Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΓΕΝΕΣΙΣ

Γένεσις, κεφάλαιο 46

34 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (50)
  1. 1

    ΑΠΑΡΑΣ δὲ ᾿Ισραήλ, αὐτὸς καὶ πάντα τὰ αὐτοῦ, ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου καὶ ἔθυσε θυσίαν τῷ Θεῷ τοῦ πατρὸς αὐτοῦ ᾿Ισαάκ.

    Ο Ἰσραὴλ χωρὶς ἀναβολὴν καὶ χρονοτριβὴν ἐξεκίνησε μὲ ὅλην τὴν κινητὴν περιουσίαν του καὶ μὲ ὅλους, ὅσοι ἔμεναν μαζί του προκειμένου δὲ νὰ κατεβῇ εἰς τὴν Αἴγυπτον, ἦλθεν εἰς τὸ πηγάδι τοῦ Ὅρκου (τὴν Βηρσαβεὲ) καὶ ἐπρόσφερε θυσίες εὐχαριστίας, εὐγνωμοσύνης καὶ ἱκεσίας πρὸς τὸν Θεὸν τοῦ πατέρα του Ἰσαάκ.

  2. 2

    εἶπε δὲ ὁ Θεὸς τῷ ᾿Ισραὴλ ἐν ὁράματι τῆς νυκτός, εἰπών· ᾿Ιακώβ, ᾿Ιακώβ, ὁ δὲ εἶπε· τί ἐστιν;

    Καὶ ἐπειδὴ πρῶτος ὁ Ἰσραὴλ ἔδειξε τὴν εὐλάβειάν του μὲ τὶς θυσίες, ἀκολούθησε ἀμέσως καὶ ἡ θεία βοήθεια. Ὁ Κύριος τοῦ παρουσιάσθη κατὰ τὴν νύκτα μὲ ὀπτασίαν καὶ τοῦ εἶπεν· «Ἰακὼβ· Ἰακώβ»· αὐτὸς δὲ ἀπάντησε· «ὁρίστε, ἐδῶ εἶμαι, τί εἶναι;»

  3. 3

    ὁ δὲ λέγει αὐτῷ· ἐγώ εἰμι ὁ Θεὸς τῶν πατέρων σου· μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον· εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ,

    Καὶ ὁ Θεὸς συνέχισεν: «Ἐγὼ εἶμαι ὁ Θεὸς τῶν πατέρων σου ὁ Θεὸς ποὺ ἐπροστάτευσεν εἰς ὅλην των τὴν ζωὴν τὸν πατέρα σου Ἰσαὰκ καὶ τὸν πάππον σου Ἀβραὰμ· ὁ Θεὸς ποὺ τηρεῖ πάντοτε τὶς ὑποσχέσεις του. Μὴ φοβηθῇς νὰ κατέβης εἰς τὴν Αἴγυπτον. Διότι ἐγὼ θὰ αὐξήσω τοὺς ἀπογόνους σου καὶ θὰ τοὺς καταστήσω ἐκεῖ ἔθνος μεγάλο.

  4. 4

    καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον, καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος, καὶ ᾿Ιωσὴφ ἐπιβαλεῖ τὰς χεῖρας αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμούς σου.

    Καὶ ἐγὼ θὰ κατεβῶ μαζί σου εἰς τὴν Αἴγυπτον καὶ θὰ μὲ ἔχῃς πάντοτε κοντά σου. Καὶ ἐγὼ πάλιν θὰ ἀνεβάσω τελικῶς τοὺς ἀπογόνους σου κατὰ τὸν πρέποντα καιρὸν εἰς τὴν Χαναὰν καὶ ὁ Ἰωσήφ, τὸ ἀγαπημένον σου παιδί, θὰ σοῦ κλείσῃ τὰ μάτια μὲ τὰ χέρια του τὴν ὥραν ποὺ θὰ ξεψυχᾷς.

  5. 5

    ἀνέστη δὲ ᾿Ιακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἀνέλαβον οἱ υἱοὶ ᾿Ισραὴλ τὸν πατέρα αὐτῶν καὶ τὴν ἀποσκευὴν καὶ τὰς γυναῖκας αὐτῶν ἐπὶ τὰς ἁμάξας ἃς ἀπέστειλεν ᾿Ιωσὴφ ἆραι αὐτόν,

    Ὁ Ἰακὼβ μετὰ τὶς ὑποσχέσεις τοῦ Θεοῦ ἐσηκώθη ἐνισχυμένος καὶ χαρούμενος διὰ νὰ ἀναχωρήσῃ ἀπὸ τὸ πηγάδι τοῦ Ὅρκου· καὶ οἱ υἱοὶ τοῦ Ἰσραὴλ ἐπῆραν καὶ ἀνέβασαν τὸν πατέρα, τὰ παιδιὰ καὶ τὶς γυναῖκες των εἰς τὰ ἁμάξια, ποὺ εἶχεν ἀποστείλει ὁ Ἰωσὴφ ἀπὸ τὴν Αἴγυπτον διὰ νὰ τὸν παραλάβουν.

