Ιερεμίας, κεφάλαιο 43
- 1
(Μασ. ΛΣΤ´) ΕΝ τῷ ἐνιαυτῷ τῷ τετάρτῳ ᾿Ιωακεὶμ υἱοῦ ᾿Ιωσία βασιλέως ᾿Ιούδα ἐγενήθη λόγος Κυρίου πρός με λέγων·
Κατὰ τὸ τέταρτον ἔτος τῆς βασιλείας τοῦ Ἰωακείμ «605 π.Χ.», υἱοῦ τοῦ Ἰωσία, βασιλιᾶ τοῦ Ἰούδα, ἀπηνθύνθη πρὸς ἐμὲ τὸν Ἱερεμίαν λόγος ἀποκαλυπτικὸς τοῦ Κυρίου, ὁ ὁποῖος ἔλεγε:
- 2
λάβε σεαυτῷ χαρτίον βιβλίου καὶ γράψον ἐπ' αὐτοῦ πάντας τοὺς λόγους, οὓς ἐλάλησα πρὸς σὲ ἐπὶ ῾Ιερουσαλὴμ καὶ ἐπὶ ᾿Ιούδα καὶ ἐπὶ πάντα τὰ ἔθνη, ἀφ' ἧς ἡμέρας λαλήσαντός μου πρὸς σέ, ἀφ' ἡμερῶν ᾿Ιωσία βασιλέως ᾿Ιούδα καὶ ἕως τῆς ἡμέρας ταύτης·
«Λάβε βιβλίον χάρτινον «ἀπὸ πάπυρον» καὶ γράψε εἰς αὐτὸ ὅλους τοὺς λόγους, τοὺς ὁποίους εἶπα πρὸς σὲ κατὰ τῆς Ἱερουσαλὴμ καὶ κατὰ τῆς χώρας τοῦ Ἰούδα καὶ ἐναντίον ὅλων τῶν ἐθνῶν, ἀπὸ τὴν ἡμέραν ποὺ ἄρχισα νὰ ὁμιλῶ πρὸς σέ· δηλαδὴ ἀπὸ τὰ χρόνια τῆς βασιλείας τοῦ Ἰωσία, βασιλιᾶ τοῦ Ἰουδαϊκοῦ βασιλείου, μέχρι σήμερα.
- 3
ἴσως ἀκούσεται ὁ οἶκος ᾿Ιούδα πάντα τὰ κακά, ἃ ἐγὼ λογίζομαι ποιῆσαι αὐτοῖς, ἵνα ἀποστρέψωσιν ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, καὶ ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ ταῖς ἁμαρτίαις αὐτῶν.
Ἴσως ἀκούσουν οἱ Ἰουδαῖοι καὶ συναισθανθοῦν ὅλες τὶς παιδαγωγικὲς τιμωρίες καὶ συμφορές, τὶς ὁποῖες κατὰ τὴν δικαίαν κρίσιν μου προτίθεμαι νὰ ἐξαποστείλω ἐναντίον των, καὶ ἐπιστρέψουν ἐν μετανοίᾳ ἀπὸ τὸν δρόμον τῆς ἁμαρτίας καὶ ἀποστασίας των, ὁπότε καὶ ἐγὼ θὰ τοὺς συγχωρήσω καὶ θὰ φανῶ εὐσπλαγχνικὸς εἰς τὶς ἀδικίες καὶ τὶς ἁμαρτίες των».
- 4
καὶ ἐκάλεσεν ῾Ιερεμίας τὸν Βαροὺχ υἱὸν Νηρίου, καὶ ἔγραψεν ἀπὸ στόματος ῾Ιερεμίου πάντας τοὺς λόγους Κυρίου, οὓς ἐχρημάτισε πρὸς αὐτόν, εἰς χαρτίον βιβλίου.
Τότε ὁ Ἱερεμίας ἐκάλεσε τὸν Βαρούχ, τὸν υἱὸν τοῦ Νηρίου, ὁ ὁποῖος καὶ ἔγραψε καθ’ ὑπαγόρευσιν τοῦ Ἱερεμία ἐπάνω εἰς βιβλίον χάρτινον ὅλους τοὺς ἀποκαλυπτικοὺς λόγους τοῦ Κυρίου, τοὺς ὁποίους ὁ Κύριος ἐφανέρωσε πρὸς αὐτόν.
