Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΙΕΡΕΜΙΑΣ

Ιερεμίας, κεφάλαιο 45

28 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (52)
  1. 1

    (Μασ. ΛΗ´) ΚΑΙ ἤκουσε Σαφατίας υἱὸς Μάθαν καὶ Γοδολίας υἱὸς Πασχὼρ καὶ ᾿Ιωάχαλ υἱὸς Σελεμίου τοὺς λόγους, οὓς ῾Ιερεμίας ἐλάλει ἐπὶ τὸν λαὸν λέγων·

    Ο Σαφατίας, ὁ υἱὸς τοῦ Μάθαν, καὶ ὁ Γοδολίας, ὁ υἱὸς τοῦ Πασχώρ, καὶ ὁ Ἰωάχαλ, ὁ υἱὸς τοῦ Σελεμίου, ἄκουσαν τοὺς λόγους, τοὺς ὁποίους ὁ Ἱερεμίας εἶπεν ἀπευθυνόμενος εἰς τὸν λαόν:

  2. 2

    οὕτως εἶπε Κύριος· ὁ κατοικῶν ἐν τῇ πόλει ταύτῃ ἀποθανεῖται ἐν ρομφαίᾳ καὶ ἐν λιμῷ, καὶ ὁ ἐκπορευόμενος πρὸς τοὺς Χαλδαίους ζήσεται, καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς εὕρημα, καὶ ζήσεται.

    «Ἔτσι εἶπεν ὁ Κύριος: «Ὅποιος παραμείνῃ εἰς τὴν πόλιν αὐτήν «τὴν Ἱερουσαλήμ», θὰ σφαγῇ ἀπὸ ἐχθρικὴν ρομφαίαν ἢ θὰ ἀποθάνῃ ἀπὸ τὴν πεῖναν· ὅποιος ὅμως ἐξέλθῃ ἀπὸ αὐτὴν καὶ παραδοθῇ εἰς τοὺς Χαλδαίους, θὰ ζήσῃ· θὰ κερδίση τὴν ζωήν του θὰ σωθῇ ἀπὸ βέβαιον θάνατον».

  3. 3

    ὅτι οὕτως εἶπε Κύριος· παραδιδομένη παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας δυνάμεως βασιλέως Βαβυλῶνος, καὶ συλλήψεται αὐτήν.

    Διότι ἔτσι εἶπεν ὁ Κύριος: «Ἡ πόλις αὐτὴ θὰ παραδοθῇ ὁπωσδήποτε εἰς τὰ χέρια τοῦ στρατοῦ τοῦ βασιλιᾶ τῆς Βαβυλῶνος, ὁ ὁποῖος καὶ θὰ τὴν καταλάβῃ».

  4. 4

    καὶ εἶπαν τῷ βασιλεῖ· ἀναιρεθήτω δὴ ὁ ἄνθρωπος ἐκεῖνος, ὅτι αὐτὸς ἐκλύει τὰς χεῖρας τῶν ἀνθρώπων τῶν πολεμούντων τῶν καταλειπομένων ἐν τῇ πόλει καὶ τὰς χεῖρας παντὸς τοῦ λαοῦ λαλῶν πρὸς αὐτοὺς κατὰ τοὺς λόγους τούτους· ὅτι ὁ ἄνθρωπος οὗτος οὐ χρησμολογεῖ εἰρήνην τῷ λαῷ τούτῳ, ἀλλ' ἢ πονηρά.

    Καὶ οἱ ἀνωτέρω τρεῖς ἄρχοντες εἶπαν εἰς τὸν βασιλιᾶ: «Ἂς φονευθῇ λοιπὸν ὁ ἄνθρωπος ἐκεῖνος «ὁ Ἱερεμίας», διότι μὲ τέτοια ἠττοπαθῆ κηρύγματα ἀπογοητεύει καὶ ἑπομένως παραλύει τὰ χέρια τῶν στρατιωτῶν ποὺ ἀπέμειναν εἰς τὴν πόλιν καὶ ἀμύνονται, ὅπως ἐπίσης καὶ τὰ χέρια ὅλου τοῦ λαοῦ, κηρύττων εἰς αὐτοὺς τοὺς λόγους τούτους.Ὁ ἄνθρωπος αὐτὸς δὲν προφητεύει ὅσα συμβάλλουν εἰς τὴν εἰρήνην καὶ τὴν εὐημερίαν τοῦ λαοῦ, ἀλλ' ἐκεῖνα ποὺ συμβάλλουν εἰς τὸν ὄλεθρον καὶ τὴν καταστροφήν».

