Ιερεμίας, κεφάλαιο 1
- 1
ΤΟ ρῆμα τοῦ Θεοῦ, ὃ ἐγένετο ἐπὶ ῾Ιερεμίαν τὸν τοῦ Χελκίου ἐκ τῶν ἱερέων, ὃς κατῴκει ἐν ᾿Αναθὼθ ἐν γῇ Βενιαμείν·
Εἰς τὸ βιβλίον αὐτὸ περιέχεται ὁ λόγος τοῦ Θεοῦ, ποὺ ἀπηυθύνθη ἄνωθεν πρὸς τὸν Ἱερεμίαν, τὸν υἱὸν τὸν Χελκίου, ὁ ὁποῖος ἦταν ἕνας ἀπὸ τοὺς ἱερεῖς. Αὐτός «ὁ Χελκίας» κατοικοῦσε εἰς τὴν κωμόπολιν Ἀναθώθ «ποὺ εὑρίσκετο εἰς τὰ νοτιανατολικὰ τῆς Ἱερουσαλήμ», ἡ ὁποία ἀνῆκε εἰς τὴν περιοχὴν τῆς φυλῆς Βενιαμείν.
- 2
ὡς ἐγενήθη λόγος τοῦ Θεοῦ πρὸς αὐτὸν ἐν ταῖς ἡμέραις ᾿Ιωσία υἱοῦ ᾿Αμὼς βασιλέως ᾿Ιούδα, ἔτους τρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ·
Οἱ λόγοι αὐτοὶ τοῦ Θεοῦ ἀπεκαλύφθησαν καὶ ἐλέχθησαν πρὸς τὸν Ἱερεμίαν κατὰ τὴν περίοδον τῆς βασιλείας τοῦ βασιλιᾶ τοῦ Ἰούδα Ἰωσία, υἱοῦ τοῦ Ἀμώς, καὶ σνγκεκριμένως ἀπὸ τὸ δέκατον τρίτον ἔτος τῆς βασιλείας του καὶ ἔπειτα.
- 3
καὶ ἐγένετο ἐν ταῖς ἡμέραις ᾿Ιωακεὶμ υἱοῦ ᾿Ιωσία βασιλέως ᾿Ιούδα ἕως ἑνδεκάτου ἔτους τοῦ Σεδεκία υἱοῦ ᾿Ιωσία βασιλέως ᾿Ιούδα, ἕως τῆς αἰχμαλωσίας ῾Ιερουσαλὴμ ἐν τῷ πέμπτῳ μηνί.
Λόγοι τοῦ Θεοῦ ἀπηυθύνθησαν ἐπίσης εἰς τὸν Ἱερεμίαν καὶ κατὰ τὴν περίοδον τῆς βασιλείας τοῦ βασιλιᾶ τοῦ Ἰούδα Ἰωακείμ, υἱοῦ τοῦ βασιλιᾶ Ἰωσία, καὶ μέχρι τοῦ ἑνδεκάτου ἔτους τῆς βασιλείας τοῦ βασιλιᾶ του Ἰούδα Σεδεκία, υἱοῦ τοῦ βασιλιᾶ Ἰωσία, μέχρι τῆς ἁλώσεως τῆς Ἱερουσαλὴμ καὶ τῆς ἀπαγωγῆς τῶν κατοίκων της ὡς αἰχμαλώτων εἰς τὴν Βαβυλῶνα· δηλαδή, μέχρι τὸν πέμπτον μῆνα τοῦ ἐνδεκάτου ἔτους τῆς βασιλείας τοῦ βασιλιᾶ Σεδεκία.
- 4
Καὶ ἐγένετο λόγος Κυρίου πρός με·
Ὁ Κύριος ὡμίλησε πρὸς ἐμὲ τὸν Ἱερεμίαν καὶ μοῦ εἶπε:
- 5
πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε, προφήτην εἰς ἔθνη τέθεικά σε.
