Ιεζεκιήλ, κεφάλαιο 10
- 1
ΚΑΙ εἶδον καὶ ἰδοὺ ἐπάνω τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς τῶν Χερουβὶμ ὡς λίθος σαπφείρου ὁμοίωμα θρόνου ἐπ᾿ αὐτῶν.
Ακοῦστε, Ἰσραηλιτικὲ λαέ, τὸν λόγον τὸν Κυρίου, τὸν ὁποῖον ἀπηύθυνε πρὸς σᾶς. Τὴν στιγμὴν ἐκείνην ἔστρεψα τὸ βλέμμα μου πρὸς τὸ ἅρμα τῶν Χερουβὶμ καὶ βλέπω νὰ ὑπάρχῃ εἰς τὸν « οὐρανόν», ποὺ ἦτο ἐπάνω ἀπὸ τὰς κεφαλὰς τῶν Χερουβὶμ ὡς ἐξέδρα, ἕνα ὁμοίωμα θρόνου κατεσκευασμένου ἀπὸ τὸν πολύτιμον λίθον σάπφειρον.Ὁ θρόνος αὐτὸς ἦτο στερεωμένος ἐπάνω εἰς τὰ Χερυυβίμ.
- 2
καὶ εἶπε πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὴν στολήν· εἴσελθε εἰς τὸ μέσον τῶν τροχῶν τῶν ὑποκάτω τῶν Χερουβὶμ καὶ πλῆσον τὰς δράκας σου ἀνθράκων πυρὸς ἐκ μέσου τῶν Χερουβὶμ καὶ διασκόρπισον ἐπὶ τὴν πόλιν· καὶ εἰσῆλθεν ἐνώπιον ἐμοῦ.
Εἶπε δὲ ὁ Κύριος πρὸς τὸν ἄνδρα, ὁ ὁποῖος ἐφοροῦσε τὴν στολήν « τὸν ποδήρη χιτῶνα» καὶ εἶχεν ἀναφέρει προηγουμένως τὴν ἐκτέλεσιν τῆς ἀποστολῆς του: Πήγαινε μέσα εἰς τὸ ἅρμα, εἰς τὸ μέσον ἀκριβῶς τῶν τροχῶν, ποὺ εὑρίσκονται κάτω ἀπὸ τὰ Χερουβίμ, καὶ γέμισε τὶς χοῦφτες σου μὲ ἀναμμένα κάρβουνα ἀπὸ αὐτὰ ποὺ ὑπάρχουν ἀνάμεσα εἰς τὰ Χερουβὶμ καὶ διασκόρπισέ τα ἐπάνω ἀπὸ τὴν πόλιν Ἱερουσαλήμ.Καὶ ἐπροχώρησε πράγματι ἐκεῖνος μέσα εἰς τὸ ἅρμα· τὸν εἶδα μὲ τὰ μάτια μου.
- 3
καὶ τὰ Χερουβὶμ εἰστήκει ἐκ δεξιῶν τοῦ οἴκου ἐν τῷ εἰσπορεύεσθαι τὸν ἄνδρα, καὶ ἡ νεφέλη ἔπλησε τὴν αὐλὴν τὴν ἐσωτέραν.
Τὰ δὲ Χερουβίμ, ὅταν ὁ ἄνδρας ἐπῆγε πρὸς αὐτά, ἔστεκαν εἰς τὰ δεξιὰ τοῦ Ναοῦ, ἐνῷ ἡ νεφέλη, ποὺ ἐσυμβόλιζε τὴν θείαν παρουσίαν, εἶχε γεμίσει τὴν ἐσωτερικὴν αὐλὴν τοῦ Ναοῦ.
- 4
καὶ ἀπῇρεν ἡ δόξα Κυρίου ἀπὸ τῶν Χερουβὶμ εἰς τὸ αἴθριον τοῦ οἴκου, καὶ ἔπλησε τὸν οἶκον ἡ νεφέλη, καὶ ἡ αὐλὴ ἐπλήσθη τοῦ φέγγους τῆς δόξης Κυρίου·
Ἡ ἀστραπτερή « δόξα» τοῦ Κυρίου, ἡ λάμψις δηλαδὴ ποὺ εὑρίσκετο ἐπάνω εἰς τὰ Χερουβίμ, ἐσηκώθη ἀπὸ τὸ ἅρμα τῶν Χερουβὶμ καὶ ἐπῆγε εἰς τὴν αὐλὴν τοῦ Ναοῦ.Ἔτσι ὁ μὲν Ναὸς ἐγέμισεν ἀπὸ τὴν νεφέλην, ἡ δὲ αὐλὴ ἀπὸ τὴν λάμψιν τῆς « δόξης» τοῦ Κυρίου.