  5. 5

    καὶ εἶπεν ὁ βασιλεύς· ἰδοὺ αὐτὸς ἐν χερσὶν ὑμῶν· ὅτι οὐκ ἠδύνατο ὁ βασιλεὺς πρὸς αὐτούς.

    Ὁ βασιλιᾶς Σεδεκίας τοὺς ἀπάντησε: «Ἰδού· ὁ ἄνθρωπος αὐτὸς εἶναι εἰς τὴν διάθεσίν σας· μεταχειρισθῆτε τον ὅπως θέλετε».Ὁ Σεδεκίας τοὺς ἔδωκε τὴν ἀπάντησην αὐτήν, διότι δὲν εἶχε τὴν θέλησιν καὶ τὴν τόλμην νὰ ἀντισταθῇ εἰς αὐτούς.

  6. 6

    καὶ ἔρριψαν αὐτὸν εἰς λάκκον Μελχίου υἱοῦ τοῦ βασιλέως, ὃς ἦν ἐν τῇ αὐλῇ τῆς φυλακῆς, καὶ ἐχάλασαν αὐτὸν εἰς τὸν λάκκον, καὶ ἐν τῷ λάκκῳ οὐκ ἦν ὕδωρ ἀλλ' ἢ βόρβορος, καὶ ἦν ἐν τῷ βορβόρῳ. -

    Ἔτσι αὐτοὶ συνέλαβαν τὸν Ἱερεμίαν καὶ τὸν ἔρριψαν εἰς τὸν λάκκον τοῦ Μελχίου, υἱοῦ τοῦ βασιλιᾶ, ὁ ὁποῖος «λάκκος» εὑρίσκετο εἰς τὴν αὐλὴν τῆς φυλακῆς· κατέβασαν δὲ τὸν Ἱερεμίαν εἰς τὸν λάκκον αὐτόν, εἰς τὸν ὁποῖον δὲν ὑπῆρχε νερό, ἀλλὰ βόρβορος «λάσπη»· ὁ Ἱερεμίας ἔμενε, ἢ μᾶλλον σχεδὸν ἐχώθη εἰς τὸν βόρβορον «τὴν λάσπην»!

  7. 7

    Καὶ ἤκουσεν ᾿Αβδεμέλεχ ὁ Αἰθίοψ, καὶ αὐτὸς ἐν οἰκίᾳ τοῦ βασιλέως, ὅτι ἔδωκαν ῾Ιερεμίαν εἰς τὸν λάκκον· καὶ ὁ βασιλεὺς ἦν ἐν τῇ πύλῃ Βενιαμίν,

    Τὸ γεγονὸς ὅμως τοῦτο ἐπληροφορήθη ὁ Ἀβδεμέλεχ ὁ Αἰθίοψ.Αὐτὸς εὑρίσκετο εἰς τὰ βασιλικὰ ἀνάκτορα καὶ ἐπληροφορήθη ὅτι ἔρριψαν τὸν Ἱερεμίαν εἰς τὸν λάκκον.Ἐπειδὴ δὲ ὁ βασιλιᾶς εὑρίσκετο εἰς τὴν πύλην Βενιαμίν,

  8. 8

    καὶ ἐξῆλθε πρὸς αὐτὸν καὶ ἐλάλησε πρὸς τὸν βασιλέα, καὶ εἶπεν·

    ὁ Ἀβδεμελεχ ἐβγῆκε ἀπὸ τὰ ἀνάκτορα καὶ συνήντησε τὸν βασιλιᾶ, πρὸς τὸν ὁποῖον ἀπευθυνόμενος εἶπε δημοσίᾳ:

  9. 9

    ἐπονηρεύσω ἃ ἐποίησας τοῦ ἀποκτεῖναι τὸν ἄνθρωπον τοῦτον ἀπὸ προσώπου τοῦ λιμοῦ, ὅτι οὐκ εἰσὶν ἔτι ἄρτοι ἐν τῇ πόλει.

    «Μὲ ἀδικίαν καὶ σκληρότητα ἐφέρθης κατὰ τοῦ ἀνθρώπου αὐτοῦ «τοῦ Ἱερεμία» μὲ τὸ νὰ θελήσῃς νὰ τὸν φονεύσῃς ρίχνοντάς τον εἰς τὸν λάκκον, ὥστε νὰ ἀποθάνῃ ἀπὸ τὴν πεῖναν, ἐπειδὴ δὲν ὑπάρχουν πλέον ψωμιὰ εἰς τὴν πόλιν».