- 5
καὶ ἐνετείλατο ῾Ιερεμίας τῷ Βαροὺχ λέγων· ἐγὼ φυλάσσομαι, οὐ μὴ δύνωμαι εἰσελθεῖν εἰς οἶκον Κυρίου.
Εἰς τὴν συνέχειαν ὁ Ἱερεμίας ἔδωκεν εἰς τὸν Βαροὺχ τὴν ἀκόλουθον ἐντολήν: «Ἐγώ, ἐπειδὴ εὑρίσκομαι ὑπὸ παρακολούθησιν «ἤ, κατ’ ἄλλην ἑρμηνείαν: Ἐπειδὴ ἐμποδίζομαι», δὲν ἠμπορῶ νὰ εἰσέλθω εἰς τὸν Ναὸν τοῦ Κυρίου.
- 6
καὶ ἀναγνώσῃ ἐν τῷ χαρτίῳ τούτῳ εἰς τὰ ὦτα τοῦ λαοῦ ἐν οἴκῳ Κυρίου ἐν ἡμέρᾳ νηστείας, καὶ ἐν ὠσὶ παντὸς ᾿Ιούδα τῶν ἐρχομένων ἐκ πόλεων αὐτῶν ἀναγνώσῃ αὐτοῖς·
Σὺ ἑπομένως πρέπει νὰ ἀναγνώσῃς τὰ γραφόμενα εἰς τὸ βιβλίον αὐτὸ εἰς ἐπήκοον τοῦ λαοῦ εἰς τὸν Ναὸν τοῦ Κυρίου κατὰ τὴν ἡμέραν τῆς νηστείας.Θὰ ἀναγνώσῃς ἐπίσης τὸ περιεχόμενον τοῦ βιβλίου καὶ εἰς ἐπήκοον ὅλων τῶν Ἰουδαίων, οἱ ὁποῖοι ἔρχονται ἀπὸ τὶς πόλεις των εἰς τὸν Ναόν.
- 7
ἴσως πεσεῖται ἔλεος αὐτῶν κατὰ πρόσωπον Κυρίου, καὶ ἀποστρέψουσιν ἐκ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, ὅτι μέγας ὁ θυμὸς καὶ ἡ ὀργὴ Κυρίου, ἣν ἐλάλησεν ἐπὶ τὸν λαὸν τοῦτον.
Ἴσως οἱ προσευχὲς καὶ οἱ ἰκεσίες των εἰσακονσθοῦν ἀπὸ τὸν Θεὸν καὶ τὸν καταστήσουν ἵλεων, ἐπιστρέψουν δὲ ἀπὸ τὸν δρόμον τῆς ἀποστασίας καὶ τῆς ἁμαρτίας των, διότι εἶναι μεγάλος ὁ θυμὸς καὶ ἡ δικαία ὀργὴ τοῦ Κύριου, μὲ τὰ ὁποῖα ἀπείλησε τὸν λαὸν αὐτόν».
- 8
καὶ ἐποίησε Βαροὺχ κατὰ πάντα, ἃ ἐνετείλατο αὐτῷ ῾Ιερεμίας, τοῦ ἀναγνῶναι ἐν τῷ βιβλίῳ τοὺς λόγους Κυρίου ἐν οἴκῳ Κυρίου.
Ὁ Βαροὺχ συνεμορφώθη ἀπολύτως μὲ ὅλα ὅσα τὸν διέταξεν ὁ Ἱερεμίας· δηλαδὴ νὰ ἀναγνώσῃ ἀπὸ τὸ βιβλίον τοὺς λόγους τοῦ Κυρίου εἰς τὸν Ναὸν τοῦ Κυρίου.
- 9
καὶ ἐγενήθη ἐν τῷ ἔτει τῷ ὀγδόῳ τῷ βασιλεῖ ᾿Ιωακεὶμ ἐν τῷ μηνὶ τῷ ἐνάτῳ, ἐξεκκλησίασαν νηστείαν κατὰ πρόσωπον Κυρίου πᾶς ὁ λαὸς ἐν ῾Ιερουσαλὴμ καὶ οἶκος ᾿Ιούδα.