- 5
καὶ φωνὴ τῶν πτερύγων τῶν Χερουβὶμ ἠκούετο ἕως τῆς αὐλῆς τῆς ἐξωτέρας ὡς φωνὴ Θεοῦ Σαδδαΐ λαλοῦντος.
Ὁ δὲ θόρυβος ποὺ ἔκαμναν τὰ πτερὰ τῶν Χερουβὶμ ἠκούετο μέχρι τὴν ἐξωτερικὴν αὐλὴν τοῦ Ναοῦ, ὡσὰν φωνὴ ὁμιλίας τοῦ παντοκράτορος Κυρίου.
- 6
καὶ ἐγένετο ἐν τῷ ἐντέλλεσθαι αὐτὸν τῷ ἀνδρὶ τῷ ἐνδεδυκότι τὴν στολὴν τὴν ἁγίαν λέγων· λαβὲ πῦρ ἐκ μέσου τῶν τροχῶν ἐκ μέσου τῶν Χερουβίμ, καὶ εἰσῆλθε καὶ ἔστη ἐχόμενος τῶν τροχῶν,
Ὅταν λοιπὸν διέταξεν ὁ Κύριος τὸν ἄνδρα ποὺ ἐφοροῦσε τὴν ἁγίαν ἐκείνην στολὴν καὶ τοῦ εἶπε· πάρε φωτιὰ μέσα ἀπὸ τοὺς τροχούς, ἀνάμεσα ἀπὸ τὰ Χερουβίμ, ἐπροχώρησε πράγματι ἐκεῖνος μέσα εἰς τὸ ἅρμα τῶν Χερουβὶμ καὶ ἐστάθη δίπλα εἰς τοὺς τροχούς.
- 7
καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ εἰς μέσον τοῦ πυρὸς τοῦ ὄντος ἐν μέσῳ τῶν Χερουβὶμ καὶ ἔλαβε καὶ ἔδωκεν εἰς τὰς χεῖρας τοῦ ἐνδεδυκότος τὴν στολὴν τὴν ἁγίαν, καὶ ἔλαβε καὶ ἐξῆλθε.
Ἄπλωσε τότε τὸ χέρι του κάποιο Χερουβὶμ μέσα εἰς τὴν φωτιά, ποὺ εὑρίσκετο ἀνάμεσά των, καὶ ἐπῆρε φωτιὰ καὶ τὴν ἔδωσεν εἰς τὰ χέρια τοῦ ἀνδρὸς ποὺ ἐφοροῦσε τὴν ἁγίαν στολήν.Ἐπῆρε δὲ ἐκεῖνος τὴν φωτιὰ καὶ ἐβγῆκε ἀπὸ ἐκεῖ.
- 8
καὶ εἶδον τὰ Χερουβὶμ ὁμοίωμα χειρῶν ἀνθρώπων ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν.
Ἐπρόσεξα δὲ καλύτερα τὰ Χερουβὶμ καὶ εἶδα ὅτι κάτω ἀπὸ τὰ πτερά των εἶχαν μέλη ποὺ ὡμοίαζαν μὲ ἀνθρώπινα χέρια.
- 9
καὶ εἶδον καὶ ἰδοὺ τροχοὶ τέσσαρες εἱστήκεισαν ἐχόμενοι τῶν Χερουβίμ, τροχὸς εἷς ἐχόμενος Χερουβὶμ ἑνός, καὶ ἡ ὄψις τῶν τροχῶν ὡς ὄψις λίθου ἄνθρακος.
Εἶδα ἐπίσης ὅτι ὑπῆρχαν καὶ τέσσαρες τροχοί, ποὺ ἔστεκαν δίπλα εἰς τὰ Χερουβίμ, ἕνας τροχὸς δίπλα εἰς κάθε Χερουβίμ.Ἡ ἐπιφάνεια τῶν τροχῶν ἐφαίνετο καὶ ἔλαμπεν ὅπως ὁ πολύτιμος λίθος ἄνθραξ.
- 10
καὶ ἡ ὄψις αὐτῶν ὁμοίωμα ἓν τοῖς τέσσαρσιν, ὃν τρόπον ὅταν ᾖ τροχὸς ἐν μέσῳ τροχοῦ.
Οἱ τροχοὶ ἐφαίνοντο ὅτι ἦσαν ὅμοιοι καὶ οἱ τέσσαρες, καὶ ἔδιναν τὴν ἐντύπωσιν ὅτι ὁ ἕνας τροχὸς εὑρίσκετο μέσα εἰς τὸν ἄλλον τροχόν.
