Ιεζεκιήλ, κεφάλαιο 28
- 1
ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
Ωμίλησε δὲ ὁ Κύριος πρὸς ἐμὲ καὶ εἶπε:
- 2
καὶ σὺ υἱὲ ἀνθρώπου, εἰπὸν τῷ ἄρχοντι Τύρου· τάδε λέγει Κύριος· ἀνθ' ὧν ὑψώθη σου ἡ καρδία, καὶ εἶπας· θεός εἰμι ἐγώ, κατοικίαν θεοῦ κατῴκησα ἐν καρδίᾳ θαλάσσης, σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ Θεός, καὶ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ.
Νὰ εἰπῇς τώρα, ἄνθρωπε, τὰ ἑξῆς πρὸς τὸν βασιλέα τῆς Τύρου: Αὐτὰ λέγει ὁ Κύριος τοῦ σύμπαντος: Ἐπειδὴ ὑπερηφανεύθη ἡ καρδιά σου καὶ εἶπες· « εἶμαι θεὸς ἐγώ, ἔχω καθήσει εἰς τὸν θεϊκὸν θρόνον μου εἰς τὸ μέσον τῆς θαλάσσης», μολονότι εἶσαι ἄνθρωπος καὶ ὄχι Θεός· καὶ ἐπειδὴ ὕψωσες τὴν καρδιά σου καὶ ἐνόμισες ὅτι σκέπτεσαι καὶ ἀποφασίζεις ὡς Θεός, σὲ ἐρωτῶ:
- 3
μὴ σοφώτερος εἶ σὺ τοῦ Δανιήλ; ἢ σοφοὶ οὐκ ἐπαίδευσάν σε τῇ ἐπιστήμη αὐτῶν;
Μήπως τάχα εἶσαι σὺ σοφώτερος ἀπὸ τὸν περίφημον Δανιήλ; Ἢ μήπως δὲν σὲ ἐδίδαξαν ἄλλοι σοφοὶ ἄνδρες μὲ τὴν ἐπιστήμην των;
- 4
μὴ ἐν τῇ ἐπιστήμῃ σου ἢ τῇ φρονήσει σου ἐποίησας σεαυτῷ δύναμιν καὶ χρυσίον καὶ ἀργύριον ἐν τοῖς θησαυροῖς σου;
Μήπως ἐπίσης μὲ τὴν ἰδικήν σου ἐπιστήμην καὶ φρόνησιν ἀπέκτησες δύναμιν καὶ χρυσάφι καὶ ἀσῆμι εἰς τὰ θησαυροφυλάκιά σου;
- 5
ἐν τῇ πολλῇ ἐπιστήμῃ σου καὶ ἐμπορίᾳ σου ἐπλήθυνας δύναμίν σου, ὑψώθη ἡ καρδία σου ἐν τῇ δυνάμει σου.
Μὲ αὐτὴν λοιπὸν τὴν πολλὴν ἐπιστήμην, ποὺ τὴν θεωρεῖς ἰδικήν σου, καὶ μὲ τὸ ἐμπόριόν σου ἐπολλαπλασίασες τὴν δύναμίν σου καὶ ἐξ αἰτίας αὐτῆς τῆς δυνάμεως ὑπερηφανεύθη ἡ καρδιά σου.
- 6
διὰ τοῦτο τάδε λέγει Κύριος· ἐπειδὴ δέδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ,
Διὰ τοῦτο αὐτὰ λέγει ὁ Κύριος τῶν πάντων: Ἐπειδὴ ἐνόμισες ὅτι ἡ καρδιά σου ἔγινε καρδιὰ Θεοῦ,
- 7
ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν, καὶ ἐκκενώσουσι τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου καὶ στρώσουσι τὸ κάλλος σου εἰς ἀπώλειαν·
δι’ αὐτὸ θὰ φέρω Ἐγὼ συντόμως ἐναντίον σου ξένον λαόν, τοὺς πλέον σκληροὺς καὶ διεφθαρμένους μεταξὺ τῶν ἐθνῶν θὰ τραβήξουν δὲ τὰ μαχαίρια των ἀπὸ τὰς θήκας των καὶ θὰ ὁρμήσουν ἐναντίον σου καὶ εἰς ὅ,τι ὡραῖον κατεσκεύασες μὲ τὴν ἐπιστήμην καὶ σοφίαν σου θὰ ρίψουν δὲ κατὰ γῆς καὶ θὰ καταστρέφουν κάθε τι ὡραῖον, ποὺ εἶχες δημιουργήσει.