  6. 6

    καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν καὶ πᾶσαν τὴν κτῆσιν, ἣν ἐκτήσαντο ἐν γῇ Χαναάν, εἰσῆλθον εἰς Αἴγυπτον, ᾿Ιακὼβ καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετ᾿ αὐτοῦ,

    Καὶ ἀφοῦ παρέλαβαν ὅλα τὰ κοπάδια καὶ ὅλην τὴν κινητὴν περιουσίαν, ποὺ ἀπέκτησαν εἰς τὴν χώραν τῆς Χαναάν, ἦλθαν εἰς τὴν Αἴγυπτον. ἐμπῆκαν δὲ εἰς τὴν Αἴγυπτον ὁ Ἰακὼβ καὶ μαζὶ μὲ αὐτὸν ὅλοι οἱ ἀπόγονοί του·

  7. 7

    υἱοὶ καὶ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ, θυγατέρες καὶ θυγατέρες τῶν θυγατέρων αὐτοῦ· καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον.

    δηλαδή οἱ υἱοὶ καὶ οἰ ἐγγονοί του, οἱ θυγατέρες καὶ οἰ ἐγγονές του· ὅλους γενικῶς τοὺς ἀμέσους ἀπογόνους του ὁ Ἰακὼβ τοὺς ἔφερε μαζί του εἰς τὴν Αἴγυπτον.

  8. 8

    Ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν ᾿Ισραὴλ τῶν εἰσελθόντων εἰς Αἴγυπτον ἅμα ᾿Ιακὼβ τῷ πατρὶ αὐτῶν. ᾿Ιακὼβ καὶ υἱοὶ αὐτοῦ· πρωτότοκος ᾿Ιακὼβ Ρουβήν.

    Αὐτὰ δὲ εἶναι τὰ ὀνόματα τῶν υἱῶν τοῦ Ἰσραήλ, ποὺ ἐμπῆκαν εἰς τὴν Αἴγυπτον μαζὶ μὲ τὸν Ἰακώβ, τὸν πατέρα των: Ὁ Ἰακὼβ καὶ οἰ υἱοί του· πρωτότοκος υἱὸς τοῦ Ἰακὼβ ἦταν ὁ Ρουβήν.

  9. 9

    υἱοὶ δὲ Ρουβήν· ᾿Ενὼχ καὶ Φαλλούς, ᾿Ασρὼν καὶ Χαρμί.

    Οἱ υἱοὶ δὲ τοῦ Ρουβὴν ἦσαν ὁ Ἐνὼχ καὶ ὁ Φαλλούς, ὁ Ἀσρὼν καὶ ὁ Χαρμί.

  10. 10

    υἱοὶ δὲ Συμεών· ᾿Ιεμουὴλ καὶ ᾿Ιαμεὶν καὶ ᾿Αὼδ καὶ ᾿Ιαχεὶν καὶ Σαὰρ καὶ Σαοὺλ υἱὸς τῆς Χανανίτιδος.

    Οἱ υἱοὶ δὲ τοῦ Συμεὼν ἦσαν ὁ Ἰεμουὴλ καὶ ὁ Ἰαμεὶν καὶ ὁ Ἀὼδ καὶ ὁ Ἰαχεὶν καὶ ὁ Σαὰρ καὶ ὁ Σαούλ, ὁ υἱὸς τῆς Χανανίτιδος.

  11. 11

    υἱοὶ δὲ Λευΐ· Γηρσών, Καὰθ καὶ Μεραρί.

    Οἱ υἱοὶ δὲ τοῦ Λευῒ ἦσαν ὁ Γηρσών, ὁ Καὰθ καὶ ὁ Μεραρί.

  12. 12

    υἱοὶ δὲ ᾿Ιούδα· ῍Ηρ καὶ Αὐνὰν καὶ Σηλὼμ καὶ Φαρὲς καὶ Ζαρά· ἀπέθανε δὲ ῍Ηρ καὶ Αὐνὰν ἐν γῇ Χαναάν· ἐγένοντο δὲ υἱοὶ Φαρές· ᾿Εσρὼν καὶ ᾿Ιεμουήλ.

    Οἱ υἱοὶ δὲ τοῦ Ἰούδα ἦσαν ὁ Ἢρ καὶ ὁ Αὐνὰν καὶ ὁ Σηλὼμ καὶ ὁ Φαρὲς καὶ ὁ Ζαρά· ἀλλὰ ὁ Ἢρ καὶ ὁ Αὐνὰν ἀπέθαναν εἰς τὴν χώραν τῆς Χαναάν. Καὶ ὁ Φαρὲς ἀπέκτησε δύο υἱούς, τὸν Ἐσρὼν καὶ τὸν Ἰεμουήλ.

