Ιεζεκιήλ, κεφάλαιο 8
- 1
ΚΑΙ ἐγένετο ἐν τῷ ἕκτῳ ἔτει ἐν τῷ πέμπτῳ μηνί, πέμπτῃ τοῦ μηνός, ἐγὼ ἐκαθήμην ἐν τῷ οἴκῳ, καὶ οἱ πρεσβύτεροι ᾿Ιούδα ἐκάθηντο ἐνώπιόν μου, καὶ ἐγένετο ἐπ᾿ ἐμὲ χεὶρ Κυρίου,
Κατὰ τὸν πέμπτον μῆνα τοῦ ἕκτου ἔτους τῆς αἰχμαλωσίας μου, καὶ συγκεκριμένως τὴν πέμπτην ἡμέραν τοῦ μηνὸς τοῦτου ἐκαθόμουν εἰς τὴν οἰκίαν μου καὶ ἐμπρός μου ἦσαν καθισμένοι οἱ προεστοὶ τοῦ ἰουδαϊκοῦ λαοῦ, ποὺ ἦσαν καὶ αὐτοὶ αἰχμάλωτοι τῶν Βαβυλωνίων.Καὶ ξαφνικὰ ἦλθεν ἐπάνω μου ἡ δύναμις τοῦ Κυρίου, διὰ νὰ μοῦ ἀποκαλύψῃ ἕνα μήνυμά Του.
- 2
καὶ εἶδον καὶ ἰδοὺ ὁμοίωμα ἀνδρός, ἀπὸ τῆς ὀσφύος αὐτοῦ καὶ ἕως κάτω πῦρ, καὶ ἀπὸ τῆς ὀσφύος αὐτοῦ ὑπεράνω αὐτοῦ ὡς ὅρασις ἠλέκτρου.
Καὶ εἶδα ἐμπρός μου κάποιον ποὺ ὠμοίαζε μὲ ἄνδρα, ἀλλ' ὅμως ἀπὸ τὴν μέσην του καὶ κάτω ἦτο ὡσὰν φωτιὰ καὶ ἀπὸ τὴν μέσην τοῦ καὶ ἄνω ὡσὰν ἤλεκτρον.
- 3
καὶ ἐξέτεινεν ὁμοίωμα χειρὸς καὶ ἀνέλαβέ με τῆς κορυφῆς μου καὶ ἀνέλαβέ με πνεῦμα ἀναμέσον τῆς γῆς καὶ ἀναμέσον τοῦ οὐρανοῦ καὶ ἤγαγέ με εἰς ῾Ιερουσαλὴμ ἐν ὁράσει Θεοῦ ἐπὶ τὰ πρόθυρα τῆς πύλης τῆς ἐσωτέρας τῆς βλεπούσης εἰς βορρᾶν, οὗ ἦν ἡ στήλη τοῦ κτωμένου.
Ἄπλωσε δὲ κάτι ποὺ ὡμοίαζε μὲ χέρι καί, ἀφοῦ μὲ ἐσήκωσεν ἀπὸ τὰ μαλλιὰ τῆς κεφαλῆς μου, μὲ ὕψωσε μεταξὺ οὐρανοῦ καὶ γῆς μία πνοὴ καὶ μὲ μετέφερεν εἰς τὴν Ἱερουσαλήμ.Ἔβλεπα εἰς τὸ θεῖον ἐκεῖνο δρᾶμα ὅτι εὑρισκόμουν ἐμπρὸς εἰς τὰ πρόθυρα τῆς ἐσωτερικῆς πύλης τοῦ Ναοῦ, ἡ ὁποία ἔβλεπε πρὸς τὸν βορρᾶν.Εἰς τὸ σημεῖον ἐκεῖνο εἶδα νὰ ὑπάρχῃ μία εἰδωλολατρικὴ στήλη πρὸς τιμὴν τοῦ Θεοῦ τοῦ ἐμπορίου.