- 8
καὶ καταβιβάσουσί σε, καὶ ἀποθανῇ θανάτῳ τραυματιῶν ἐν καρδίᾳ θαλάσσης.
Θὰ σὲ κατεβάσουν δὲ ἀπὸ τὸν θρόνον σου καὶ θὰ σὲ τραυματίσουν θανασίμως, ὥστε νὰ ἀποθάνῃς μὲ θάνατον σκληρὸν εἰς τὸ βάθος τῆς θαλάσσης.
- 9
μὴ λέγων ἐρεῖς· Θεός εἰμι ἐγώ, ἐνώπιον τῶν ἀναιρούντων σε; σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ Θεός.
Ἄραγε θὰ τολμήσῃς νὰ ὁμιλήσῃς καὶ νὰ εἰπῇς πρὸς αὐτοὺς ποὺ θὰ σὲ θανατώνουν· « εἶμαι θεὸς ἐγώ»; Κατάλαβέ το, εἶσαι ἄνθρωπος καὶ ὄχι Θεός!
- 10
ἐν πλήθει ἀπεριτμήτων ἀπολῇ ἐν χερσὶν ἀλλοτρίων, ὅτι ἐγὼ ἐλάλησα, λέγει Κύριος. -
Ὁ θάνατός σου μάλιστα θὰ εἶναι ἀτιμωτικός, διότι θὰ σὲ θανατώσουν μὲ τὰ χέρια των οἱ ξένοι αὐτοὶ στρατιῶται μαζὶ μὲ πολλοὺς ἄλλους, ποὺ θὰ εἶναι ἀπερίτμητοι.Θὰ πέσῃς εἰς τὸν ἴδιον τάφον μὲ αὐτούς, πρᾶγμα πολὺ ταπεινωτικὸν διὰ σέ.Θὰ γίνουν αὐτὰ ὁπωσδήποτε, διότι τὸ εἶπα Ἐγώ, λέγει ὁ Κύριος τῶν πάντων.
- 11
Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
Ὡμίλησε δὲ πάλιν ὁ Κύριος πρὸς ἐμὲ καὶ εἶπεν:
- 12
υἱὲ ἀνθρώπου, λαβὲ θρῆνον ἐπὶ τὸν ἄρχοντα Τύρου καὶ εἰπὸν αὐτῷ· τάδε λέγει Κύριος Κύριος· σὺ ἀποσφράγισμα ὁμοιώσεως καὶ στέφανος κάλλους
Ἄρχισε νὰ θρηνῇς, ἄνθρωπε, διὰ τὸν βασιλέα τῆς Τύρου καὶ νὰ εἰπῇς δι’ αὐτὸν τὰ ἑξῆς: Αὐτὰ λέγει ὁ μόνος Κύριος καὶ ἐξουσιαστὴς τοῦ σύμπαντος: Σὺ ὡς ἄνθρωπος ἤσουν γνήσιον ἀντίγραφον ὡραιοτάτου πρωτοτύπου « τοῦ Θεοῦ» καὶ ἡ κορυφὴ τῆς ὡραιότητας.
- 13
ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ Θεοῦ ἐγενήθης· πάντα λίθον χρηστὸν ἐνδέδεσαι, σάρδιον καὶ τοπάζιον καὶ σμάραγδον καὶ ἄνθρακα καὶ σάπφειρον καὶ ἴασπιν καὶ ἀργύριον καὶ χρυσίον καὶ λιγύριον καί ἀχάτην καὶ ἀμέθυστον καὶ χρυσόλιθον καὶ βηρύλλιον καὶ ὀνύχιον, καὶ χρυσίου ἐνέπλησας τοὺς θησαυρούς σου καὶ τὰς ἀποθήκας σου ἐν σοὶ
Ἔζησες εὐτυχής, ὡσὰν νὰ ἤσουν εἰς τὸν Παράδεισον τοῦ Θεοῦ.Ἔχεις στολισθῇ δὲ μὲ κάθε πολύτιμον λίθον, σάρδιον, τοπάζιον, σμαράγδι, διαμάντι, ζαφείρι, ἴασπιν, ἀσῆμι καὶ χρυσάφι, λιγύριον, ἀχάτην, ἀμέθυστον, χρυσολίθον, βηρύλλιον καὶ ὄνυχα.Ἐγέμισες δὲ μὲ χρυσάφι τὰ θησαυροφυλάκιά σου καὶ τὰς ἀποθήκας σου.Εἶχες δηλαδὴ πλοῦτον, σοφίαν καὶ ὅλα τὰ μεγαλεῖα.