Καὶ κατὰ τὸν ἔνατον μῆνα τοῦ ὀγδόου ἔτους «ὑπάρχει καὶ ἡ γραφή: Τοῦ πέμπτου ἔτους» τῆς βασιλείας τοῦ βασιλιᾶ Ἰωακεὶμ ὅλοι οἱ κάτοικοι τῆς Ἱερουσαλὴμ καὶ ὅλος ὁ Ἰουδαϊκὸς λαὸς συνεκεντρώθησαν εἰς τὸν Ναὸν ἐνώπιον τὸν Κυρίου, ἀφοῦ ἐκήρυξαν πάνδημον νηστείαν.
- 10
καὶ ἀνεγίνωσκε Βαροὺχ ἐν τῷ βιβλίῳ τοὺς λόγους ῾Ιερεμίου ἐν οἴκῳ Κυρίου, ἐν οἴκῳ Γαμαρίου, υἱοῦ Σαφὰν τοῦ γραμματέως, ἐν τῇ αὐλῇ τῇ ἐπάνω ἐν προθύροις πύλης τοῦ οἴκου Κυρίου τῆς καινῆς καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ.
Καὶ ἐνῷ ὅλος ὁ λαὸς ἄκουε μὲ προσοχήν, ὁ Βαροὺχ ἀνεγίνωσκεν ἀπὸ τὸ βιβλίον τοὺς ἀποκαλυπτικοὺς λόγους τοῦ Ἱερεμία εἰς τὸν Ναὸν τοῦ Κυρίου καὶ συγκεκριμένως εἰς «ἀπό» τὸ διαμέρισμα τοῦ Γαμαρίου, υἱοῦ τοῦ γραμματέως Σαφάν.Τὸ διαμέρισμα τοῦτο εὑρίσκετο εἰς τὴν ἐπάνω αὐλήν, πλησίον τῆς εἰσόδου τῆς νέας πύλης τοῦ Ναοῦ τοῦ Κυρίου.
- 11
καὶ ἤκουσε Μιχαίας υἱὸς Γαμαρίου υἱοῦ Σαφὰν ἅπαντας τοὺς λόγους Κυρίου ἐκ τοῦ βιβλίου·
Ὁ Μιχαίας, ὁ υἱὸς τοῦ Γαμαρίου, υἱοῦ τοῦ Σαφάν, ἄκουσε ὅλους τοὺς λόγους τοῦ Κυρίου, οἱ ὁποῖοι ἀνεγνώσθησαν ἀπὸ τὸ βιβλίον τοῦ Ἱερεμία.
- 12
καὶ κατέβη εἰς οἰκίαν τοῦ βασιλέως, εἰς τὸν οἶκον τοῦ γραμματέως, καὶ ἰδοὺ ἐκεῖ πάντες οἱ ἄρχοντες ἐκάθηντο, ᾿Ελισαμὰ ὁ γραμματεὺς καὶ Δαλαίας υἱὸς Σελεμίου καὶ ᾿Ελνάθαν υἱὸς ᾿Ακχοβὼρ καὶ Γαμαρίας υἱὸς Σαφὰν καὶ Σεδεκίας υἱὸς ᾿Ανανίου καὶ πάντες οἱ ἄρχοντες,
Αὐτὸς λοιπὸν κατέβη ἀπὸ τὸν Ναὸν εἰς τὸ βασιλικὸν ἀνάκτορον καὶ μετέβη εἰς τὸ δωμάτιον τοῦ γραμματέως· καὶ ἰδοὺ ἐκεῖ παρεκάθηντο εἰς σύσκεψιν ὅλοι οἱ ἄρχοντες: Ὁ γραμματεὺς Ἐλισαμὰ καὶ ὁ Δαλαίας, υἱὸς τοῦ Σελεμίου, καὶ ὁ Ἐλναθάν, υἱὸς τοῦ Ἀκχοβώρ, καὶ ὁ Γαμαρίας, υἱὸς τοῦ Σαφάν, καὶ ὁ Σεδεκίας, υἱὸς τοῦ Ἀνανίου, καὶ ὅλοι οἱ ἄλλοι ἄρχοντες.
- 13
καὶ ἀνήγγειλεν αὐτοῖς Μιχαίας πάντας τοὺς λόγους, οὓς ἤκουσεν ἀναγινώσκοντος Βαροὺχ εἰς τὰ ὦτα τοῦ λαοῦ.
Καὶ ὁ Μιχαίας ἀνήγγειλεν εἰς αὐτοὺς ὅλους τοὺς λόγους τοὺς ὁποίους ἄκουσε, καθὼς ὁ Βαροὺχ τοὺς ἀνεγίνωσκεν ἐνώπιον τοῦ λαοῦ.
