Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΙΩΝΑΣ

Ιωνάς, κεφάλαιο 1

16 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (4)
  1. 1

    ΚΑΙ ἐγένετο λόγος Κυρίου πρὸς ᾿Ιωνᾶν τὸν τοῦ ᾿Αμαθὶ λέγων·

    Καὶ κατέφθασε λόγος Κυρίου πρὸς Ἰωνᾶν, τὸν υἱὸν τοῦ Ἀμαθί, ὁ ὁποῖος λόγος ἔλεγε:

  2. 2

    ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευὴ τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρός με.

    «Σήκω καὶ πήγαινε εἰς τὴν Νινευῆ, ποὺ εἶναι πόλις μεγάλη, καὶ κήρυξε εἰς αὐτήν, διότι ἡ κακία της βουΐζει τόσον πολύ, ὥστε ἀνέβη ἡ κραυγὴ καὶ ἡ βοή της μέχρις ἐμοῦ εἰς τοὺς οὐρανούς».

  3. 3

    καὶ ἀνέστη ᾿Ιωνᾶς τοῦ φυγεῖν εἰς Θαρσὶς ἐκ προσώπου Κυρίου καὶ κατέβη εἰς ᾿Ιόππην καὶ εὗρε πλοῖον βαδίζον εἰς Θαρσὶς καὶ ἔδωκε τὸν ναῦλον αὐτοῦ καὶ ἐνέβη εἰς αὐτὸ τοῦ πλεῦσαι μετ᾿ αὐτῶν εἰς Θαρσὶς ἐκ προσώπου Κυρίου.

    Καὶ ἐσηκωθη ὁ Ἰωνᾶς μὲ τὴν ἀπόφασιν νὰ φύγῃ εἰς τὴν πόλιν τῆς Ἰσπανίας Θαρσὶς μακρὰν ἀπὸ τὰ Ἱεροσόλυμα, ὅπου εἰδικῶς καὶ κατ’ ἐξοχὴν ὁ Κύριος ἐφανέρωνε τὴν δόξαν καὶ τὸ μεγαλεῖον τοῦ προσώπου του. Καὶ κατέβη εἰς τὴν Ἰόππην καὶ εὗρε πλοῖον, ποὺ θὰ ἀπέπλεεν εἰς Θαρσίς, καὶ ἔδωκε τὸν ναῦλον τοῦ ταξιδίου καὶ ἀνέβη εἰς τὸ πλοῖον τοῦτο διὰ νὰ ἔλθῃ μαζὶ μὲ αὐτούς, ποὺ ἦσαν ἐντὸς αὐτοῦ, εἰς Θαρσὶς μακρὰν ἀπὸ τὸ πρόσωπον τοῦ Κυρίου.

  4. 4

    καὶ Κύριος ἐξήγειρε πνεῦμα μέγα εἰς τὴν θάλασσαν, καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ θαλάσσῃ, καὶ τὸ πλοῖον ἐκινδύνευε τοῦ συντριβῆναι.

    Καὶ ὁ Κύριος ἐσήκωσε δυνατὸν ἀέρα εἰς τὴν θάλασσαν καὶ ἔγινε μεγάλη τρικυμία μέσα εἰς τὴν θάλασσαν καὶ τὸ πλοῖον ἐκινδύνευε νὰ συντριβῇ.

  5. 5

    καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ καὶ ἀνεβόησαν ἕκαστος πρὸς τὸ θεὸν αὐτοῦ καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν τοῦ κουφισθῆναι ἀπ᾿ αὐτῶν. ᾿Ιωνᾶς δὲ κατέβη εἰς τὴν κοίλην τοῦ πλοίου καὶ ἐκάθευδε καὶ ἔρρεγχε.

    Καὶ ἦτο τόσον ἰσχυρὰ ἡ τρικυμία, ὥστε καὶ αὐτοὶ οἱ ἔμπειροι εἰς τὸ ἐπάγγελμα τοῦ ναύτου ἐφοβήθησαν ὅτι θὰ ἐπνίγοντο, καὶ μὲ φωνὰς ἰσχυρὰς ἐφώναζαν, παρακαλοῦντες ἕκαστος ἐκεῖνον, τὸν ὁποῖον ἐπίστευεν ὡς θέον του· καὶ οἱ ναυτικοὶ ἔρριψαν ἔξω ἀπὸ τὸ πλοῖον εἰς τὴν θάλασσαν τὰ ἔπιπλα καὶ τὸ φορτίον, ποὺ ὑπῆρχαν εἰς τὸ πλοῖον, διὰ νὰ ἐλαφρωθῇ τοῦτο ἀπὸ αὐτά· ὁ δὲ Ἰωνᾶς, ἅμα εἰσῆλθεν εἰς τὸ πλοῖον, κατέβη εἰς τὸ κύτος του καὶ ἐκοιμᾶτο καὶ ἐροχάλιζε.