- 14
ἀφ' ἧς ἡμέρας ἐκτίσθης σύ. μετὰ τοῦ Χεροὺβ ἔθηκά σε ἐν ὄρει ἁγίῳ Θεοῦ, ἐγενήθης ἐν μέσῳ λίθων πυρίνων.
Ἀπὸ τὴν ἡμέραν ποὺ ἐδημιουργήθης σὲ ἔβαλα εἰς ὑψηλὴν θέσιν, ὅπως καὶ τὸν Ἀρχάγγελον, ἐνώπιόν του ἐνδόξου ἁγίου θρόνου τοῦ Θεοῦ· εὑρέθης μέσα εἰς ἀκτινοβόλους πολυτίμους λίθους, ἤσουν δηλαδὴ ἀσφαλὴς μεταξὺ τῶν ἀγγέλων μου, μὲ τοὺς ὁποίους σὲ ἐπροστάτευα.
- 15
ἐγενήθης σὺ ἄμωμος ἐν ταῖς ἡμέραις σου, ἀφ' ἧς ἡμέρας σὺ ἐκτίσθης ἕως εὑρέθη τὰ ἀδικήματα ἐν σοί.
Ἤσουν ἐπίσης ἄμεμπτος καὶ ἀκατηγόρητος εἰς τὴν ζωήν σου, ἀπὸ τὴν ἡμέραν κατὰ τὴν ὁποίαν ἐδημιουργήθης ἕως τότε ποὺ διέπραξες τὰ ἀδικήματα καὶ ἀνομήματά σου.
- 16
ἀπὸ πλήθους τῆς ἐμπορίας σου ἔπλησας τὰ ταμιεῖά σου ἀνομίας καὶ ἥμαρτες καὶ ἐτραυματίσθης ἀπὸ ὄρους τοῦ Θεοῦ, καὶ ἤγαγέ σε τὸ Χεροὺβ ἐκ μέσου λίθων πυρίνων.
Μὲ τὸ πλούσιον καὶ ἀκατάπαυστον ἐμπόριόν σου ἐγέμισες τὰ ταμεῖα σου ὄχι μόνον μὲ θησαυροὺς ἀλλὰ καὶ μὲ ἀνομίας.Διέπραξες ἁμαρτίας καὶ δι' αὐτὸ κατέπεσες τραυματισμένος ψυχικῶς ἀπὸ τὸ ὕψος, ὅπου σὲ εἶχε βάλει ὁ Θεός· καὶ σὲ ἐπῆρε ὁ Ἀρχάγγελος μέσα ἀπὸ τοὺς ἀκτινοβόλους πολυτίμους λίθους.Ἔχασες δηλαδὴ τὴν προστασίαν μου.
- 17
ὑψώθη ἡ καρδία σου ἐπὶ τῷ κάλλει σου, διεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοῦ κάλλους σου· διὰ πλῆθος ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔρριψά σε, ἐναντίον βασιλέων ἔδωκά σε παραδειγματισθῆναι.
Ὑπερηφανεύθη ἡ καρδιά σου ἐξ αἰτίας τῆς ὡραιότητός σου καὶ δι’ αὐτὸ κατεστράφη μαζὶ μὲ τὸ κάλλος σου καὶ ἡ ἐπιστήμη σου.Ἕνεκα τῶν πολλῶν ἁμαρτιῶν σου σὲ κατέρριψα κατὰ γῆς καὶ σὲ ἔκαμα ἐμπρὸς εἰς ἄλλους βασιλεῖς θέαμα πρὸς παραδειγματισμόν των.