«Σὲ γνωρίζω πολὺ καλά, πρὶν ἀκόμη σὲ πλάσω ὡς ἔμβρυον εἰς τὴν κοιλίαν τῆς μητέρας σου, καὶ πρὶν ἀκόμη γεννηθῇς σὲ ἐξέλεξα, σὲ ἐξεχώρισα καὶ σὲ καθιέρωσα διὰ τὴν ὑπηρεσίαν τοῦ ἁγίου ἔργου μου σὲ ἔχω ὁρίσει καὶ σὲ ἔχω ἐγκαταστήσει προφήτην διὰ τὰ ἔθνη».
- 6
καὶ εἶπα· ὦ δέσποτα Κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι.
Ἐγὼ δέ «ὁ Ἱερεμίας» ἀπήντησα τότε: «Ὦ Δέσποτα Κύριε, ἐγὼ εἶμαι ἀνίκανος δι' ἕνα τόσον μεγάλο, ἱερὸν καὶ σωτήριον ἔργον, διότι, ἰδού· δὲν γνωρίζω νὰ ὁμιλῶ, καθ' ὅσον εἶμαι ἄσημος καὶ μικρὸς κατὰ τὴν ἡλικίαν».
- 7
καὶ εἶπε Κύριος πρός με· μὴ λέγε ὅτι νεώτερος ἐγώ εἰμι, ὅτι πρὸς πάντας, οὓς ἐὰν ἐξαποστείλω σε, πορεύσῃ, καὶ κατὰ πάντα, ὅσα ἐὰν ἐντείλωμαί σοι, λαλήσεις·
Ἀλλ’ ὁ Κύριος ἀπήντησε πρὸς ἐμὲ καὶ μοῦ εἶπε: «Μὴ λέγῃς ὅτι εἶμαι ἄσημος καὶ μικρὸς κατὰ τὴν ἠλικίαν' ἐφ' ὅσον σὲ ἀποστέλλω Ἐγώ, ὁ παντοδύναμος Θεός, μὴ προβάλλῃς ὡς πρόφασιν τὸ νεαρὸν τῆς ἡλικίας σου· διότι πρὸς ὅλους ἐκείνους, πρὸς τοὺς ὁποίους θὰ σὲ ἀποστείλω διὰ νὰ κηρύξῃς, θὰ μεταβῇς· καὶ ὅλα, ὅσα Ἐγὼ θὰ σοῦ δώσω ἐντολὴν νὰ εἰπῇς, θὰ τὰ εἰπῇς.
- 8
μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος.
Κήρυξε πρὸς αυτοὺς μὲ θάρρος καὶ μὴ τοὺς φοβηθῇς, διότι Ἐγώ, ὁ παντοδύναμος Κύριος, θὰ εἶμαι μαζί σου διὰ νὰ σὲ προφυλάσσω μὲ τὴν ἀκαταμάχητον συμμαχίαν μου καὶ νὰ σὲ σώζω καὶ ἐλευθερώνω ἀπὸ τοὺς κινδύνους», λέγει ὁ Κύριος.
- 9
καὶ ἐξέτεινε Κύριος τὴν χεῖρα αὐτοῦ πρός με καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπε Κύριος πρός με· ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου·
Καὶ τότε ὁ Κύριος ἄπλωσε τὸ παντοδύναμον χέρι του πρὸς ἐμέ, ἄγγισε τὸ στόμα μου καὶ μοῦ εἶπε: «Νά· ἔχω δώσει τὰ λόγια μου εἰς τὸ στόμα σου!
- 10
ἰδοὺ καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ ἐπὶ βασιλείας ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύειν. -
Ἰδού· σὲ ἔχω ἐγκαταστήσει σήμερον προφήτην εἰς τοὺς ἐθνικοὺς λαοὺς καὶ εἰς τὰ βασίλεια, διὰ νὰ ἐκριζώνῃς μὲ τὸ κήρυγμά σου «τὴν κακίαν», νὰ σκάπτῃς βαθιὰ καὶ νὰ κρημνίζῃς ἐκ θεμελίων· διὰ νὰ καταστρέφῃς, ἀλλὰ καὶ διὰ νὰ ἀνοικοδομῇς καὶ νὰ φυτεύῃς, ὥστε νὰ ριζοβολοῦν, νὰ αὐξάνουν καὶ νὰ γίνεται ὁ τόπος κατάφυτος».