- 11
ἐν τῷ πορεύεσθαι αὐτὰ εἰς τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο, οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά· ὅτι εἰς ὃν ἂν τόπον ἐπέβλεψεν ἡ ἀρχὴ ἡ μία, ἐπορεύοντο καὶ οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά.
Ὅταν ἐπροχωροῦσαν τὰ Χερουβίμ, κατηυθύνοντο πρὸς τὰ τέσσερα σημεῖα τοῦ ὁρίζοντος καὶ δὲν ἔστρεφαν καθόλου, καθὼς ἐπροχωροῦσαν.Ἐκεῖ ὅπου ἐστόχευεν ἐξ ἀρχῆς ἡ κεφαλὴ ἡ μία ἐπροχωροῦσαν, καὶ δὲν ἔστρεφαν ἐδῶ καὶ ἐκεῖ κατὰ τὴν πορείαν των.
- 12
καὶ οἱ νῶτοι αὐτῶν καὶ αἱ χεῖρες αὐτῶν καὶ αἱ πτέρυγες αὐτῶν καὶ οἱ τροχοὶ πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσι τροχοῖς αὐτῶν·
Τὰ Χερουβὶμ ἦσαν γεμᾶτα μὲ μάτια, καὶ τὰ νῶτα καὶ τὰ χέρια καὶ τὰ πτερά των ἦσαν γεμᾶτα μάτια.Γεμᾶτοι μὲ μάτια ἦσαν καὶ οἱ τροχοὶ ὁλόγυρα, καὶ οἱ τέσσαρες τροχοί.
- 13
τοῖς δὲ τροχοῖς τούτοις ἐπεκλήθη Γελγὲλ ἀκούοντός μου·
Ἄκουα δὲ καὶ τὴν ὀνομασίαν ποὺ ἐδόθη εἰς τοὺς τροχοὺς καὶ ἡ ὁποία ἦτο Γελγέλ « =ἀνεμοστρόβιλος».
- 14
[καὶ τέσσαρα πρόσωπα τῷ ἑνί, τὸ πρόσωπον τοῦ ἑνὸς πρόσωπον τοῦ Χερούβ, καὶ τὸ πρόσωπον τοῦ δευτέρου πρόσωπον ἀνθρώπου καὶ τὸ τρίτον πρόσωπον λέοντος καὶ τὸ τέταρτον πρόσωπον ἀετοῦ].
Κάθε Χερουβὶμ εἶχε τέσσερα πρόσωπα.Τὸ πρόσωπον τοῦ ἑνὸς εἶχεν ὄψιν Χερούβ « μόσχου», τὸ πρόσωπον τοῦ δευτέρου εἶχεν ὄψιν ἀνθρώπου, τὸ τρίτον εἶχεν ὄψιν λέοντος καὶ τὸ τέταρτον ὄψιν ἀετοῦ.
- 15
καὶ ᾖραν τὰ Χερουβίμ. τοῦτο τὸ ζῷον, ὃ εἶδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ.
Καὶ ὑψώθηκαν ἐκείνην τὴν στιγμὴν τὰ Χερουβίμ.Αὐτὸ εἶναι τὸ ἐκπληκτικὸν καὶ παράδοξον ζῶον, ποὺ εἶδα τότε εἰς τὸν ποταμὸν Χοβάρ, εἰς τὸ ὁμοίωμα ἐκεῖνο τοῦ ἅρματος.
- 16
καὶ ἐν τῷ πορεύεσθαι τὰ Χερουβὶμ ἐπορεύοντο οἱ τροχοί, καὶ οὗτοι ἐχόμενοι αὐτῶν· καὶ ἐν τῷ ἐξαίρειν τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν τοῦ μετεωρίζεσθαι ἀπὸ τῆς γῆς οὐκ ἐπέστρεφον οἱ τροχοὶ αὐτῶν.
Καθὼς δὲ ἐπροχωροῦσαν τὰ Χερουβίμ, ἐπροχωροῦσαν μαζί των καὶ οἱ τροχοί, ποὺ ἦσαν δίπλα των.Ὅταν δὲ ἅπλωναν τὰ Χερουβὶμ τὰ πτερά των καὶ ὑψώνοντο ἀπὸ τὴν γῆν, δὲν ἐπέστρεφαν εἰς τὴν γῆν οἱ τροχοί, ἀλλ’ ἀκολουθοῦσαν εἰς τὰ ὕψη τὰ Χερουβίμ.
- 17
ἐν τῷ ἑστάναι αὐτὰ εἱστήκεισαν, καὶ ἐν τῷ μετεωρίζεσθαι αὐτὰ ἐμετεωρίζοντο μετ᾿ αὐτῶν, διότι πνεῦμα ζωῆς ἐν αὐτοῖς ἦν.