- 18
διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου καὶ τῶν ἀδικιῶν τῆς ἐμπορίας σου ἐβεβήλωσα τά ἱερά σου, καὶ ἐξάξω πῦρ ἐκ μέσου σου, τοῦτο καταφάγεταί σε· καὶ δώσω σε εἰς σποδὸν ἐπὶ τῆς γῆς σου ἐναντίον πάντων τῶν ὁρώντων σε.
Ἕνεκα τῶν πολλῶν ἁμαρτιῶν σου καὶ τῶν ἀδικιῶν ποὺ διέπραξες κατὰ τὰς ἐμπορικὰς συναλλαγάς σου, ἐπέτρεψα καὶ ἐμολύνθηκαν αὐτὰ ποὺ ἐθεωροῦσες ἱερά.Θὰ βγάλω μάλιστα φωτιὰ ἀπὸ μέσα σουῦ, ἡ ὁποία θὰ σὲ καταφάγῃ.Θὰ σὲ κάμω στάχτην εἰς τὴν χώραν σου· θὰ κατακαοῦν τὰ πάντα ἐμπρὸς εἰς ὅλους τοὺς ἀνθρώπους ποὺ θὰ παρατηροῦν τὴν καταστροφήν σου.
- 19
καὶ πάντες οἱ ἐπιστάμενοί σε ἐν τοῖς ἔθνεσι στυγνάσουσιν ἐπὶ σέ· ἀπώλεια ἐγένου καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα.
Ὅλοι δὲ ὅσοι σὲ γνωρίζουν εἰς τὰ διάφορα ἔθνη θὰ λυπηθοῦν καὶ θὰ στενοχωρηθοῦν πολὺ ἐξ αἰτίας σου.Αὐτὴ εἶναι ἡ ἀπόφασίς μου: Θὰ καταστροφῇς καὶ δὲν θὰ εἶσαι πλέον ποτὲ ὅπως εἶσαι τώρα!
- 20
Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
Ὡμίλησε δὲ πάλιν ὁ Κύριος πρὸς ἐμὲ καὶ εἶπεν:
- 21
υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Σιδῶνα καὶ προφήτευσον ἐπ' αὐτὴν
Ἄνθρωπε, στήριξε μὲ ὕφος ἀποφασιστικὸν καὶ ἀπειλητικὸν τὸ πρόσωπόν σου πρὸς τὴν Σιδῶνα καὶ προφήτευσε δι' αὐτήν.
- 22
καὶ εἰπόν· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ σέ, Σιδών, καὶ ἐνδοξασθήσομαι ἐν σοί, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα, καὶ ἁγιασθήσομαι ἐν σοί.
Νὰ εἰπῇς δὲ τὰ ἑξῆς: Αὐτὰ λέγει ὁ Κύριος τοῦ σύμπαντος: Ἰδού, ὦ Σιδών, στρέφομαι Ἐγὼ ἐναντίον σου καὶ θὰ δοξασθῶ μὲ ὅσα θὰ κάμω πρὸς τιμωρίαν σου.Θὰ γνωρίσῃς δέ, ὅταν ἐκδηλώσω τὴν δικαίαν τιμωρίαν μου ἐναντίον σου, ὅτι Ἐγὼ καὶ μόνον εἶμαι Ὁ Κύριος καὶ Θεὸς τῶν πάντων, καὶ θὰ φανῇ εἰς τὴν περίπτωσίν σου ἡ ἁγιότης μου.
- 23
αἷμα καὶ θάνατος ἐν ταῖς πλατείαις σου, καὶ πεσοῦνται τετραυματισμένοι ἐν μαχαίραις ἐν σοὶ περικύκλῳ σου· καὶ γνώσονται διότι ἐγώ εἰμι Κύριος. -
Θὰ τρέχῃ αἷμα ἀπὸ τοὺς φόνους εἰς τὰς πλατείας σου, καὶ θὰ ἀποθάνουν πολλοὶ ἀπὸ θανατηφόρον ἀσθένειαν.Θὰ φονευθοῦν δὲ κτυπημένοι ἀπὸ ἐχθρικὰ μαχαίρια οἱ κάτοικοί σου ὁλόγυρά σου· καὶ τότε θὰ μάθουν ὅτι Ἐγὼ καὶ μόνον εἶμαι ὁ Κύριος τῶν πάντων.