  10. 10

    καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ ᾿Αβδεμέλεχ λέγων· λάβε εἰς τὰς χεῖράς σου ἐντεῦθεν τριάκοντα ἀνθρώπους καὶ ἀνάγαγε αὐτὸν ἐκ τοῦ λάκκου, ἵνα μὴ ἀποθάνῃ.

    Εἰς τὸ ἄκουσμα τῶν λόγων αὐτῶν ὁ βασιλιᾶς διέταξε τὸν Ἀβδεμέλεχ καὶ τοῦ εἶπε: «Παράλαβε ἀπὸ ἐδῶ τριάντα ἄνδρες ὑπὸ τὴν ἐξουσίαν σου καὶ ἀνάσυρε τὸν Ἱερεμίαν ἀπὸ τὸν λάκκον, διὰ νὰ μὴ ἀποθάνῃ».

  11. 11

    καὶ ἔλαβεν ᾿Αβδεμέλεχ τοὺς ἀνθρώπους καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ βασιλέως τὴν ὑπόγαιον καὶ ἔλαβεν ἐκεῖθεν παλαιὰ ράκη καὶ παλαιὰ σχοινία καὶ ἔρριψεν αὐτὰ πρὸς ῾Ιερεμίαν εἰς τὸν λάκκον

    Ὁ Ἀβδεμελεχ παρέλαβε τοὺς τριάντα ἄνδρες καὶ εἰσῆλθεν εἰς τὰ ἀνάκτορα, εἰς τὴν ὑπόγειον ἱματιοθήκην, καὶ ἔλαβεν ἀπὸ ἐκεῖ μερικὰ σχισμένα, παλαιὰ ράκη καὶ παλαιὰ σχοινιά, τὰ ἔρριψεν εἰς τὸν Ἱερεμίαν, ποὺ εὑρίσκετο εἰς τὸν λάκκον,

  12. 12

    καὶ εἶπε· ταῦτα θὲς ὑποκάτω τῶν σχοινίων, καὶ ἐποίησεν ῾Ιερεμίας οὕτως.

    καὶ τοῦ εἶπε: «Τὰ παλαιὰ αὐτὰ κουρέλια βάλε τὰ κάτω ἀπὸ τὴν μασχάλην σου σὰν μαξιλαράκια, ἐπάνω δὲ ἀπὸ αὐτὰ βάλε τὰ σχοινιά».Ὁ Ἱερεμίας ἔκαμεν ὅπως ἀκριβῶς τοῦ εἶπε.

  13. 13

    καὶ εἵλκυσαν αὐτὸν τοῖς σχοινίοις καὶ ἀνήγαγον αὐτὸν ἐκ τοῦ λάκκου· καὶ ἐκάθισεν ῾Ιερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς. -

    Τότε οἱ ἄνδρες τοῦ Ἀβδεμέλεχ ἐτράβηξαν τὸν Ἱερεμίαν μὲ τὰ σχοινιὰ καὶ τὸν ἀνέσυραν ἀπὸ τὸν λάκκον.Ὁ δὲ Ἱερεμίας παρέμεινεν εἰς τὴν αὐλὴν τῆς φυλακῆς.

  14. 14

    Καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν αὐτὸν πρὸς ἑαυτὸν εἰς οἰκίαν ᾿Ασελεισὴ τὴν ἐν οἴκῳ Κυρίου· καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· ἐρωτήσω σε λόγον, καὶ μὴ δὴ κρύψῃς ἀπ' ἐμοῦ ρῆμα.

    Κατόπιν ὁ βασιλιᾶς ἀπέστειλεν ἄνθρωπον καὶ ἐκάλεσε τὸν Ἱερεμίαν νὰ ἔλθῃ εἰς αὐτὸν εἰς τὸ διαμέρισμα Ἀσελεισή, κοντὰ εἰς τὸν Ναὸν τοῦ Κυρίου.Καὶ ὁ βασιλιᾶς εἶπε πρὸς τὸν Ἱερεμίαν: «Θὰ σοῦ ὑποβάλω μίαν ἐρώτησιν καὶ μὴ κρύψῃς, σὲ παρακαλῶ, τίποτε ἀπὸ ἐμέ».