Ὅταν ἔστεκαν τὰ Χερουβίμ, ἔστεκαν καὶ οἱ τροχοί· ὅταν ὑψώνοντο πρὸς τὸν οὐρανόν, ὑψώνοντο καὶ αὐτοὶ μαζί των, διότι καὶ οἱ τροχοὶ εἶχαν πνεῦμα ζωῆς μέσα των.
- 18
καὶ ἐξῆλθε δόξα Κυρίου ἀπὸ τοῦ οἴκου καὶ ἐπέβη ἐπὶ τὰ Χερουβίμ,
Ἡ δὲ « δόξα» τοῦ Κυρίου ἐβγῆκε ἀπὸ τὸν Ναὸν καὶ ἐκάθησεν ἐπάνω εἰς τὸ ἅρμα τῶν Χερουβίμ.
- 19
καὶ ἀνέλαβον τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν καὶ ἐμετεωρίσθησαν ἀπὸ τῆς γῆς ἐνώπιον ἐμοῦ ἐν τῷ ἐξελθεῖν αὐτά, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν. καὶ ἔστησαν ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου τῆς ἀπέναντι, καὶ δόξα Θεοῦ ᾿Ισραὴλ ἦν ἐπ᾿ αὐτῶν ὑπεράνω.
Μόλις ἐκάθησεν ἡ « δόξα» εἰς τὰ Χερουβίμ, ἅπλωσαν αὐτὰ τὰ πτερά των καὶ ὑψώθηκαν ἀπὸ τὴν γῆν.Τὰ εἶδα μὲ τὰ μάτια μου, καθὼς ἔφευγαν.Ὑψώθηκαν δὲ μαζί των καὶ οἱ τροχοί.Ἐστάθηκαν δὲ εἰς τὰ πρόθυρα τῆς ἐξωτερικῆς πύλης, ποὺ ἦτο ἀπέναντι τῆς ἐσωτερικῆς, ἡ δὲ « δόξα» τὸν Θεοῦ τοῦ Ἰσραὴλ εὑρίσκετο ἐπάνω εἰς αὐτά, εἰς τὸ ἄνω μέρος τοῦ ἅρματος τῶν Χερουβίμ.
- 20
τοῦτο τὸ ζῷόν ἐστιν, ὃ εἶδον ὑποκάτω Θεοῦ ᾿Ισραὴλ ἐπί τοῦ ποταμοῦ τοῦ Χοβάρ, καὶ ἔγνων ὅτι Χερουβίμ ἐστι.
Αὐτὸ εἶναι τὸ ἐκπληκτικὸν καὶ παράδοξον ζῶον, ποὺ εἶδα κάτω ἀπὸ τὸν θρόνον τὸν Θεοῦ τοῦ Ἰσραὴλ εἰς τὸ ὁμοίωμα τοῦ ἅρματος, ποὺ μοῦ ἐνεφανίσθη δίπλα εἰς τὸν ποταμὸν Χοβάρ, καὶ ἀνεγνώρισα ὅτι τὰ ὄντα ἐκεῖνα ἦσαν τὰ Χερουβίμ.
- 21
τέσσαρα πρόσωπα τῷ ἑνί, καὶ ὀκτὼ πτέρυγες τῷ ἑνί, καὶ ὁμοίωμα χειρῶν ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν.
Εἶχαν τέσσερα πρόσωπα τὸ καθένα, καὶ εἶχε καθένα τῶν ὀκτὼ πτερά.Κάτω δὲ ἀπὸ τὰ πτερά των εἶχαν μέλη ποὺ ἐφαίνοντο ὡσὰν ἀνθρώπινα χέρια.
- 22
καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν, ταῦτα τὰ πρόσωπά ἐστιν ἃ εἶδον ὑποκάτω τῆς δόξης τοῦ Θεοῦ ᾿Ισραὴλ ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ, καὶ αὐτὰ ἕκαστον κατὰ πρόσωπον αὐτῶν ἐπορεύοντο.
Τὰ πρόσωπά των ἦσαν ὅμοια μὲ ἐκεῖνα τὰ πρόσωπα ποὺ εἶδα κάτω ἀπὸ τὴν « δόξαν» τοῦ Θεοῦ τοῦ Ἰσραὴλ εἰς τὸν ποταμὸν Χοβάρ.Καθένα ἀπὸ τὰ Χερουβὶμ αὐτὰ ἐβάδιζε κατ’ εὐθεῖαν ἐμπρός του, ἀναλόγως πρὸς τὴν κατεύθυνσιν τοῦ προσώπου του.