- 4
καὶ ἰδού, ἦν ἐκεῖ δόξα Κυρίου Θεοῦ ᾿Ισραὴλ κατὰ τὴν ὅρασιν, ἣν εἶδον ἐν τῷ πεδίῳ.
Καὶ εἶδα ὅτι ἐκεῖ, ἐπάνω ἀπὸ τὸν Ναόν, εὑρίκετο ἡ « δόξα» τοῦ Κυρίου, τοῦ Θεοῦ τὸν Ἰσραήλ, ἡ λάμψις ἐκείνη, ὅπως τὴν εἶδα εἰς τὴν ἀρχήν, ἐκεῖ εἰς τὴν πεδιάδα.
- 5
καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου πρὸς βορρᾶν· καὶ ἀνέβλεψα τοῖς ὀφθαλμοῖς μου πρὸς βορρᾶν, καὶ ἰδοὺ ἀπὸ βορρᾶ ἐπὶ τὴν πύλην τὴν πρὸς ἀνατολάς.
Καί μου εἶπεν ὁ Κύριος: Ἄνθρωπε, στρέψε καὶ ἄνοιξε τὰ μάτια σου πρὸς βορρᾶν.Καὶ πράγματι ἔστρεψα τὰ μάτια μου καὶ εἶδα ἀπὸ τὸν βορρᾶν μέχρι τὴν πύλην ποὺ ἦτο πρὸς ἀνατολάς.« Ἐβλεπα ὅλον τὸν χῶρον καὶ ὅσα ἔκαμναν οἱ Ἰουδαῖοι τιμῶντες τὸν θεὸν τοῦ ἐμπορίου».
- 6
καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, ἑώρακας τί οὗτοι ποιοῦσιν; ἀνομίας μεγάλας ποιοῦσιν ὧδε τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἁγίων μου, καὶ ἔτι ὄψει ἀνομίας μείζονας.
Μοῦ εἶπε δὲ ὁ Κύριος: Ἄνθρωπε, εἶδες τί κάμνουν αὐτοί; Διαπράττουν ἐδῶ μεγάλας ἀνομίας, διότι ἀπεφάσισαν νὰ ἀπομακρυνθοῦν ἀπὸ τὰς ἁγίας ἐντολάς μου καὶ ἀπὸ τὰ « ἅγια», τὰ ὁποῖα Ἐγὼ τοὺς εἶχα καθορίσει.Θὰ ἰδῇς ὅμως καὶ ἄλλας πολὺ μεγαλύτερος παρανομίας.
- 7
καὶ εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆς
Καὶ μὲ ἔβαλε κατόπιν μέσα εἰς τὰ πρόθυρα τῆς αὐλῆς.
- 8
καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, ὄρυξον· καὶ ὤρυξα, καὶ ἰδοὺ θύρα μία.
Μοῦ εἶπε δὲ τὰ ἑξῆς: Ἄνθρωπε, σκάψε εἰς τὸν τοῖχον τῆς στοᾶς.Καὶ ἔσκαψα πράγματι καὶ εἶδα ἐμπρός μου μίαν θύραν.
- 9
καὶ εἶπε πρός με· εἴσελθε καὶ ἰδὲ τάς ἀνομίας, ἃς οὗτοι ποιοῦσιν ὧδε.
Μοῦ εἶπε κατόπιν ὁ Κύριος: Προχώρησε μέσα καὶ ἀντίκρυσε τὰς ἀνομίας ποὺ διαπράττουν αὐτοὶ εἰς αὐτὸν τὸν ἅγιον τόπον.
