Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΙΩΒ

Ιώβ, κεφάλαιο 1

22 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (42)
  1. 1

    ΑΝΘΡΩΠΟΣ τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα ᾿Ιώβ, καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινός, ἄμεμπτος, δίκαιος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.

    Υπῆρχε κάποιος ἄνθρωπος εἰς τὴν πρὸς νότον τῆς Ἰδουμαίας κειμένην Αὐσίτιδα χώραν, τοῦ ὁποίου τὸ ὄνομα ἦτο Ἰώβ.Καὶ ὁ ἄνθρωπος ἐκεῖνος ἦτο ἀκέραιος, χωρὶς ψεγάδι, δίκαιος καὶ θεοφοβούμενος, δι’ αὐτὸ δὲ καὶ ἔφευγε μακρὰν ἀπὸ κάθε κακὸν καὶ πονηρὸν πρᾶγμα.

  2. 2

    ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς.

    Ἐγεννήθησαν δὲ εἰς αὐτὸν ἑπτὰ ἀρσενικὰ παιδιὰ καὶ τρία κορίτσια.

  3. 3

    καὶ ἦν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια, κάμηλοι τρισχίλιαι, ζεύγη βοῶν πεντακόσια, θήλειαι ὄνοι νομάδες πεντακόσιαι, καὶ ὑπηρεσία πολλὴ σφόδρα καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς· καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ᾿ ἡλίου ἀνατολῶν.

    Καὶ ἦσαν τὰ ζῶα του πρόβατα ἑπτὰ χιλιάδες, γκαμῆλαι τρεῖς χιλιάδες, ζευγάρια βοδιῶν πεντακόσια, θηλυκαὶ ὄνοι κοπάδια μαζὶ ὅλαι πεντακόσιαι καὶ πάρα πολλοὶ ὑπηρέται.Καὶ εἰργάζετο ἔργα μεγάλα ἐπὶ τῆς γῆς.Καὶ ἦτο ὁ ἄνθρωπος ἐκεῖνος μεγάλη καὶ σεβαστὴ προσωπικότης μεταξὺ ὅλων τῶν ἀνθρώπων τῆς Ἀνατολῆς.

  4. 4

    συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους ἐποιοῦσαν πότον καθ' ἑκάστην ἡμέραν, συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν ἐσθίειν καὶ πίνειν μετ᾿ αὐτῶν.

    Πηγαίνοντας δὲ μαζὶ τὰ παιδιά του μὲ τὴν σειρὰν εἰς τὸ σπίτι τοῦ καθενός των ἔκαναν φαγοπότι κάθε ἡμέραν καὶ συγχρόνως ἔπαιρναν μαζὶ καὶ τὰς τρεῖς ἀδελφάς των διὰ νὰ τρώγουν καὶ να πίνουν μαζὶ μὲ αὐτάς.

  5. 5

    καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου, ἀπέστελλεν ᾿Ιὼβ καὶ ἐκαθάριζεν αὐτοὺς ἀνιστάμενος τὸ πρωΐ καὶ προσέφερε περὶ αὐτῶν θυσίας κατὰ τὸν ἀριθμὸν αὐτῶν καὶ μόσχον ἕνα περὶ ἁμαρτίας περὶ τῶν ψυχῶν αὐτῶν· ἔλεγε γὰρ ᾿Ιώβ· μή ποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς Θεόν. οὕτως οὖν ἐποίει ᾿Ιὼβ πάσας τὰς ἡμέρας. -

    Καὶ εὐθὺς ὡς συνεπληροῦντο αἱ ἡμέραι τοῦ κύκλου αὐτοῦ τῶν ἑπτὰ συμποσίων, ἔστελλεν ὁ Ἰὼβ καὶ ἐκαθάριζεν αὐτοὺς μὲ πλύσεις καὶ ραντισμούς, καὶ ὅταν ἐσηκώνετο ἐνωρὶς τὸ πρωΐ, προσέφερε δι’ αὐτοὺς θυσίας σύμφωνα μὲ τὸν ἀριθμὸν αὐτῶν καὶ ἕνα μόσχον θυσίαν πρὸς ἐξιλέωσιν καὶ συγχώρησιν ἁμαρτιῶν διὰ τὰς ψυχάς των.Διότι ἔλεγεν ὁ Ἰώβ: «Μήπως τὰ παιδιά μου ἔβαλαν μὲ τὸν νοῦν τους κακὰ καὶ βλάσφημα κατὰ τοῦ Θεοῦ καὶ πρέπει δι’ αὐτὸ νὰ συγχωρηθοῦν».Καὶ ἔτσι λοιπὸν ἔκανεν ὁ Ἰὼβ καθ’ ὅλας τὰς ἡμέρας.

