Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΙΩΗΛ

Ιωήλ, κεφάλαιο 1

20 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (4)
  1. 1

    ΛΟΓΟΣ Κυρίου, ὃς ἐγενήθη πρὸς ᾿Ιωὴλ τὸν τοῦ Βαθουήλ.

    Αὐτὰ ποὺ θὰ ἐπακολουθήσουν, εἶναι ὁ λόγος τοῦ Κυρίου, ὁ ὁποῖος ἔγινεν εἰς τὸν Ἰωήλ, τὸν υἱὸν τοῦ Βαθουήλ.

  2. 2

    ᾿Ακούσατε ταῦτα, οἱ πρεσβύτεροι, καὶ ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν γῆν. εἰ γέγονε τοιαῦτα ἐν ταῖς ἡμέραις ὑμῶν ἢ ἐν ταῖς ἡμέραις τῶν πατέρων ὑμῶν;

    Ἀκούσατε αὐτά, ποὺ θὰ εἴπω, σεῖς οἱ γεροντότεροι, καὶ βάλετέ τα στὰ αὐτιά σας ὅλοι σεῖς, ποὺ κατοικεῖτε εἰς τὴν ἰουδαϊκὴν γῆν. Εἴπατέ μου· ἔχουν γίνει τέτοιες καταστροφὲς εἰς τὰς ἡμέρας σας ἢ εἰς τὰς ἡμέρας τῶν πατέρων σας;

  3. 3

    ὑπὲρ αὐτῶν τοῖς τέκνοις ὑμῶν διηγήσασθε, καὶ τὰ τέκνα ὑμῶν τοῖς τέκνοις αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν εἰς γενεὰν ἑτέραν.

    Δι’ αὐτὰς διηγηθῆτε εἰς τὰ παιδιά σας, καὶ τὰ παιδιά σας ἂς διηγηθοῦν εἰς τὰ τέκνα των καὶ τὰ τέκνα των εἰς τὴν ἄλλην γενεάν, ὥστε νὰ μένῃ εἰς τὴν μνήμην ὅλων ἐντυπωμένον, πῶς ἡ θεία δικαιοσύνη ἐκδικεῖται τὴν ἁμαρτίαν.

  4. 4

    τὰ κατάλοιπα τῆς κάμπης κατέφαγεν ἡ ἀκρίς, καὶ τὰ κατάλοιπα τῆς ἀκρίδος κατέφαγεν ὁ βροῦχος, καὶ τὰ κατάλοιπα τοῦ βρούχου κατέφαγεν ἡ ἐρυσίβη.

    Τὰ ὑπόλοιπα ποὺ ἀφῆκεν ἡ κάμπη, κατέφαγεν ἡ ἀκρίδα, καὶ τὰ ὑπόλοιπα ποὺ ἔμειναν καὶ δὲν ἔφαγεν ἡ ἀκρίδα, τὰ κατέφαγεν ὁ βροῦχος, καὶ τὰ ὑπόλοιπα ποὺ ἔμειναν ἀπὸ τὴν καταστροφὴν τοῦ βρούχου, τὰ κατέφαγεν ἡ ἐλθοῦσα ἔπειτα μικρότερη ἀκρίδα.

  5. 5

    ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὐτῶν καὶ κλαύσατε· θρηνήσατε, πάντες οἱ πίνοντες οἶνον εἰς μέθην, ὅτι ἐξῄρθη ἐκ στόματος ὑμῶν εὐφροσύνη καὶ χαρά.

    Συνέλθετε εἰς τὸν ἑαυτόν σας καὶ ξεμεθύσατε, ὅσοι μεθᾶτε ἀπὸ τὸν οἶνον, ποὺ ἕως τώρα τὸν εἴχατε ἄφθονον, καὶ κλαύσατε· θρηνήσατε ὅλοι, ὅσοι ἕως τώρα πίνετε χωρὶς μέτρον οἶνον διὰ νὰ μεθᾶτε, διότι ἀφῃρέθη καὶ ἐχάθη ἀπὸ τὸ στόμα σας αὐτὸ ποὺ σᾶς ἔφερνε εὐφροσύνην καὶ χαράν.