  6. 6

    καὶ προσῆλθε πρὸς αὐτὸν ὁ πρωρεὺς καὶ εἶπεν αὐτῷ· τί σὺ ρέγχεις; ἀνάστα καὶ ἐπικαλοῦ τὸν Θεόν σου, ὅπως διασώσῃ ὁ Θεὸς ἡμᾶς καὶ οὐ μὴ ἀπολώμεθα.

    Καὶ τὸν ἐπλησίασεν ὁ ἀπὸ τῆς πρώρας τοῦ πλοίου διὰ τοῦ πηδαλίου κατευθύνων αὐτὸ πλοίαρχος καὶ τοῦ εἶπε: «Τί κάνεις αὐτοῦ; Τὸ πλοῖον κινδυνεύει καὶ σὺ κοιμᾶσαι βαθιά; Σήκω καὶ παρακάλει τὸν Θεόν σου, διὰ νὰ μᾶς διασώσῃ ὁ Θεὸς καὶ να μὴ χαθῶμεν».

  7. 7

    καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· δεῦτε βάλωμεν κλήρους καὶ ἐπιγνῶμεν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν; καὶ ἔβαλον κλήρους, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ ᾿Ιωνᾶν.

    Καὶ εἶπεν ὁ καθένας των εἰς τὸν διπλανόν του: «Ἐμπρὸς ἂς ρίψωμεν κλήρους καὶ ἔτσι ἂς μάθωμεν ἕνεκα ποίου συμβαίνει τὸ κακὸν αὐτὸ εἰς ἠμᾶς». Καὶ ἔρριψαν κλήρους καὶ ὁ κλῆρος ἔπεσεν εἰς τὸν Ἰωνᾶν.

  8. 8

    καὶ εἶπον πρὸς αὐτόν· ἀπάγγειλον ἡμῖν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν; τίς σου ἡ ἐργασία ἐστί; καὶ πόθεν ἔρχῃ, καὶ τοῦ πορεύῃ, καὶ ἐκ ποίας χώρας καὶ ἐκ ποίου λαοῦ εἶ σύ;

    Καὶ εἶπαν τότε εἰς αὐτόν: «Εἰπέ μας καθαρὰ διὰ ποῖον λόγον αὐτὸ τὸ κακὸν συνέβη καὶ γίνεται εἰς ἠμᾶς· ποία εἶναι ἡ ἐργασία καὶ τὸ ἐπάγγελμά σου; Ἀπὸ ποὺ ἔρχεσαι καὶ ποὺ πηγαίνεις; Καὶ ἀπὸ ποίαν χώραν καὶ ἀπὸ ποῖον λαὸν εἶσαι σύ;»

  9. 9

    καὶ εἶπε πρὸς αὐτούς· δοῦλος Κυρίου εἰμὶ ἐγὼ καὶ τὸν Κύριον Θεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι, ὃς ἐποίησε τὴν θάλασσαν καὶ τὴν ξηράν.

    Καὶ ὁ Ἰωνᾶς εἶπε πρὸς αὐτούς: «Δοῦλος ὑπηρετῶν ἐν ἱερᾷ διακονίᾳ τὸν Κύριον εἶμαι ἐγὼ καὶ τὸν Κύριον καὶ Θεὸν τοῦ οὐρανοῦ ἐγὼ φοβοῦμαι καὶ λατρεύω, ὁ ὁποῖος ἐποίησε τὴν θάλασσαν καὶ τὴν ξηρὰν καὶ ὁ ὁποῖος ὡς κύριος ἀμφοτέρων κάμνει καὶ εἰς τὴν ξηρὰν καὶ εἰς τὴν θάλασσαν ὅ,τι Αὐτὸς θέλει».

  10. 10

    καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβον μέγαν καὶ εἶπον πρὸς αὐτόν· τί τοῦτο ἐποίησας; διότι ἔγνωσαν οἱ ἄνδρες, ὅτι ἐκ προσώπου Κυρίου ἦν φεύγων, ὅτι ἀπήγγειλεν αὐτοῖς.

    Καὶ ἐφοβήθησαν πάρα πολὺ οἱ ἄνδρες, ὅταν ἐπληροφορήθησαν ὅτι ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τῆς θαλάσσης ἦτο ὠργισμένος κατὰ τοῦ Ἰωνᾶ. Καὶ εἶπαν πρὸς αὐτόν:«Διατὶ ἔκαμες τὴν ἀπείθειαν αὐτὴν καὶ ἀπεπειράθης νὰ φύγῃς ἀπὸ τὸ πρόσωπον τοῦ Θεοῦ;» Διότι ἔλαβον γνῶσιν οἱ ἄνδρες ὅτι ὁ Ἰωνᾶς ἔφυγεν ἀπὸ τὸ πρόσωπον τοῦ Κυρίου, διότι οὗτος τὸ εἶχεν εἴπει εἰς αὐτούς.