  6. 6

    Καὶ ἐγένετο ὡς ἡ ἡμέρα αὕτη, καὶ ἰδοὺ ἦλθον οἱ ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἐνώπιον τοῦ Κυρίου, καὶ ὁ διάβολος ἦλθε μετ᾿ αὐτῶν.

    Καὶ συνέβη, ὅταν ἐπέστη κάποια ἥμερα, καὶ ἰδοὺ ἦλθαν οἱ ἄγγελοι τοῦ Θεοῦ νὰ παρουσιασθοῦν ἐνώπιον τοῦ Κυρίου, καὶ μαζὶ μὲ αὐτοὺς ἦλθε καὶ ὁ διάβολος.

  7. 7

    καὶ εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· πόθεν παραγέγονας; καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ Κυρίῳ εἶπε· περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ᾿ οὐρανὸν πάρειμι.

    Καὶ εἶπεν ὁ Κύριος εἰς τὸν διάβολον: «Ἀπὸ ποὺ ἦλθες καὶ πῶς βρέθηκες ἐσὺ ἐδῶ;» Καὶ ἀποκριθεὶς ὁ διάβολος εἰς τὸν Κύριον εἶπεν: «Ἀφοῦ ἐγύρισα ὅλην τὴν γῆν καὶ περιεπάτησα εἰς ὁλόκληρον αὐτήν, ποὺ ἐκτείνεται κάτω ἀπὸ τὸν οὐρανόν, εἶμαι παρών».

  8. 8

    καὶ εἶπεν αὐτῷ ὁ Κύριος· προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ παιδός μου ᾿Ιώβ, ὅτι οὐκ ἔστι κατ᾿ αὐτὸν ἐπὶ τῆς γῆς, ἄνθρωπος ἄμεμπτος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος;

    Καὶ εἶπεν εἰς αὐτὸν ὁ Κύριος: «Ἐπρόσεξες μὲ τὴν διεστραμμένην διάνοιάν σου τὸν δοῦλον μου Ἰὼβ καὶ ἀντελήφθης, ὅτι δὲν εἶναι ἄλλος ὅμοιός του ἐπὶ τῆς γῆς, ἄνθρωπος χωρὶς ψεγάδι, εἰλικρινὴς καὶ εὐθύς, θεοφοβούμενος καὶ φυλάττων τὸν ἑαυτόν του μακρὰν ἀπὸ κάθε πονηρὸν καὶ ἁμαρτωλὸν ἔργον;»

  9. 9

    ἀπεκρίθη δὲ ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ Κυρίου· μὴ δωρεὰν ᾿Ιὼβ σέβεται τὸν Κύριον;

    Ἀπεκρίθη δὲ ὁ διάβολος καὶ εἶπεν ἀντιλέγων εἰς τὸν Κύριον: «Μήπως ὁ Ἰὼβ σέβεται τὸν Κύριον δωρεὰν καὶ χωρὶς νὰ ἀνταμείβεται;

  10. 10

    οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ καὶ τὰ ἔξω πάντων τῶν ὄντων αὐτοῦ κύκλῳ; τὰ δὲ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς.

    Δὲν ἔβαλες σὺ προστατευτικὸν φράκτην τριγύρω ἀπὸ τὰ ὑποστατικά, ποὺ ἔχει ἔξω εἰς τὴν ὕπαιθρον, ἀλλὰ καὶ εἰς ὅσα περιλαμβάνει ἐσωτερικῶς ἡ οἰκία του, καὶ δὲν ἐκύκλωσες ἐξωτερικῶς ὅλα τὰ ὑπάρχοντά του, ὥστε νὰ εἶναι ὅλα ἀσφαλισμένα; Εὐλόγησες δὲ καὶ τὰ ἔργα, μὲ τὰ ὁποῖα καταπιάνονται τὰ χέρια του, καὶ τὰ ζῶα του τὰ ἐπλήθυνες εἰς τὴν γῆν.