- 10
καὶ εἰσῆλθον καὶ εἶδον καὶ ἰδοὺ μάταια βδελύγματα καὶ πάντα τὰ εἴδωλα οἴκου ᾿Ισραὴλ διαγεγραμμένα ἐπ᾿ αὐτοῦ κύκλῳ,
Καὶ ἐμβῆκα καὶ ἀντίκρυσα ἐμπρός μου τὰ βδελυρὰ εἴδωλα· ὅλα μάλιστα τὰ εἴδωλα τῶν Ἰσραηλιτῶν ἦσαν χαραγμένα καὶ ζωγραφισμένα ὁλόγυρα ἐπάνω εἰς τὸν τοῖχον.
- 11
καὶ ἑβδομήκοντα ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου ᾿Ισραήλ, καὶ ᾿Ιεζονίας ὁ τοῦ Σαφὰν ἐν μέσῳ αὐτῶν εἱστήκει πρὸ προσώπου αὐτῶν, καὶ ἕκαστος θυμιατήριον αὐτοῦ εἶχεν ἐν τῇ χειρί, καὶ ἡ ἀτμὶς τοῦ θυμιάματος ἀνέβαινε.
Εἶδα καὶ ἑβδομῆντα ἄνδρας ἀπὸ τοὺς προεστοὺς τῶν Ἰσραηλιτῶν, μεταξὺ δὲ αὐτῶν ἦτο καὶ ὁ Ἰεζονίας, ὁ υἱὸς τοῦ Σαφάν, ποὺ ἔστεκε μάλιστα ἐμπρός των.Καθένας ἀπὸ αὐτοὺς κρατοῦσε εἰς τὸ χέρι του ἕνα λιβανιστήριον καὶ ἐλιβάνιζε τὰ ζωγραφισμένα εἴδωλα « ποὺ ἦσαν σχήματα διαφόρων ζώων» καὶ ἀνέβαινε πρὸς τὰ ἄνω ὁ καπνὸς τοῦ θυμιάματος.
- 12
καὶ εἶπε πρός με· ἑώρακας, υἱὲ ἀνθρώπου, ἃ οἱ πρεσβύτεροι οἴκου ᾿Ισραὴλ ποιοῦσιν, ἕκαστος αὐτῶν ἐν τῷ κοιτῶνι τῷ κρυπτῷ αὐτῶν; διότι εἶπαν· οὐχ ὁρᾷ ὁ Κύριος, ἐγκαταλέλοιπε Κύριος τὴν γῆν.
Καὶ εἶπεν ὁ Κύριος πρὸς ἐμέ: Εἶδες, ἄνθρωπε, αὐτὰ ποὺ κάμνουν οἱ προεστοὶ τῶν Ἰσραηλιτῶν; Αὐτὰ κάμνει καθένας των κρυφὰ καὶ εἰς τὸ ὑπνοδωμάτιόν του.Δικαιολογοῦν μάλιστα τὴν πρᾶξιν των λέγοντες: « Δὲν μᾶς βλέπει ἐδῶ ποὺ εἴμεθα ὁ Κύριος. Ἔχει πλέον ἐγκαταλείψει τὴν χώραν μας ὁ Κύριος».
- 13
καὶ εἶπε πρός με· ἔτι ὄψει ἀνομίας μείζονας, ἃς οὗτοι ποιοῦσι.
Μοῦ εἶπε δὲ ἐν συνεχείᾳ ὁ Κύριος: Θὰ ἰδῇς καὶ ἄλλας, ἀκόμη μεγαλυτέρας ἀνομίας, τὰς ὁποίας διαπράττουν αὐτοί.
- 14
καὶ εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου τῆς βλεπούσης πρὸς βορρᾶν, καὶ ἰδοὺ ἐκεῖ γυναῖκες καθήμεναι θρηνοῦσαι τὸν Θαμμούζ,
Μὲ ὠδήγησε δὲ μέσα ἀπὸ τὴν αὐλὴν καὶ μὲ ἔφερεν εἰς τὰ πρόθυρα τῆς ἐξωτερικῆς πύλης τοῦ Ναοῦ τοῦ Κυρίου, ἡ ὁποία ἔβλεπε πρὸς τὸν βορρᾶν.Καὶ βλέπω ἐκεῖ ἐμπρός μου καθισμένας γυναῖκας νὰ θρηνοῦν τὸν θεὸν τῶν εἰδωλολατρῶν Θαμμούζ.
