Ιωνάς, κεφάλαιο 4
- 1
ΚΑΙ ἐλυπήθη Ἰωνᾶς λύπην μεγάλην καὶ συνεχύθη,
Καὶ ἐλυπήΘη ὁ Ἰωνᾶς πάρα πολὺ καὶ ἐσυγχύσθη ἀπολέσας τὴν ψυχραιμίαν του.
- 2
καὶ προσηύξατο πρὸς Κύριον καὶ εἶπεν· Ὦ Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου ἔτι ὄντος μου ἐν τῇ γῇ μου; διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρσίς, διότι ἔγνων ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις.
Καὶ προσηυχήθη ὁ Ἰωνᾶς πρὸς τὸν Κύριον καὶ εἶπε: «Κύριε, δὲν τὰ ἔλεγον ἐγὼ καὶ δὲν ἦσαν αὐτὰ τὰ λόγια μου, ὅταν ἀκόμη ἤμην εἰς τὴν πατρίδα μου; Δι' αὐτὸ καὶ προτήτερα ἐξεκίνησα νὰ φύγω εἰς Θαρσίς, διότι ἤξευρα καλά, Ὅτι σὺ εἶσαι ἐλεήμων καὶ σπλαγχνικός, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοεῖς διὰ τὰς κακίας καὶ δὲν τιμωρεῖς εἰς τὸ τέλος αὐτούς, ποὺ μετανοοῦν δι’ αὐτάς.
- 3
καὶ νῦν, δέσποτα Κύριε, λάβε τὴν ψυχήν μου ἀπ᾿ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με μᾶλλον, ἢ ζῆν με.
Καὶ τώρα, δέσποτα Κύριε, πάρε τὴν ζωήν μου ἀπὸ ἐμέ, διότι εἶναι προτιμότερον εἰς ἐμὲ νὰ ἀποθάνω παρὰ νὰ ζῶ».
- 4
καὶ εἶπε Κύριος πρὸς Ἰωνᾶν· εἰ σφόδρα λελύπησαι σύ;
Καὶ εἶπεν ὁ Κύριος πρὸς τὸν Ἰωνᾶν: «Λοιπὸν πάρα πολὺ ἔχεις λυπηθῇ σύ;»
- 5
καὶ ἐξῆλθεν Ἰωνᾶς ἐκ τῆς πόλεως καὶ ἐκάθισεν ἀπέναντι τῆς πόλεως· καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ σκηνὴν καὶ ἐκάθητο ὑποκάτω αὐτῆς, ἕως οὗ ἀπίδῃ τί ἔσται τῇ πόλει.
Καὶ ἐβγῆκε ὁ Ἰωνᾶς ἀπὸ τὴν πόλιν καὶ ἐκάθισεν ἀπέναντι τῆς πόλεως καὶ κατεσκεύασεν ἐκεῖ διὰ τὸν ἑαυτόν του σκηνὴν καὶ ἐκάθητο ὑποκάτω ἀπὸ αὐτήν, ἕως ὅτου ἴδῃ τί ἐπρόκειτο νὰ γίνῃ εἰς τὴν πόλιν.
- 6
καὶ προσέταξε Κύριος ὁ Θεὸς κολοκύνθῃ, καὶ ἀνέβη ὑπὲρ κεφαλῆς τοῦ Ἰωνᾶ τοῦ εἶναι σκιὰν ὑπεράνω τῆς κεφαλῆς αὐτοῦ τοῦ σκιάζειν αὐτῷ ἀπὸ τῶν κακῶν αὐτοῦ. καὶ ἐχάρη Ἰωνᾶς ἐπὶ τῇ κολοκύνθῃ χαρὰν μεγάλην.
Καὶ διέταξε Κύριος ὁ Θεὸς μίαν κολοκυθιὰν καὶ ἀναπτυχθεῖσα ὑψώθη ὑπεράνω τῆς κεφαλῆς τοῦ Ἰωνᾶ, διὰ νὰ εἶναι σκιὰ ἐπάνω ἀπὸ τὴν κεφαλήν του, ὅπως τὸν σκιάζῃ καὶ τὸν ἀνακουφίζῃ ἀπὸ τὴν στενοχώριαν καὶ ἀθυμίαν του. Καὶ ἐχάρη ὁ Ἰωνᾶς διὰ τὴν κολοκυθιὰν πάρα πολύ.