- 14
καὶ ἀπέστειλαν πάντες οἱ ἄρχοντες πρὸς Βαροὺχ υἱὸν Νηρίου τὸν ᾿Ιουδὶν υἱὸν Ναθανίου, υἱοῦ Σελεμίου, υἱοῦ Χουσί, λέγοντες· τὸ χαρτίον, ἐν ᾧ σὺ ἀναγινώσκεις ἐν αὐτῷ ἐν ὠσὶ τοῦ λαοῦ, λάβε αὐτὸ εἰς τὴν χεῖρά σου καὶ ἧκε· καὶ ἔλαβε Βαροὺχ τὸ χαρτίον καὶ κατέβη πρὸς αὐτούς.
Τότε ὅλοι οἰ ἄρχοντες ἐκ συμφώνου ἀπέστειλαν πρὸς τὸν Βαρούχ, υἱὸν τοῦ Νηρίου, τὸν Ἰουδίν, υἱὸν τοῦ Ναθανίου, υἱοῦ τοῦ Σελεμίου, υἱοῦ τοῦ Χουσί «κατ’ ἄλλην γραφήν: Τὸν Ἰουδίν, υἱὸν τοῦ Ναθανίου, μαζὶ μὲ τὸν Σελεμίαν, υἱὸν τοῦ Χουσί»· τὸν «ἤ, τούς» ἀπέστειλαν μὲ τὴν ἐντολὴν νὰ εἴπῃ «ἤ, νὰ εἴπουν» εἰς τὸν Βαρούχ: «Λάβε εἰς τὰ χέρια σου τὸ βιβλίον, τὸ κείμενον τὸ ὁποῖον ἀναγινώσκεις εἰς ἐπήκοον τοῦ λαοῦ, καὶ ἔλα ἐδῶ».Ὁ Βαροὺχ ἔλαβε τὸ βιβλίον καὶ κατέβη ἀπὸ τὸν Ναὸν πρὸς αὐτούς.
- 15
καὶ εἶπαν αὐτῷ· πάλιν ἀνάγνωθι εἰς τὰ ὦτα ἡμῶν· καὶ ἀνέγνω Βαρούχ.
Καὶ οἱ ἄρχοντες τοῦ εἶπαν: «Ἀνάγνωσε, διὰ νὰ ἀκούσωμεν καὶ ἐμεῖς τὸ κείμενον τοῦ βιβλίου».Καὶ ὁ Βαροὺχ τοὺς τὸ ἀνέγνωσεν.
- 16
καὶ ἐγενήθη ὡς ἤκουσαν πάντας τοὺς λόγους, συνεβουλεύσαντο ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ εἶπον· ἀναγγέλλοντες ἀναγγείλωμεν τῷ βασιλεῖ ἅπαντας τοὺς λόγους τούτους.
Ὅταν οἱ ἄρχοντες ἄκουσαν ὅλους τοὺς λόγους ποὺ ἀνέγνωσεν ὁ Βαρούχ, συνεσκέφθησαν μεταξύ των, συνεφώνησαν καὶ γεμᾶτοι κατάπληξιν εἶπαν: «Πρέπει ὁπωσδήποτε νὰ ἀναγγείλωμεν εἰς τὸν βασιλιᾶ ὅλους αὐτοὺς τοὺς λόγους».
- 17
καὶ τὸν Βαροὺχ ἠρώτησαν λέγοντες· πόθεν ἔγραψας πάντας τοὺς λόγους τούτους;
Ἀπευθυνόμενοι δὲ πρὸς τὸν Βαροὺχ τὸν ἐρώτησαν: «Ἀπὸ ποὺ ἔγραψες ὅλους αὐτοὺς τοὺς λόγους;»
- 18
καὶ εἶπε Βαρούχ· ἀπὸ στόματος αὐτοῦ ἀνήγγειλέ μοι ῾Ιερεμίας πάντας τοὺς λόγους τούτους, καὶ ἔγραφον ἐν βιβλίῳ.
Ὁ Βαροὺχ ἀπάντησε: «Ὁ Ἱερεμίας ὑπαγόρευσε ὅλους αὐτοὺς τοὺς λόγους εἰς ἐμέ, καὶ ἐγὼ τοὺς ἔγραψα εἰς τὸ βιβλίον αὐτό».