- 15
καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, ἑώρακας; καὶ ἔτι ὄψει ἐπιτηδεύματα μείζονα τούτων.
Μοῦ εἶπε δὲ πάλιν ὁ Κύριος: Ἄνθρωπε, εἶδες τί κάμνουν; Θὰ ἰδῇς ὅμως καὶ ἄλλα βδελυρὰ ἔργα των, πολὺ χειρότερα ἀπὸ αὐτά.
- 16
καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν οἴκου Κυρίου τὴν ἐσωτέραν, καὶ ἰδοὺ ἐπὶ τῶν προθύρων τοῦ ναοῦ Κυρίου ἀναμέσον τῶν αἰλὰμ καὶ ἀναμέσον τοῦ θυσιαστηρίου ὡς εἴκοσι ἄνδρες, τὰ ὀπίσθια αὐτῶν πρὸς τὸν ναὸν τοῦ Κυρίου καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι, καὶ οὗτοι προσκυνοῦσι τῷ ἡλίῳ·
Μὲ ἔφερε δὲ μέσα εἰς τὴν ἐσωτερικὴν αὐλὴν τοῦ Ναοῦ τοῦ Κυρίου, καὶ ἐκεῖ, μεταξὺ τῶν προπυλαίων τοῦ Ναοῦ καὶ τοῦ Θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων, ἀντίκρυσα εἴκοσι περίπου ἄνδρας, οἱ ὁποῖοι εἶχαν στραμμένα τὰ νῶτα τῶν πρὸς τὸν Ναὸν τοῦ Κυρίου καὶ τὰ πρόσωπά των ἀπέναντι πρὸς ἀνατολάς.Ὅλοι αὐτοὶ εἶδα ὅτι ἐπροσκυνοῦσαν ῶς θέον τὸν ἥλιον.
- 17
καὶ εἶπε πρός με· ἑώρακας, υἱὲ ἀνθρώπου; μὴ μικρὰ τῷ οἴκῳ ᾿Ιούδα τοῦ ποιεῖν τὰς ἀνομίας, ἃς πεποιήκασιν ὧδε; διότι ἔπλησαν τὴν γῆν ἀνομίας, καὶ ἰδοὺ αὐτοὶ ὡς μυκτηρίζοντες.
Καὶ εἶπε πρὸς ἐμὲ ὁ Κύριος: Τὰ εἶδες, ἄνθρωπε, ὅλα αὐτά; Μήπως εἶναι μικρὸν καὶ ἀσήμαντον πρᾶγμα νὰ κάμνονν οἱ Ἰουδαῖοι τὰς ἀνομίας αὐτάς, τὰς ὁποίας διέπραξαν αὐτοὶ ἐδῶ εἰς τὸν ἅγιον Ναόν μου; Δὲν εἶναι μικρόν, διότι ἐγέμισαν τὴν χώραν μὲ ἀνομίας καὶ ἀσεβείας καὶ ἐνεργοῦν ὡσὰν νὰ μυκτηρίζουν καὶ νὰ ἐμπαἰζουν Ἐμὲ καὶ τὸν Νόμον μου.
- 18
καὶ ἐγὼ ποιήσω αὐτοῖς μετὰ θυμοῦ· οὐ φείσεται ὁ ὀφθαλμός μου, οὐδὲ μὴ ἐλεήσω.
Θὰ ἐνεργήσω λοιπὸν καὶ Ἐγὼ ἀναλόγως.Θὰ τοὺς φερθῶ μὲ θυμόν.Δὲν θὰ τοὺς λυπηθῇ ὁ ὀφθαλμός μου, οὔτε θὰ τοὺς εὐσπλαγχνισθῶ.