- 11
Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· τί σὺ ὁρᾷς ῾Ιερεμία; καὶ εἶπε· βακτηρίαν καρυΐνην.
Ὁ Κύριος ὡμίλησε πάλιν πρὸς ἐμὲ καὶ εἶπε: «Τί βλέπεις, Ἱερεμία;» Ἐγὼ δὲ ἀπήντησα: «Βλέπω ράβδον ἀπὸ ξύλον καρυδιᾶς».
- 12
καὶ εἶπε Κύριος πρός με· καλῶς ἑώρακας, διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτούς.
Κατόπιν ὁ Κύριος εἶπε πρὸς ἐμέ: «Καλῶς εἶδες, διότι Ἐγὼ ἀγρυπνῶ, ὥστε νὰ ἐκπληρώσω τοὺς λόγους μου».
- 13
καὶ ἐγένετο λόγος Κυρίου ἐκ δευτέρου πρός με λέγων· τί σὺ ὁρᾷς; καὶ εἶπα· λέβητα ὑποκαιόμενον, καὶ τὸ πρόσωπον αὐτοῦ ἀπὸ προσώπου βορρᾶ.
Ὁ Κύριος ὡμίλησε τότε διὰ δευτέραν φορὰν πρὸς ἐμὲ καὶ εἶπε: «Τί βλέπεις;» Ἐγὼ δὲ ἀπήντησα: «Βλέπω μίαν μεγάλων διαστάσεων μεταλλίνην χύτραν, ἕνα λέβητα, κάτω ἀπὸ τὸν ὁποῖον, καίει φωτιὰ μὲ ἀποτέλεσμα νὰ κοχλάζῃ τὸ περιεχόμενόν του, τὸ δὲ χεῖλος τοῦ λέβητος αὐτοῦ κλίνει ἀπὸ βορρᾶ πρὸς νότον «δηλαδὴ ἀπὸ τὴν χώραν τῆς Βαβυλῶνος πρὸς τὴν Ἰουδαίαν».
- 14
καὶ εἶπε Κύριος πρός με· ἀπὸ προσώπου βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.
Καὶ ὁ Κύριος εἶπε πρὸς ἐμέ: «Ἀπὸ τὴν κατεύθυνσιν τοῦ βορρᾶ θὰ ὁρμήσῃ ἡ φωτιὰ ἐναντίον τῶν πονηρῶν ἔργων ὅλων τῶν ἀνθρώπων, οἱ ὁποῖοι κατοικοῦν εἰς τὴν Ἰουδαίαν καὶ γενικώτερον τὴν Παλαιστίνην.
- 15
διότι ἰδοὺ ἐγὼ συγκαλῶ πάσας τὰς βασιλείας τῆς γῆς ἀπὸ βορρᾶ, λέγει Κύριος, καὶ ἥξουσι καὶ θήσουσιν ἕκαστος τὸν θρόνον αὐτοῦ ἐπὶ τὰ πρόθυρα τῶν πυλῶν ῾Ιερουσαλὴμ καὶ ἐπὶ πάντα τὰ τείχη τὰ κύκλῳ αὐτῆς καὶ ἐπὶ πάσας τὰς πόλεις ᾿Ιούδα.
Διότι, νά· Ἐγώ, λέγει ὁ Κύριος, προσκαλῶ ὅλα τὰ βασίλεια τῶν χωρῶν τοῦ βορρᾶ, οἱ δὲ βασιλεῖς των θὰ ἔλθουν καὶ ὁ καθένας των θὰ στήσῃ τὸν θρόνον του, ἐνῷ οἱ δυνάμεις των θὰ στρατοπεδεύσουν ἐμπρὸς εἰς τὶς πύλες τῆς Ἱερουσαλὴμ καὶ γύρω - γύρω ἀπὸ τὰ τείχη της καὶ ἐμπρὸς εἰς ὅλες τὶς πόλεις τῆς Ἰουδαίας.