- 19
καὶ εἶπον τῷ Βαρούχ· βάδισον καὶ κατακρύβηθι σὺ καὶ ῾Ιερεμίας· ἄνθρωπος μὴ γνώτω ποῦ ὑμεῖς.
Τότε οἱ ἄρχοντες εἶπαν εἰς τὸν Βαρούχ: «Πήγαινε καὶ κρύψου σὺ καὶ ὁ Ἱερεμίας! Κανεὶς ἄνθρωπος ἂς μὴ γνωρίζῃ ποὺ εὑρίσκεσθε».
- 20
καὶ εἰσῆλθον πρὸς τὸν βασιλέα εἰς τὴν αὐλήν, καὶ τὸ χαρτίον ἔδωκαν φυλάσσειν ἐν οἴκῳ ᾿Ελισαμά, καὶ ἀνήγγειλαν τῷ βασιλεῖ πάντας τοὺς λόγους τούτους.
Κατόπιν τούτου οἱ ἄρχοντες μετέβησαν εἰς τὸν βασιλιᾶ, εἰς τὴν αὐλὴν τῶν ἀνακτόρων, ἀφοῦ προηγουμένως παρέδωκαν τὸ βιβλίον πρὸς φύλαξιν εἰς τὸ διαμέρισμα τοῦ γραμματέως Ἐλισαμά, καὶ ἀνήγγειλαν εἰς τὸν βασιλιᾶ ὅλους αὐτοὺς τοὺς λόγους.
- 21
καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν ᾿Ιουδὶν λαβεῖν τὸ χαρτίον, καὶ ἔλαβεν αὐτὸ ἐξ οἴκου ᾿Ελισαμά· καὶ ἀνέγνω ᾿Ιουδὶν εἰς τὰ ὦτα τοῦ βασιλέως καὶ εἰς τὰ ὦτα πάντων τῶν ἀρχόντων τῶν ἑστηκότων περὶ τὸν βασιλέα.
Τότε ὁ βασιλιᾶς ἀπέστειλε τὸν Ἰουδὶν νὰ παραλάβῃ τὸ βιβλίον, ὁ ὁποῖος καὶ τὸ παρέλαβεν ἀπὸ τὸ διαμέρισμα τοῦ Ἠλισαμά.Ἀνέγνωσε δὲ ὁ Ἰουδὶν τὸ περιεχόμενον τοῦ βιβλίου εἰς ἐπήκοον τὸν βασιλιᾶ καὶ εἰς ἐπήκοον ὅλων τῶν ἀρχόντων, οἱ ὁποῖοι ἐστέκοντο γύρω ἀπὸ τὸν βασιλιᾶ.
- 22
καὶ ὁ βασιλεὺς ἐκάθητο ἐν οἴκῳ χειμερινῷ καὶ ἐσχάρα πυρὸς κατὰ πρόσωπον αὐτοῦ.
Ὁ βασιλιᾶς δὲ ἐκάθητο εἰς τὸ χειμερινὸν διαμέρισμα τῶν ἀνακτόρων, καὶ ἡ ἑστία τῆς φωτιᾶς ἔκαιεν ἐμπρός του.
- 23
καὶ ἐγενήθη ἀναγινώσκοντος ᾿Ιουδὶν τρεῖς σελίδας καὶ τέσσαρας, ἀπέτεμεν αὐτὰς τῷ ξυρῷ τοῦ γραμματέως καὶ ἔρριπτεν εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας, ἕως ἐξέλιπε πᾶς ὁ χάρτης εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας.
Συνέβη δὲ τοῦτο: Μόλις ὁ Ἰουδὶν ἐτελείωνε τὴν ἀνάγνωσιν τριῶν ἢ τεσσάρων σελίδων «ὀρθοτέρα: Στηλῶν τοῦ βιβλίου», ὁ βασιλιᾶς τὶς ἔκοβε μὲ τὸ μικρὸν μαχαίρι τὸν γραμματέως καὶ τὶς ἔρριχνε εἰς τὴν φωτιὰ τῆς ἐσχάρας, μέχρις ὅτου ὁλόκληρον τὸ βιβλίον ἐκάη εἰς τὶς φλόγες τῆς φωτιᾶς τῆς ἐσχάρας.