  6. 6

    ὅτι ἔθνος ἀνέβη ἐπὶ τὴν γῆν μου ἰσχυρὸν καὶ ἀναρίθμητον, οἱ ὀδόντες αὐτοῦ, ὀδόντες λέοντος, καὶ αἱ μύλαι αὐτοῦ σκύμνου.

    Διότι αἱ ἀκρίδες συντεταγμέναι σὰν στράτευμα ἀνέβησαν εἰς τὴν γῆν τῆς Παλαιστίνης, τὴν ἰδικήν μου, ὡς ἄλλο ἔθνος ἰσχυρὸν καὶ ἀναρίθμητον τὰ δόντια τοῦ ἔθνους αὐτοῦ εἶναι δόντια λέοντος καὶ τὰ σαγόνια του εἶναι σαγόνια νεαροῦ λεονταριοῦ.

  7. 7

    ἔθετο τὴν ἄμπελόν μου εἰς ἀφανισμὸν καὶ τὰς συκᾶς μου εἰς συγκλασμόν· ἐρευνῶν ἐξηρεύνησεν αὐτὴν καὶ ἔρριψεν, ἐλεύκανε τὰ κλήματα αὐτῆς.

    Ἐπροξένησεν εἰς τὴν ἄμπελόν μου πλήρη ἐξαφάνισιν καὶ εἰς τὶς συκιές μου σπάσιμον καὶ κατατσάκισμα τῶν τρυφερῶν κλώνων τους. Ἔψαξε μὲ καταστρεπτικὴν μανίαν αὐτὴν καὶ τὴν ἔρριψε κάτω, ἔκαμε λευκὰ τὰ κλήματά της, διότι δὲν ἀφῆκε τίποτε τρυφερόν.

  8. 8

    θρήνησον πρός με ὑπὲρ νύμφην περιεζωσμένην σάκκον ἐπὶ τὸν ἄνδρα αὐτῆς τὸν παρθενικόν.

    Θρήνησον, χώρα τῆς Παλαιστίνης, χύνουσα τὰ δάκρυά σου ἐνώπιόν μου παραπάνω ἀπὸ νεαρὰν γυναῖκα, ποὺ εἶναι ζωσμένη με σάκκον πένθους διὰ τὸν ἄνδρα τῆς νεότητός της.

  9. 9

    ἐξῇρται θυσία καὶ σπονδὴ ἐξ οἴκου Κυρίου. πενθεῖτε, οἱ ἱερεῖς οἱ λειτουργοῦντες θυσιαστηρίῳ Κυρίου,

    Ἐξηφανίσθη, δι' ἔλλειψιν ἀλεύρου καὶ ἐλαίου καὶ οἴνου, θυσία ἀναίμακτος καὶ σπονδὴ ἀπὸ τὸν οἶκον τοῦ Κυρίου. Πενθεῖτε σεῖς οἱ ἱερεῖς, οἱ ὁποῖοι λειτουργεῖτε εἰς τὸ θυσιαστήριον τοῦ Κυρίου.

  10. 10

    ὅτι τεταλαιπώρηκε τὰ πεδία· πενθείτω ἡ γῆ, ὅτι τεταλαιπώρηκε σῖτος, ἐξηράνθη οἶνος, ὠλιγώθη ἔλαιον.

    Πενθεῖτε, διότι ἐκακοπάθησαν αἱ πεδιάδες· ἂς πενθῇ ἡ χώρα, ἀξιοθρήνητον παρουσιάζουσα εἰκόνα, διότι κατεστράφησαν τὰ στάχυα καὶ τὸ σιτάρι, ἐξηράνθησαν τὰ ἀμπέλια καὶ ἔλειψεν ὁ μοῦστος, ἐλιγόστευσε τὸ λάδι, διότι καὶ οἱ ἐλιὲς ἐκακοπάθησαν.