  15. 15

    καὶ εἶπεν ῾Ιερεμίας τῷ βασιλεῖ· ἐὰν ἀναγγείλω σοι, οὐχὶ θανάτῳ με θανατώσεις; καὶ ἐὰν συμβουλεύσω σοι, οὐ μὴ ἀκούσῃς μου.

    Ὁ Ἱερεμίας ἀπάντησε εἰς τὸν Σεδεκίαν: «Εἶσαι βέβαιος ὅτι, ἐὰν σοῦ ἀναγγείλω ὅλην τὴν ἀλήθειαν, δὲν θὰ μὲ θανατώσῃς ὁπωσδήποτε; Καὶ ἂν σὲ συμβουλεύσω, δὲν θὰ μὲ ἀκούσῃς».

  16. 16

    καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεὺς λέγων· ζῇ Κύριος, ὃς ἐποίησεν ἡμῖν τὴν ψυχὴν ταύτην, εἰ ἀποκτενῶ σε καὶ εἰ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων τούτων.

    Τότε ὁ βασιλιᾶς ὡρκίσθη εἰς τὸν Ἱερεμίαν μὲ τὸν ἑξῆς ὅρκον: «Εἰς τὸ ὄνομα τοῦ Κυρίου, τοῦ ζωντανοῦ Θεοῦ, ὁ Ὁποῖος μᾶς ἔδωκε τὴν ζωὴν αὐτήν, δὲν θὰ σὲ φονεύσω, οὔτε θὰ σὲ παραδώσω εἰς τὰ χέρια τῶν πονηρῶν αὐτῶν ἀνθρώπων, οἱ ὁποῖοι θέλουν νὰ σὲ φονεύσουν».

  17. 17

    καὶ εἶπεν αὐτῷ ῾Ιερεμίας· οὕτως εἶπε Κύριος· ἐὰν ἐξελθὼν ἐξέλθῃς πρὸς ἡγεμόνας βασιλέως Βαβυλῶνος, καὶ ζήσεται ἡ ψυχή σου, καὶ ἡ πόλις αὕτη οὐ μὴ κατακαυθῇ ἐν πυρί, καὶ ζήσῃ σὺ καὶ ἡ οἰκία σου.

    Καὶ ὁ Ἱερεμίας ἀπάντησε εἰς τὸν Σεδεκίαν: «Ἔτσι εἶπεν ὁ Κύριος: «Ἐὰν ἀποφασίσῃς νὰ ἐξέλθῃς ἀπὸ τὴν Ἱερουσαλὴμ καὶ νὰ παραδοθῇς εἰς τοὺς ἡγεμόνας «στρατηγούς» τοῦ βασιλιᾶ τῆς Βαβυλῶνος, θὰ διαφυλάξῃς τὴν ζωήν σου, ἡ πόλις δὲ αὐτή «ἡ Ἱερουσαλὴμ» δὲν θὰ παραδοθῇ εἰς τὴν φωτιά· σὺ δὲ καὶ ἡ οἰκογένειά σου θὰ ἐπιζήσετε.

  18. 18

    καὶ ἐὰν μὴ ἐξέλθῃς, δοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας τῶν Χαλδαίων, καὶ καύσουσιν αὐτὴν ἐν πυρί, καὶ σὺ οὐ μὴ σωθῇς.

    Ἐὰν ὅμως δὲν βγῇς ἀπὸ τὴν πόλιν καὶ δὲν παραδοθῇς εἰς τοὺς Βαβυλωνίους, τότε ἡ πόλις αὐτὴ θὰ παραδοθῇ εἰς τὰ χέρια τῶν Χαλδαίων, οἱ ὁποῖοι θὰ τὴν παραδώσουν εἰς τὴν φωτιά, καὶ σὺ δὲν θὰ σωθῇς».

  19. 19

    καὶ εἶπεν ὁ βασιλεὺς τῷ ῾Ιερεμίᾳ· ἐγὼ λόγον ἔχω τῶν ᾿Ιουδαίων τῶν πεφευγότων πρὸς τοὺς Χαλδαίους, μὴ δώσειν με εἰς χεῖρας αὐτῶν, καὶ καταμωκήσονταί μου.

    Τότε ὁ βασιλιᾶς εἶπε πρὸς τὸν Ἱερεμίαν: «Ἔχω λόγον νὰ φοβοῦμαι τοὺς Ἰουδαίους, οἱ ὁποῖοι ἐλιποτάκτησαν πρὸς τοὺς Χαλδαίους· φοβοῦμαι μήπως οἱ Χαλδαῖοι μὲ παραδώσουν εἰς τὰ χέρια τῶν λιποτακτῶν αὐτῶν, καὶ ἐκεῖνοι μὲ χλευάσουν καὶ μὲ περιπαίξουν».