- 24
καὶ οὐκ ἐζήτησαν καὶ οὐ διέρρηξαν τὰ ἱμάτια αὐτῶν ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ οἱ ἀκούοντες πάντας τοὺς λόγους τούτους.
Ὅμως, παρ' ὅλον ὅτι ὁ βασιλιᾶς καὶ οἱ αὐλικοί του ἄκουσαν ὅλους αὐτοὺς τοὺς φοβεροὺς λόγους τοῦ βιβλίου, δὲν συνεκλονίσθησαν οὔτε συνεκινήθησαν οὔτε ἔσχισαν τὰ ροῦχα των εἰς ἔνδειξιν πένθους καὶ μετανοίας.
- 25
καὶ ᾿Ελνάθαν καὶ Γοθολίας καὶ Γαμαρίας ὑπέθεντο τῷ βασιλεῖ πρὸς τὸ μὴ κατακαῦσαι τὸ χαρτίον.
«Αὐτὰ συνέβησαν», ἂν καὶ ὁ Ἐλναθὰν καὶ ὁ Γοθολίας καὶ ὁ Γαμαρίας εἰσηγήθησαν εἰς τὸν βασιλιᾶ νὰ μὴ καύσῃ τὸ βιβλίον.
- 26
καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ ῾Ιερεμεὴλ υἱῷ τοῦ βασιλέως καὶ τῷ Σαραίᾳ υἱῷ ᾿Εσριὴλ συλλαβεῖν τὸν Βαροὺχ καὶ τὸν ῾Ιερεμίαν· καὶ κατεκρύβησαν.
Τότε ὁ βασιλιᾶς διέταξε τὸν Ἱερεμεήλ, υἱὸν τοῦ βασιλιᾶ, καὶ τὸν Σαραίαν, υἱὸν τοῦ Ἐσριήλ, νὰ συλλάβουν τὸν Βαροὺχ καὶ τὸν Ἱερεμίαν.Αὐτοὶ ὅμως εἶχαν ἤδη κρυφθῇ.
- 27
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς ῾Ιερεμίαν μετὰ τὸ κατακαῦσαι τὸν βασιλέα τὸ χαρτίον, πάντας τοὺς λόγους, οὓς ἔγραψε Βαροὺχ ἀπὸ στόματος ῾Ιερεμίου λέγων·
Μετὰ τὴν καῦσιν ἀπὸ τὸν βασιλιᾶ Ἰωακεὶμ τοῦ βιβλίου, τὸ ὁποῖον περιεῖχεν ὅλους τοὺς λόγους, τοὺς ὅποιους ἔγραψεν ὁ Βαροὺχ καθ' ὑπαγόρευσιν τοῦ Ἱερεμία, ἀπηυθύνθη πρὸς τὸν Ἱερεμίαν λόγος ἀποκαλυπτικὸς τοῦ Κύριου, ὁ ὁποῖος ἔλεγε:
- 28
πάλιν λάβε σὺ χαρτίον ἕτερον καὶ γράψον πάντας τοὺς λόγους τοὺς ὄντας ἐπὶ τοῦ χαρτίου, οὓς κατέκαυσεν ὁ βασιλεὺς ᾿Ιωακείμ.
«Λάβε πάλιν σὺ ἄλλο χαρτί «πάπυρον» καὶ γράψε ὅλους τοὺς λόγους, ποὺ ἦσαν γραμμένοι εἰς τὸ πρῶτον χαρτί, τὸ ὁποῖον ἔκαυσεν ὁ βασιλιᾶς Ἰωακείμ.