  11. 11

    ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων, ὧν ἔχει· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.

    Ἀλλὰ στεῖλε τὴν χεῖρα σου καὶ ἀρκεῖ νὰ ἐγγίσῃς μὲ αὐτὴν ὅλα, ὅσα ἔχει· ὁρκίζομαι, ὅτι τότε θὰ σὲ βλασφημήσῃ κατὰ πρόσωπον».

  12. 12

    τότε εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· ἰδοὺ πάντα, ὅσα ἐστὶν αὐτῷ, δίδωμι ἐν τῇ χειρί σου, ἀλλ᾿ αὐτοῦ μὴ ἅψῃ. καὶ ἐξῆλθεν ὁ διάβολος ἀπὸ προσώπου Κυρίου. -

    Τότε εἶπεν ὁ Κύριος εἰς τὸν διάβολον: «Ἰδοὺ ὅλα, ὅσα ὑπάρχουν εἰς αὐτόν, τὰ παραδίδω εἰς τὴν ἐξουσίαν σου, αὐτὸν ὅμως δὲν θὰ τὸν θίξῃς».Καὶ ἐβγῆκεν ὁ διάβολος ἀπὸ τὸ πρόσωπον τοῦ Κυρίου χωρὶς νὰ χάσῃ οὐδὲ στιγμήν.

  13. 13

    Καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη, οἱ υἱοὶ ᾿Ιὼβ καὶ αἱ θυγατέρες αὐτοῦ ἔπινον οἶνον ἐν τῇ οἰκίᾳ τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου.

    Καὶ ἦτο ἡ ἡμέρα αὐτή, κατὰ τὴν ὁποίαν τὰ παιδιὰ τοῦ Ἰὼβ καὶ τὰ κορίτσια του ἔπιναν οἶνον συντρώγοντα εἰς τὸ σπίτι τοῦ μεγαλυτέρου ἀδελφοῦ των.

  14. 14

    καὶ ἰδοὺ ἄγγελος ἦλθε πρὸς ᾿Ιὼβ καὶ εἶπεν αὐτῷ· τὰ ζεύγη τῶν βοῶν ἠροτρία, καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν,

    Καὶ ἰδοὺ ἕνας ἀγγελιοφόρος ἦλθε πρὸς τὸν Ἰὼβ καὶ τοῦ εἶπε: «Τὰ ζευγάρια τῶν βοδιῶν ὤργωναν εἰς τὰ χωράφια καὶ αἱ θηλυκαὶ ὄνοι ἔβοσκαν παραπλεύρους μὲ αὐτά.

  15. 15

    καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.

    Καὶ ἀφοῦ ἦλθαν οἱ λησταὶ ἀπὸ τὰ νότια μέρη (αἱ ὀρδαὶ τῶν Σαβαϊτῶν), ποὺ κάνουν ἅρπαγας καὶ αἰχμαλωσίας, ἅρπαξαν τὰ βόδια καὶ τὰς ὄνους καὶ ἐφόνευσαν τοὺς δούλους μὲ μαχαίρας· ἐσώθηκα δὲ μόνος ἑγὼ καὶ ἦλθα νὰ σοῦ ἀναγγείλω τὸ κακὸν ποὺ ἔγινε».

  16. 16

    ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπε πρὸς ᾿Ιώβ· πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσε τὰ πρόβατα καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως· σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.

    Ἐνῷ δὲ ὡμίλει ἀκόμη ὁ ἀγγελιοφόρος αὐτός, κατέφθασεν ἄλλος ἀγγελιοφόρος καὶ εἶπεν εἰς τὸν Ἰώβ: «Φωτιὰ ἔπεσεν ἀπὸ τὸν οὐρανὸν καὶ ἔκαυσεν ἐξ ὁλοκλήρου τὰ πρόβατα καὶ τοὺς τσοπάνηδες κατὰ τὸν ἴδιον τρόπον ἐσώθην δὲ μόνος ἐγὼ καὶ ἦλθα νά σου ἀναγγείλω τὴν φοβερὰν καταστροφήν».

  17. 17

    ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπε πρὸς ᾿Ιώβ· οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.