- 16
καὶ λαλήσω πρὸς αὐτοὺς μετὰ κρίσεως περὶ πάσης τῆς κακίας αὐτῶν, ὡς ἐγκατέλιπόν με καὶ ἔθυσαν θεοῖς ἀλλοτρίοις καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.
Ἐγὼ δὲ θὰ ὁμιλήσω καὶ θὰ διατυπώσω ἐναντίον ὅλων αὐτῶν τῶν πόλεων τὴν δικαίαν καὶ καταδικαστικήν μου ἀπόφασιν δι' ὅλην τὴν ἀσέβειαν καὶ ἁμαρτωλοτητα των· μάλιστα δέ, διότι ἐγκατέλειψαν Ἐμέ, τὸν ἀληθινὸν Θεὸν καὶ ποιητὴν τῶν πάντων, καὶ προσέφεραν θυσίες εἰς ἄλλους θεοὺς ξένους καὶ ἐπροσκύνησαν τὰ εἴδωλα, δηλαδὴ ἐθεοποίησαν τὰ ἔργα τῶν ἀνθρωπίνων χεριῶν των!
- 17
καὶ σὺ περίζωσαι τὴν ὀσφύν σου καὶ ἀνάστηθι καὶ εἰπὸν πρὸς αὐτοὺς πάντα, ὅσα ἂν ἐντείλωμαί σοι· μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, μηδὲ πτοηθῇς ἐναντίον αὐτῶν, ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος.
Σὺ λοιπόν, Ἱερεμία, ζῶσε καλὰ τὴν μέσην σου μὲ τὴν ζώνην, γίνε δηλαδὴ ἕτοιμος καὶ ἄγρυπνος πρὸς δρᾶσιν, καὶ σήκω ἐπάνω, δηλαδὴ πρόσεχε καλὰ εἰς ὅσα σοῦ λέγονται, καὶ εἰπὲ πρὸς αὐτούς «τοὺς Ἰουδαίους» ὅλα, ὅσα Ἐγὼ θὰ σὲ διατάξω νὰ τοὺς εἰπῇς.Μὴ τοὺς φοβηθῇς καὶ μὴ δειλιάσῃς ἔστω καὶ κατὰ τὸ ἐλάχιστον ἐνώπιόν των, διότι Ἐγὼ εἶμαι μαζί σου διὰ νὰ σὲ σώζω καὶ λυτρώνω ἀπὸ τοὺς κινδύνους», λέγει ὁ Κύριος.
- 18
ἰδοὺ τέθεικά σε ἐν τῇ σήμερον ἡμέρᾳ ὡς πόλιν ὀχυρὰν καὶ ὡς τεῖχος χαλκοῦν, ὀχυρὸν πᾶσι τοῖς βασιλεῦσιν ᾿Ιούδα καὶ τοῖς ἄρχουσιν αὐτοῦ καὶ τῷ λαῷ τῆς γῆς,
«Ἰδού· Ἐγὼ σὲ ἐνίσχυσα κατὰ τὴν σημερινὴν ἡμέραν καὶ σὲ ἀνέδειξα ἀπόρθητον ὡς πόλιν ὠχυρωμένην καὶ ὡς τεῖχος καμωμένον ἀπὸ χαλκόν, ἄμαχον καὶ ἀκατάβλητον ἀπὸ ὅλους τοῖς βασιλεῖς τοῦ Ἰούδα καὶ τοὺς ἄρχοντάς του καὶ γενικῶς τὸν λαὸν τῆς χώρας αὐτῆς.
- 19
καὶ πολεμήσουσί σε καὶ οὐ μὴ δύνωνται πρός σε, διότι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, εἶπε Κύριος.
Ὅλοι αὐτοὶ θὰ πολεμήσουν ἐναντίον σου· δὲν θὰ ἠμπορέσουν ὅμως νὰ σὲ καταβάλουν, διότι μαζί σου εἶμαι Ἐγὼ διὰ νὰ σὲ σώζω καὶ ἐλευθερώνω ἀπὸ τοὺς κινδύνους καὶ νὰ σὲ λυτρώνω ἀπὸ τὰ φονικὰ χέρια των», εἶπεν ὁ Κύριος.