- 24
Καὶ οὐκ ἔσονται οὐκέτι ἐν τῷ οἴκῳ τοῦ ᾿Ισραὴλ σκόλοψ πικρίας καὶ ἄκανθα ὀδύνης ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν τῶν ἀτιμασάντων αὐτούς· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.
Ἔτσι δὲν θὰ εἶναι πλέον οἱ κάτοικοί σου διὰ τοὺς ἀπογόνους τοῦ Ἰσραὴλ ὡσὰν ἀγκαθωτὸν ξύλον, ποὺ προκαλεῖ πόνον πικρόν, καὶ ὡσὰν ἀγκάθι ὀδυνηρόν, ὥστε νὰ προσθέτουν καὶ ἄλλον πόνον ἐπὶ πλέον ἀπὸ τὴν περιφρόνησιν καὶ ἀτίμωσιν ποὺ ἔδειξαν ἀπέναντί των ὅλοι οἱ γειτονικοί των λαοί.Καὶ τότε θὰ μάθουν ὅτι Ἐγὼ καὶ μόνον εἶμαι ὁ Κύριος τῶν πάντων.
- 25
τάδε λέγει Κύριος Κύριος· καὶ συνάξω τὸν ᾿Ισραὴλ ἐκ τῶν ἐθνῶν, οὗ διεσκορπίσθησαν ἐκεῖ, καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν λαῶν καὶ τῶν ἐθνῶν·
Αὐτὰ λέγει ὁ μόνος Κύριος καὶ ἐξουσιαστὴς τοῦ παντός: Θὰ συνάξω τὸν λαὸν τοῦ Ἰσραὴλ ἀπὸ τὰ διάφορα ἔθνη, εἰς τὰ ὁποῖα ἔχουν διασκορπισθῇ, καὶ μὲ ὅσα θὰ κάμω δι' αὐτοὺς θὰ λάμψῃ ἡ ἁγιότής μου ἐνώπιον τῶν ἄλλων λαῶν καὶ ἐθνῶν.
- 26
καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν, ἣν δέδωκα τῷ δούλῳ μου ᾿Ιακώβ, καὶ κατοικήσουσιν ἐπ' αὐτῆς ἐν ἐλπίδι καὶ οἰκοδομήσουσιν οἰκίας καὶ φυτεύσουσιν ἀμπελῶνας καὶ κατοικήσουσιν ἐν ἐλπίδι, ὅταν ποιήσω κρίμα ἐν πᾶσι τοῖς ἀτιμάσασιν αὐτοὺς ἐν τοῖς κύκλῳ αὐτῶν· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν καὶ ὁ Θεὸς τῶν πατέρων αὐτῶν.
Θὰ κατοικήσουν πλέον οἱ Ἰσραηλῖται εἰς τὴν γῆν των, τὴν ὁποίαν ἔδωσα ὡς κληρονομίαν εἰς τὸν δοῦλον μου Ἰακώβ, τὸν πρόγονόν των.Θὰ κατοικοῦν δὲ εἰς αὐτὴν ἀσφαλεῖς μὲ τὴν ἐλπίδα τῶν στηριγμένην εἰς Ἐμέ.Θὰ κτίσουν οἰκίας καὶ θὰ φυτεύσουν ἀμπέλια· καὶ θὰ ζοῦν πλέον χωρὶς φόβους καὶ ἀνησυχίας, ἀλλὰ μὲ ἐμπιστοσύνην εἰς Ἐμέ, ὅταν τιμωρήσω ὅπως τοὺς ἀξίζει ὅλους ἐκείνους ποὺ κατοικοῦν γύρω ἀπὸ αὐτοὺς καὶ τοὺς ἔχουν περιφρονήσει ὡς λαὸν δῆθεν ποὺ ἐπίστευε κάποιον ἀδύναμον καὶ κατώτερον θεόν.Θὰ μάθουν ὅμως τότε ὅτι Ἐγώ, ὁ Παντοκράτωρ, εἶμαι ὁ Κύριος καὶ ὁ Θεός των, Ἐγὼ ποὺ ἤμουν καὶ ὁ Θεὸς τῶν πατέρων των.