  20. 20

    καὶ εἶπεν ῾Ιερεμίας· οὐ μὴ παραδῶσί σε· ἄκουσον τὸν λόγον Κυρίου, ὃν ἐγὼ λέγω πρός σε, καὶ βέλτιον ἔσται σοι, καὶ ζήσεται ἡ ψυχή σου.

    Ὁ Ἱερεμίας τοῦ ἀπάντησε: «Δὲν θὰ σὲ παραδώσουν εἰς τὰ χέρια των· ἄκουσε, σὲ παρακαλῶ, τὸν λόγον τοῦ Κυρίου, τὸν ὁποῖον ἐγὼ λέγω πρὸς σέ, καὶ τότε τὰ πράγματα θὰ ἀποβοῦν πολὺ καλύτερα διὰ σέ, καὶ θὰ ἐξασφαλίσῃς τὴν ζωήν σου.

  21. 21

    καὶ εἰ μὴ θέλεις σὺ ἐξελθεῖν, οὗτος ὁ λόγος, ὃν ἔδειξέ μοι Κύριος·

    Ἐὰν ὅμως δὲν θελήσῃς νὰ ἐξέλθῃς ἀπὸ τὴν πόλιν καὶ νὰ παραδοθῇς εἰς τοὺς Βαβυλωνίους, τότε ἄκουσε ποῖος εἶναι ὁ ἀποκαλυπτικὸς λόγος, ποὺ μοῦ ἐφανέρωσεν ὁ Κύριος:

  22. 22

    καὶ ἰδοὺ πᾶσαι αἱ γυναῖκες αἱ καταλειφθεῖσαι ἐν οἰκίᾳ βασιλέως ᾿Ιούδα ἐξήγοντο πρὸς ἄρχοντας βασιλέως Βαβυλῶνος, καὶ αὗται ἔλεγον· ἠπάτησάν σε καὶ δυνήσονταί σοι ἄνδρες εἰρηνικοί σου καὶ καταλύσουσιν ἐν ὀλισθήμασι πόδα σου, ἀπέστρεψαν ἀπὸ σοῦ.

    «Ἰδού· ὅλες οἱ γυναῖκες ποὺ ἀπέμειναν εἰς τὰ ἀνάκτορα τοῦ βασιλιᾶ τοῦ Ἰούδα θὰ ὁδηγηθοῦν ἔξω πρὸς τοὺς ἄρχοντας «στρατηγούς» τοῦ βασιλιᾶ τῆς Βαβυλῶνος καὶ αὐτὲς θὰ λέγουν πρὸς σέ, τὸν Σεδεκίαν: «Σὲ ἀπάτησαν, ὑπερίσχυσαν ἐπάνω σου, κατώρθωσαν νὰ σὲ βγάλουν ἀπὸ τὸν εὐθὺν δρόμον οἱ ἀγαπητοὶ φίλοι σου· ὠδηγήσαν τὰ πόδια σου εἰς ἔδαφος ὀλισθηρὸν καὶ κατόπιν ἔφυγαν καὶ ἀπεμακρύνθησαν ἀπὸ σέ».

  23. 23

    καὶ τὰς γυναῖκάς σου καὶ τὰ τέκνα σου ἐξάξουσι πρὸς τοὺς Χαλδαίους, καὶ σὺ οὐ μὴ σωθῇς, ὅτι ἐν χειρὶ βασιλέως Βαβυλῶνος συλληφθήσῃ, καὶ ἡ πόλις αὕτη κατακαυθήσεται.

    Μάλιστα! Τίς γυναῖκες σου καὶ τὰ παιδιά σου θὰ τὰ ὁδηγήσουν εἰς τοὺς Χαλδαίους, καὶ σὺ ὁ ἴδιος δὲν θὰ διασωθῇς, διότι θὰ συλληφθῇς αἰχμάλωτος εἰς τὰ χέρια τοῦ βασιλιᾶ τῆς Βαβυλῶνος, καὶ ἡ πόλις αὐτὴ «ἡ Ἱερουσαλὴμ» θὰ παραδοθῇ εἰς τὴν φωτιά».