    Ἐνῷ δὲ ὡμιλοῦσεν ἀκόμη αὐτός, ἦλθεν ἄλλος ἀγγελιοφόρος καὶ εἶπεν εἰς τὸν Ἰώβ: «Οἱ Χαλδαῖοι ἱππεῖς, ποὺ ἦλθαν ἀπὸ τὰ βόρεια μέρη, ἔκαμαν τρεῖς φάλαγγας καὶ περιεκύκλωσαν τὶς γκαμῆλες καὶ τὶς ᾐχμαλώτισαν καὶ ἐφόνευσαν τοὺς δούλους μὲ μαχαίρας· ἐσώθην δὲ μόνος ἐγὼ καὶ ἦλθον νὰ σοῦ ἀναγγείλω τὰ συμβάντα».

  18. 18

    ἔτι τούτου λαλοῦντος ἄλλος ἄγγελος ἔρχεται λέγων τῷ ᾿Ιώβ· τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ,

    Ἐνῷ δὲ ὁ ἀγγελιοφόρος αὐτὸς ὠμιλοῦσεν ἀκόμη, ἔρχεται ἄλλος ἀγγελιοφόρος, ὁ ὁποῖος εἶπεν εἰς τὸν Ἰώβ: «Καθ’ ὃν χρόνον τὰ παιδιά σου καὶ τὰ κορίτσια σου ἔτρωγαν καὶ ἔπιναν εἰς τὸ σπίτι τοῦ μεγαλυτέρου των ἀδελφοῦ,

  19. 19

    ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν· ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. -

    αἴφνης, χωρὶς να τὸ περιμένῃ κανείς, σφοδρὸς ἄνεμος ἦλθεν ἐξ ἀνατολῶν ἀπὸ τὴν ἔρημον καὶ προσέβαλε κυκλικῶς τὰς τέσσαρας γωνίας τῆς οἰκίας καὶ ἔπεσεν ἡ οἰκία ἐπάνω εἰς τὰ παιδιά σου καὶ ἀπέθαναν ἀπὸ τὴν καταστροφὴν δὲ ἐσώθην μόνος ἐγὼ καὶ ἦλθα νὰ σοῦ ἀναγγείλω τὸ θλιβερὸν γεγονός».

  20. 20

    Οὕτως ἀναστὰς ᾿Ιὼβ ἔρρηξε τὰ ἱμάτια αὐτοῦ καὶ ἐκείρατο τὴν κώμην τῆς κεφαλῆς καὶ πεσὼν χαμαὶ προσεκύνησε τῷ Κυρίῳ καὶ εἶπεν·

    Ἔτσι σὰν ἄκουσεν αὐτὰ ὁ Ἰώβ, ἀφοῦ ἐσηκώθη ἐπάνω, ἐξέσχισε τὰ ἐνδύματά του καὶ ἐκούρευσε τὰ μαλλιὰ τῆς κεφαλῆς του, κατὰ τὴν συνήθειαν τῶν λυπημένων τῆς ἐποχῆς ἐκείνης, καὶ ἀφοῦ ἔπεσε κατὰ γῆς, ἐπροσκύνησε τὸν Κύριον καὶ εἶπεν:

  21. 21

    αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ· ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. -

    «Ἐγὼ γυμνὸς ἐβγῆκα ἀπὸ τὴν κοιλίαν τῆς μητέρας μου, γυμνὸς καὶ θὰ ἀπέλθω ἐκεῖ, εἰς τὴν κοινὴν μητέρα γῆν.Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος καὶ ἀφήρεσεν.Ὅπως ἐφάνη καλὸν εἰς τὸν Κύριον, ἔτσι καὶ ἔγινεν ἂς εἶναι τὸ ὄνομα τοῦ Κυρίου δοξασμένον καὶ εὐλογημένον πάντοτε καὶ ἀτελευτήτως».

  22. 22

    ᾿Εν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν ᾿Ιὼβ ἐναντίον τοῦ Κυρίου καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ Θεῷ.

    Εἰς ὅλα αὐτά, τὰ ὁποῖα συνέβησαν εἰς αὐτόν, τὰ τόσον συγκλονιστικὰ καὶ θλιβερά, δὲν ἡμάρτησεν εἰς τίποτε ὁ Ἰὼβ ἀπέναντι τοῦ Κυρίου καὶ δὲν ἐβλασφήμησε κατηγορῶν τὸν Θεὸν ὡς ἐνεργήσαντα ἀφρόνως καὶ ἀπερισκέπτως.