- 29
καὶ ἐρεῖς· οὕτως εἶπε Κύριος· σὺ κατέκαυσας τὸ χαρτίον τοῦτο λέγων· διατί ἔγραψας ἐπ' αὐτῷ λέγων· εἰσπορευόμενος εἰσπορεύσεται βασιλεὺς Βαβυλῶνος καὶ ἐξολοθρεύσει τὴν γῆν ταύτην, καὶ ἐκλείψει ἐπ' αὐτῆς ἄνθρωπος καὶ κτήνη;
Ὅσον ἀφορᾷ δὲ εἰς τὸν Ἰωακείμ, τὸν βασιλιᾶ τὸν Ἰούδα, εἰς αὐτὸν θὰ εἰπῇς: «Ἔτσι εἶπεν ὁ Κύριος: Σὺ ἔκαυσες τὸ βιβλίον αὐτὸ λέγων: Διατὶ ἔγραψες εἰς αὐτὸ τοῦτο; Ὅτι δηλαδὴ ὁ βασιλιᾶς τῆς Βαβυλῶνος θὰ εἰσβάλῃ ὁπωσδήποτε καὶ θὰ ἐρημώσῃ τὴν χώραν αὐτήν, καὶ θὰ ἐκλείψουν ἀπὸ αὐτὴν ἄνθρωποι καὶ κτήνη;»
- 30
διὰ τοῦτο οὕτως εἶπε Κύριος ἐπὶ ᾿Ιωακεὶμ βασιλέα ᾿Ιούδα· οὐκ ἔσται αὐτῷ καθήμενος ἐπὶ θρόνου Δαυίδ, καὶ τὸ θνησιμαῖον αὐτοῦ ἔσται ἐρριμμένον ἐν τῷ καύματι τῆς ἡμέρας καὶ ἐν τῷ παγετῷ τῆς νυκτός·
«Διὰ τοῦτο ἔτσι ὡμίλησε καὶ εἶπεν ὁ Κύριος κατὰ τοῦ Ἰωακείμ, βασιλιᾶ τοῦ Ἰούδα: «Δὲν θὰ ὑπάρξῃ πλέον κανεὶς ἀπόγονός του νὰ τὸν διαδεχθῇ εἰς τὸν θρόνον τοῦ Δαβίδ, τὸ δὲ πτῶμα τοῦ Ἰωακεὶμ θὰ πεταχθῇ, θὰ ἀπορριφθῇ ἔξω, ἐκτεθειμένον εἰς τὸν καύσωνα τῆς ἡμέρας καὶ εἰς τὴν παγωνιὰ τῆς νύχτας.
- 31
καὶ ἐπισκέψομαι ἐπ' αὐτὸν καὶ ἐπὶ τὸ γένος αὐτοῦ καὶ ἐπὶ τοὺς παῖδας αὐτοῦ καὶ ἐπάξω ἐπ' αὐτοὺς καὶ ἐπὶ τοὺς κατοικοῦντας ῾Ιερουσαλὴμ καὶ ἐπὶ τὴν γῆν ᾿Ιούδα πάντα τὰ κακά, ἃ ἐλάλησα πρὸς αὐτούς, καὶ οὐκ ἤκουσαν.
Καὶ ἐν τῇ δικαιοκρισίᾳ μου θὰ τιμωρήσω αὐτὸν τὸν ἴδιον καὶ τοὺς ἀπογόνους του καὶ τοὺς δούλους του «κατ’ ἄλλους: Τοὺς ἀξιωματούχους του», θὰ ἐπιφέρω δὲ ἐναντίον των καὶ ἐναντίον τῶν κατοίκων τῆς Ἱερουσαλὴμ καὶ ἐναντίον τῆς χώρας τοῦ βασιλείου τοῦ Ἰούδα ὅλες τὶς τιμωρίες, τὸν ὄλεθρον καὶ τὴν καταστροφήν, τὰ ὁποῖα προανήγγειλα καὶ ἀπείλησα κατ’ αὐτῶν, καὶ εἰς τὰ ὁποῖα δὲν ἔδωσαν προσοχήν».
- 32
καὶ ἔλαβε Βαροὺχ χαρτίον ἕτερον καὶ ἔγραψεν ἐπ' αὐτῷ ἀπὸ στόματος ῾Ιερεμίου ἅπαντας τοὺς λόγους τοῦ βιβλίου, οὓς κατέκαυσεν ᾿Ιωακείμ· καὶ ἔτι προσετέθησαν αὐτῷ λόγοι πλείονες ὡς οὗτοι.
Καὶ ὁ Βαροὺχ ἔλαβεν ἄλλο βιβλίον καὶ ἔγραψεν εἰς αὐτὸ καθ’ ὑπαγόρευσιν τοῦ Ἱερεμία ὅλους τοὺς λόγους τοῦ πρώτου βιβλίου, τὸ ὁποῖον κατέκαυσεν ὁ βασιλιᾶς Ἰωακείμ.Εἰς τὸ δεύτερον αὐτὸ βιβλίον προσετέθησαν καὶ ἄλλοι ἀποκαλυπτικοὶ λόγοι, περισσότεροι ἐκείνων ποὺ εἶχαν καταγραφῆ εἰς τὸ πρῶτον.