  24. 24

    καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· ἄνθρωπος μὴ γνώτω ἐκ τῶν λόγων τούτων, καὶ σὺ οὐ μὴ ἀποθάνῃς.

    Τότε ὁ βασιλιᾶς Σεδεκίας εἶπεν εἰς τὸν Ἱερεμίαν: «Κανεὶς ἄλλος ἂς μὴ μάθῃ τίποτε ἀπὸ τὰ λόγια αὐτὰ ποὺ εἶπες, καὶ σὺ δὲν θὰ ἀποθάνῃς.

  25. 25

    καὶ ἐὰν οἱ ἄρχοντες ἀκούσωσιν ὅτι ἐλάλησά σοι καὶ ἔλθωσι πρὸς σὲ καὶ εἴπωσί σοι· ἀνάγγειλον ἡμῖν, τί ἐλάλησέ σοι ὁ βασιλεύς, μὴ κρύψῃς ἀφ' ἡμῶν, καὶ οὐ μὴ ἀνέλωμέν σε, καὶ τί ἐλάλησε πρός σε ὁ βασιλεύς;

    Ἐὰν δὲ οἱ ἄρχοντες πληροφορηθοῦν ὅτι συνωμίλησα μαζί σου καὶ ἔλθουν πρὸς σὲ καὶ σοῦ εἰποῦν· πές μας τί εἶπε πρὸς σὲ ὁ βασιλιᾶς, μὴ ἀποκρύψῃς τίποτε ἀπὸ ἡμᾶς καὶ δὲν θὰ σὲ θανατώσωμεν λοιπὸν τί σοῦ εἶπεν ὁ βασιλιᾶς;»

  26. 26

    καὶ ἐρεῖς αὐτοῖς· ρίπτω ἐγὼ τὸ ἔλεός μου κατ' ὀφθαλμοὺς τοῦ βασιλέως πρὸς τὸ μὴ ἀποστρέψαι με εἰς οἰκίαν ᾿Ιωνάθαν ἀποθανεῖν με ἐκεῖ.

    Σὺ νὰ ἀπαντήσῃς εἰς αὐτούς: «Ἐγὼ ὁ ἴδιος ὑπέβαλα θερμὴν παράκλησιν εἰς τὸν βασιλιᾶ νὰ μὴ μὲ φέρῃ πάλιν καὶ νὰ μὴ μὲ φυλακίσῃ εἰς τὴν φυλακὴν τοῦ σπιτιοῦ τοῦ Ἰωνάθαν, ὅπου εἶναι βέβαιον ὅτι θὰ ἀποθάνω».

  27. 27

    καὶ ἤλθοσαν πάντες οἱ ἄρχοντες πρὸς ῾Ιερεμίαν καὶ ἠρώτησαν αὐτόν, καὶ ἀνήγγειλεν αὐτοῖς κατὰ πάντας τοὺς λόγους τούτους, οὓς ἐνετείλατο αὐτῷ ὁ βασιλεύς· καὶ ἀπεσιώπησαν, ὅτι οὐκ ἠκούσθη ὁ λόγος Κυρίου.

    Πράγματι αὐτὸ ἔγινε· ἦλθαν ὅλοι οἱ ἄρχοντες εἰς τὸν Ἱερεμίαν καὶ τὸν ἐρώτησαν.Ὁ δὲ Ἱερεμίας ἀνεκοίνωσεν εἰς αὐτοὺς ἀκριβῶς ὅπως τὸν ἐπρόσταξε ὁ βασιλιᾶς.Κατόπιν τῆς στάσεως αὐτῆς τοῦ Ἱερεμία ἐσιώπησαν καὶ ἄφησαν ἥσυχον τὸν Προφήτην, διότι δὲν ἐπληροφορήθησαν τὸν ἀποκαλυπτικὸν ἀπειλητικὸν λόγον τοῦ Κυρίου, ποὺ ἀφωροῦσε εἰς τὸν βασιλιᾶ, τοὺς ἰδίους καὶ τὴν Ἱερουσαλήμ.

  28. 28

    καὶ ἐκάθισεν ῾Ιερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς ἕως χρόνου οὗ συνελήφθη ῾Ιερουσαλήμ.

    Ὁ δὲ Ἱερεμίας παρέμεινεν εἰς τὴν αὐλὴν τῆς φυλακῆς μέχρι τοῦ χρόνου ποὺ ἡ Ἱερουσαλὴμ κατελήφθη καὶ ἐκυριεύθη ἀπὸ τοὺς Βαβυλωνίους.