  11. 11

    ἐξηράνθησαν γεωργοί· θρηνεῖτε, κτήματα, ὑπὲρ πυροῦ καὶ κριθῆς, ὅτι ἀπόλωλε τρυγητὸς ἐξ ἀγροῦ·

    Στέκονται μαραμένοι καὶ ἐντροπιασμένοι οἱ γεωργοί. Θρηνεῖτε καὶ σεῖς, χωράφια καλλιεργημένα, διὰ τὸν σῖτον καὶ τὴν κριθήν, διότι ἐχάθη ὁ θερισμὸς τῆς συγκομιδῆς ἀπὸ κάθε χωράφι.

  12. 12

    ἡ ἄμπελος ἐξηράνθη, καὶ αἱ συκαῖ ὠλιγώθησαν· ρόα καὶ φοῖνιξ καὶ μῆλον καί πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐξηράνθησαν, ὅτι ᾔσχυναν χαρὰν οἱ υἱοὶ τῶν ἀνθρώπων.

    Ἡ ἄμπελος ἐξεράθη καὶ αἱ συκαῖ ὠλιγόστευσαν· ἡ ροδιὰ καὶ ἡ χουρμαδιὰ καὶ ἡ μηλιὰ καὶ ὅλα τὰ δένδρα τοῦ ἀγροῦ ἐξεράθησαν, δι’ αὐτὸ δὲ καὶ ἔφυγεν ἡ χαρὰ ἀπὸ τοὺς υἱοὺς τῶν ἀνθρώπων.

  13. 13

    περιζώσασθε καὶ κόπτεσθε, οἱ ἱερεῖς, θρηνεῖτε οἱ λειτουργοῦντες θυσιαστηρίῳ· εἰσέλθετε ὑπνώσατε ἐν σάκκοις λειτουργοῦντες Θεῷ, ὅτι ἀπέσχηκεν ἐξ οἴκου Θεοῦ ὑμῶν θυσία καὶ σπονδή.

    Ζωσθῆτε τριγύρω σας σάκκους καὶ τύψατε τὰ στήθη σας, σεῖς οἱ ἱερεῖς· θρηνεῖτε σεῖς, ποὺ λειτουργεῖτε εἰς τὸ θυσιαστήριον εἰσέλθετε εἰς τὸν ναὸν καὶ διανυκτερεύσατε μὲ σάκκους, σεῖς ποὺ λειτουργεῖτε εἰς τὸν Θεόν, διότι ἐξέλιπεν ἀπὸ τὸν οἶκον τοῦ Θεοῦ σας θυσία καὶ σπονδή.

  14. 14

    ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους πάντας κατοικοῦντας γῆν εἰς οἶκον Θεοῦ ὑμῶν καὶ κεκράξετε πρὸς Κύριον ἐκτενῶς·

    Κηρύξατε ἱερὰν νηστείαν, καλέσατε σύναξιν λατρείας, συναθροίσατε τοὺς γέροντας, ἀλλὰ καὶ ὅλους τοὺς κατοίκους τῆς ἰουδαϊκῆς γῆς εἰς τὸν οἶκον τοῦ Θεοῦ σας καὶ φωνάξατε δυνατὰ πρὸς τὸν Κύριον διὰ προσευχῆς μακρᾶς καὶ παρατεταμένης.

  15. 15

    οἴμοι, οἴμοι, οἴμοι εἰς ἡμέραν, ὅτι ἐγγὺς ἡ ἡμέρα Κυρίου καὶ ὡς ταλαιπωρία ἐκ ταλαιπωρίας ἥξει.

    Ἀλλοίμονον καὶ τρισαλλοίμονον διὰ τὴν ἡμέραν αὐτήν, διότι πλησίον εἶναι καὶ ἡ προαναγγελλομένη ὑπ’ αὐτῆς ἐσχάτη ἡμέρα τοῦ Κυρίου, καὶ θὰ ἔλθῃ αὕτη ὡς ταλαιπωρία καὶ τιμωρία ἐπιβαλλομένη ἀπὸ τὴν ἐκπέμπουσαν ταλαιπωρίας χεῖρα τοῦ Κυρίου.

