ὑμνεῖτε Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ, μιμνήσκεσθε, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ.

    Καὶ θὰ εἴπῃς σύ, τὸ λυτρωμένον κατάλοιπον, κατὰ τὴν ἡμέραν ἐκείνην τῆς σωτηρίας: Ὑμνεῖτε καὶ δοξολογεῖτε τὸν Κύριον μετὰ φωνῆς ἰσχυρᾶς διακηρύξατε τὸ ἔνδοξον ὄνομα του· ἀναγγείλατε εἰς τὰ ἔθνη τὰ ἔνδοξα ἔργα του· μὴ ξεχνάτε ποτέ, ἀλλ’ ἐνθυμεῖσθε πάντοτε ὅτι τὸ ὄνομά του ἐδοξάσθη ὡς μέγα καὶ ὑψηλόν.

  5. 5

    ὑμνήσατε τὸ ὄνομα Κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν· ἀναγγείλατε ταῦτα ἐν πάση τῇ γῇ.

    Ψάλατε πρὸς δοξολογίαν τοῦ ὀνόματος τοῦ Κυρίου, διότι μεγάλα καὶ ἔνδοξα ἐποίησεν· ἀναγγείλατε αὐτὰ εἰς πᾶσαν τὴν γῆν.

  6. 6

    ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε, οἱ κατοικοῦντες Σιών, ὅτι ὑψώθη ὁ ἅγιος τοῦ ᾿Ισραὴλ ἐν μέσῳ αὐτῆς.

    Ἀγάλλεσθε καὶ εὐφραίνεσθε σεῖς, ποὺ κατοικεῖτε εἰς τὴν Ἱερουσαλήμ, διότι ὑψώθη καὶ ἐμεγαλύνθη ὁ ἅγιος Θεὸς τοῦ Ἰσραὴλ ἐν μέσῳ αὐτῆς.