  11. 11

    καὶ εἶπον πρὸς αὐτόν· τί ποιήσομέν σοι καὶ κοπάσει ἡ θάλασσα ἀφ᾿ ἡμῶν; ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξήγειρε μᾶλλον κλύδωνα.

    Καὶ εἶπαν πρὸς αὐτόν: Τί νὰ σοῦ κάμωμεν, ὥστε νὰ ἠσυχάσῃ ἡ θάλασσα καὶ νὰ μὴ ἀγριεύῃ ἐναντίον μας;» Διότι ἡ θάλασσα ἐκινεῖτο καὶ ἐσήκωνε περισσοτέραν τρικυμίαν.

  12. 12

    καὶ εἶπεν ᾿Ιωνᾶς πρὸς αὐτούς· ἄρατέ με καὶ ἐμβάλετέ με εἰς τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφ᾿ ὑμῶν· διότι ἔγνωκα ἐγὼ ὅτι δι᾿ ἐμὲ ὁ κλύδων ὁ μέγας οὗτος ἐφ᾿ ὑμᾶς ἐστι.

    Καὶ εἶπεν ὁ Ἰωνᾶς πρὸς αὐτούς: «Πάρετέ με καὶ ρίψατέ με μέσα εἰς τὴν θάλασσαν καὶ θὰ ἠρεμήσῃ ἡ θάλασσα, ὥστε νὰ μὴ πίπτουν τὰ ἄγρια κύματα τῆς ἐπάνω σας, διότι ἐγὼ ἐσχημάτισα τὴν πεποίθησιν, ὅτι ἐξ αἰτίας μου ἡ μεγάλη αὐτὴ τρικυμία συμβαίνει εἰς σᾶς».

  13. 13

    καὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ἐπιστρέψαι πρὸς τὴν γῆν καὶ οὐκ ἠδύναντο, ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξηγείρετο μᾶλλον ἐπ᾿ αὐτούς.

    Καὶ προσεπάθουν μὲ τὴν βίαν οἱ ἄνδρες νὰ ἐπιστρέφουν εἰς τὴν ξηράν, διὰ να ἀποβιβάσουν ἐκεῖ τὸν Ἰωνᾶν, καὶ δὲν ἠμποροῦσαν, διότι ἡ θάλασσα ἐκινεῖτο τεταραγμένη καὶ ἐσήκωνε περισσοτέραν τρικυμίαν καὶ κύματα.

  14. 14

    καὶ ἀνεβόησαν πρὸς Κύριον καὶ εἶπαν· μηδαμῶς, Κύριε, μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου, καὶ μὴ δῷς ἐφ᾿ ἡμᾶς αἷμα δίκαιον, διότι σύ, Κύριε, ὃν τρόπον ἐβούλου, πεποίηκας.

    Καὶ ἐφώναξαν διὰ προσευχῆς πρὸς τὸν Κύριον καὶ εἶπαν: «Μὴ ἀπολεσθῶμεν κατ’ οὐδένα τρόπον, Κύριε, διὰ τὴν ζωὴν τοῦ ἀνθρώπου αὐτοῦ, ποὺ πρόκειται να λάβῃ τέλος μέσα εἰς τὰ κύματα τῆς θαλάσσης· καὶ μὴ ἐπιρρίψῃς ἐπάνω μας τὴν ἐνοχὴν διὰ τὸ δίκαιον αἷμα, ποὺ πρόκειται νὰ χυθῇ· διότι σύ, Κύριε, ὅπως ἤθελες, ἔτσι καὶ ἔκαμες».

  15. 15

    καὶ ἔλαβον τὸν ᾿Ιωνᾶν καὶ ἐξέβαλον αὐτὸν εἰς τὴν θάλασσαν, καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ σάλου αὐτῆς.

    Καὶ ἐπῆραν τὸν Ἰωνᾶν εἰς τὰ χέρια των καὶ τὸν ἔρριψαν ἔξω τοῦ πλοίου εἰς τὴν θάλασσαν, καὶ ἐσταμάτησεν ἡ θάλασσα ἀπὸ τὴν τρικυμίαν καὶ ταραχὴν αὐτῆς.

  16. 16

    καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβῳ μεγάλῳ τὸν Κύριον καὶ ἔθησαν θυσίαν τῷ Κυρίῳ καὶ ηὔξαντο τὰς εὐχάς.

    Καὶ ἐφοβήθησαν οἱ ἄνδρες πάρα πολὺ τὸν Κύριον καὶ ἐθυσίασαν θυσίαν πρόχειρον ὄχι εἰς τοὺς ἰδικούς των θεούς, ἀλλ’ εἰς τὸν Κύριον, ὡς τὸν μόνον ἀληθινὸν Θεόν, καὶ ἔκαμαν ταξίματα νὰ κάμουν καὶ ἄλλας θυσίας, ὅταν θὰ ἐξήρχοντο εἰς τὴν ξηράν.