  16. 16

    κατέναντι τῶν ὀφθαλμῶν ὑμῶν βρώματα ἐξωλοθρεύθη, ἐξ οἴκου Θεοῦ ὑμῶν εὐφροσύνη καὶ χαρά.

    Μπροστὰ στὰ μάτια σας ἐξηφανίσθη ἡ πρὸς διατροφήν σας παραγωγή, καθὼς καὶ ἀπὸ τὸν οἶκον τοῦ Θεοῦ σας ἡ εὐφροσύνη καὶ ἡ χαρά, τὴν ὁποίαν σᾶς μετέδιδεν ἡ τακτικὴ τέλεσις τῶν θυσιῶν.

  17. 17

    ἐσκίρτησαν δαμάλεις ἐπὶ ταῖς φάτναις αὐτῶν, ἠφανίσθησαν θησαυροί, κατεσκάφησαν ληνοί, ὅτι ἐξηράνθη σῖτος.

    Πηδοῦν ἀνυπότακτοι αἱ δαμάλεις ἐπάνω εἰς τὰς ἀδειανὰς φάτνας των ἀναζητοῦσαι ματαίως τροφήν, ἐρημώθησαν αἱ σιταποθῆκαι, ὅπου ἀπεθησαυρίζετο ἡ συγκομιδή, κατεσκάφησαν ἀπὸ τὴν ἀχρησίαν καὶ τὴν βλάστησιν ἀγρίων χόρτων οἱ ληνοί, διότι ἐξηράνθη ὁ σῖτος.

  18. 18

    τί ἀποθήσομεν ἑαυτοῖς; ἔκλαυσαν βουκόλια βοῶν, ὅτι οὐχ ὑπῆρχε νομὴ αὐτοῖς, καὶ τὰ ποίμνια τῶν προβάτων ἠφανίσθησαν.

    Τί θὰ ἀποθηκεύσωμεν δι’ ἑαυτούς; Θρηνώδεις μυκηθμοὺς ἐξέβαλον αἱ ἀγέλαι τῶν βοδιῶν, διότι δὲν ὑπῆρχε δι’ αὐτὰς βοσκή· καὶ τὰ ποίμνια τῶν προβάτων ἀπὸ τὴν πεῖναν ἐξηφανίσθησαν.

  19. 19

    πρὸς σέ, Κύριε, βοήσομαι, ὅτι πῦρ ἀνήλωσε τὰ ὡραῖα τῆς ἐρήμου, καὶ φλὸξ ἀνῆψε πάντα τὰ ξύλα τοῦ ἀγροῦ·

    Πρὸς σέ, Κύριε, ἀπὸ ὅλην τὴν καρδιά μου θὰ φωνάξω, διότι ἡ φωτιὰ τοῦ καυστικοῦ ἀνέμου κατέφαγε τὰς ὀάσεις τῆς ἐρήμου καὶ φλόγα κατέκαυσεν ὅλα τὰ δένδρα τοῦ ἀγροῦ.

  20. 20

    καὶ τὰ κτήνη τοῦ πεδίου ἀνέβλεψαν πρὸς σέ, ὅτι ἐξηράνθησαν ἀφέσεις ὑδάτων καὶ πῦρ κατέφαγε τὰ ὡραῖα τῆς ἐρήμου.

    Καὶ τὰ ζῶα τοῦ ἀγροῦ ἐσήκωσαν πρὸς τὸν οὐρανὸν τὰ βλέμματά των, διότι ἐξεράθησαν τὰ ρυάκια τῶν ὑδάτων καὶ ἡ φλόγα τοῦ λίβα κατέκαυσε τὰς ὀάσεις τῆς ἐρήμου