- 7
καὶ προσέταξεν ὁ Θεὸς σκώληκι ἑωθινῇ τῇ ἐπαύριον, καὶ ἐπάταξε τὴν κολοκύνθαν, καὶ ἀπεξηράνθη.
Καὶ διέταξεν ὁ Θεὸς σκώληκα, ποὺ τὴν ἑπομένην ἡμέραν πολὺ πρωῒ ἐπροχώρησε πρὸς τὴν κολοκυθιὰν καὶ τὴν ἐκτύπησεν εἰς τὴν ρίζαν καὶ ἐξεράθη.
- 8
καὶ ἐγένετο ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον καὶ προσέταξεν ὁ Θεὸς πνεύματι καύσωνι συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν τοῦ Ἰωνᾶ· καὶ ὠλιγοψύχησε καὶ ἐπελέγετο τὴν ψυχὴν αὐτοῦ καὶ εἶπε· καλόν μοι ἀποθανεῖν με ἢ ζῆν.
Καὶ συνέβη, εὐθὺς ὡς ἀνέτειλεν ὁ ἥλιος, διέταξεν ὁ Θεὸς ἄνεμον καυστικόν, ποὺ μαζὶ μὲ τὰς ἡλιακὰς ἀκτῖνας ἔκαιε, καὶ ἐκτύπησεν ὁ ἥλιος τὴν κεφαλὴν τοῦ Ἰωνᾶ· καὶ ἐλιγοψύχησε καὶ ἐξηντλήθη μέχρι λιποθυμίας καὶ κινδύνου νὰ χάσῃ τὴν ζωήν του καὶ εἶπε: «Καλύτερον εἶναι νὰ ἀποθάνω παρὰ νὰ ζῶ».
- 9
καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἰωνᾶν· εἰ σφόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύνθῃ; καὶ εἶπε· σφόδρα λελύπημαι ἐγὼ ἕως θανάτου.
Καὶ εἶπεν ὁ Θεὸς εἰς τὸν Ἰωνᾶν: «Λοιπὸν ἔχεις λυπηθῇ πάρα πολὺ σὺ διὰ τὴν κολοκυθιάν;» Καὶ εἶπεν ὁ Ἰωνᾶς: «Πάρα πολὺ ἐλυπήθηκα ἐγὼ μέχρι τοῦ νὰ ζητῶ τὸν θάνατον».
- 10
καὶ εἶπε Κύριος· σὺ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας ἐπ᾿ αὐτὴν οὐδὲ ἐξέθρεψας αὐτήν, ἣ ἐγενήθη ὑπὸ νύκτα καὶ ὑπὸ νύκτα ἀπώλετο.
Καὶ εἶπεν ὁ Κύριος: «Σὺ ἐλυπήθης διὰ τὴν κολοκυθιὰν καί, ἐὰν ἐξηρτᾶτο ἀπὸ σέ, δὲν θὰ ἄφηνες νὰ ξηρανθῇ αὕτη, διὰ τὴν ὁποίαν δὲν ἐκοπίασες διὰ νὰ τὴν φυτεύσῃς καὶ οὔτε ἐπότισες καὶ ἐκαλλιέργησες αὐτὴν διὰ νὰ αὐξηθῇ· ἡ ὁποία κατὰ τὰς νυκτερινὰς ὥρας τῆς πρωΐας ἔγινε καὶ πρωΐ - πρωῒ πάλιν, προτοῦ νὰ φανῇ τὸ φῶς τῆς ἡμέρας, ἐχάθη.
- 11
ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευὴ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνθρώπων, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν ἢ ἀριστερὰν αὐτῶν, καὶ κτήνη πολλά
Ἐγὼ δὲ δὲν θὰ λυπηθῶ τὴν Νινευὴ καὶ δὲν θὰ προλάβω τὴν καταστροφὴν αὐτῆς, τῆς πόλεως τῆς μεγάλης, εἰς τὴν ὁποίαν κατοικοῦν περισσότεραι ἀπὸ ἑκατὸν εἴκοσι χιλιάδες ἀνθρώπων, οἱ ὁποῖοι, ἐπειδὴ εἶναι ἀκόμη νήπιοι, δὲν ἔμαθαν ποία εἶναι ἡ δεξιά των ἢ ἡ ἀριστερά των, ἀκόμη δὲ ὑπάρχουν εἰς αὐτὴν καὶ κτήνη πολλά, τὰ ὁποῖα, ὅπως τὰ νήπια, οὕτω καὶ αὐτὰ δὲν ἔπταισαν εἰς τίποτε;»