  13. 13

    υἱοὶ δὲ ᾿Ισσάχαρ· Θωλὰ καὶ Φουὰ καὶ ᾿Ιασοὺβ καὶ Ζαμβράμ.

    Οἱ υἱοὶ δὲ τοῦ Ἰσσάχαρ ἦσαν ὁ Θωλὰ καὶ ὁ Φουὰ καὶ ὁ Ἰασοὺβ καὶ ὁ Ζαμβράμ.

  14. 14

    υἱοὶ δὲ Ζαβουλών· Σερὲδ καὶ ᾿Αλλὼν καὶ ᾿Αχοήλ.

    Οἱ υἱοὶ δὲ τοῦ Ζαβουλὼν ἦσαν ὁ Σερὲδ καὶ ὁ Ἀλλὼν καὶ ὁ Ἀχοήλ.

  15. 15

    οὗτοι υἱοὶ Λείας, οὓς ἔτεκε τῷ ᾿Ιακὼβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας, καὶ Δείναν τὴν θυγατέρα αὐτοῦ· πᾶσαι αἱ ψυχαί, υἱοὶ καὶ θυγατέρες, τριάκοντα τρεῖς.

    Αὐτοὶ ὅλοι ἦσαν οἱ υἱοὶ τῆς Λείας, τοὺς ὁποίους αὐτὴ ἐγέννησεν εἰς τὸν Ἰακὼβ εἰς τὴν Μεσοποταμίαν τῆς Συρίας· καθὼς ἐπίσης καὶ τὴν θυγατέρα του Δείναν. Ὅλες αὐτὲς οἱ ψυχές, δηλαδὴ ὅλοι οἱ ἀνωτέρω υἱοὶ καὶ θυγατέρες τοῦ Ἰακώβ, ἦσαν τριάντα τρεῖς.

  16. 16

    υἱοὶ δὲ Γάδ· Σαφὼν καὶ ᾿Αγγὶς καὶ Σαυνὶς καὶ Θασοβὰν καὶ ᾿Αηδεὶς καὶ ᾿Αροηδεὶς καὶ ᾿Αρεηλείς.

    Οἱ υἱοὶ δὲ τοῦ Γὰδ ἦσαν ὁ Σαφῶν καὶ ὁ Ἀγγὶς καὶ ὁ Σαυνὶς καὶ ὁ Θασοβὰν καὶ ὁ Ἀηδεὶς καὶ ὁ Ἀροηδεὶς καὶ ὁ Ἀρεηλείς.

  17. 17

    υἱοὶ δὲ ᾿Ασήρ· ᾿Ιεμνά, ᾿Ιεσσουὰ καὶ ᾿Ιεοὺλ καὶ Βαριὰ καὶ Σάρα ἀδελφὴ αὐτῶν. υἱοὶ δὲ Βαριά· Χοβόρ καὶ Μελχιίλ.

    Οἱ υἱοὶ δὲ τοῦ Ἀσὴρ ἦσαν ὁ Ἰεμνά, ὁ Ἰεσσουὰ καὶ ὁ Ἰεοὺλ καὶ ὁ Βαριὰ καὶ ἡ ἀδελφή των Σάρα. Οἱ υἱοὶ δὲ τοῦ Βαριὰ ἦσαν ὁ Χοβὸρ καὶ ὁ Μελχιίλ.

  18. 18

    οὗτοι υἱοὶ Ζελφᾶς, ἣν ἔδωκε Λάβαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκε τούτους τῷ ᾿Ιακὼβ δεκαὲξ ψυχάς.

    Αὐτοὶ ὅλοι ἦσαν υἱοὶ τῆς δούλης Ζελφᾶς, τὴν ὁποίαν ἔδωκεν ὁ Λάβαν εἱς τὴν θυγατέρα του Λείαν. Αὐτὴ ἐγέννησεν εἰς τὸν Ἰακὼβ τοὺς ἀνωτέρω δεκαέξι ἀπογόνους.

  19. 19

    υἱοὶ δὲ Ραχὴλ γυναικὸς ᾿Ιακώβ· ᾿Ιωσὴφ καὶ Βενιαμίν.

    Οἱ υἱοὶ δὲ τῆς Ραχήλ, τῆς γυναίκας τοῦ Ἰακώβ, ἦσαν ὁ Ἰωσὴφ καὶ ὁ Βενιαμίν.

  20. 20

    ἐγένοντο δὲ υἱοὶ ᾿Ιωσὴφ ἐν γῇ Αἰγύπτου, οὓς ἔτεκεν αὐτῷ ᾿Ασεννὲθ θυγάτηρ Πετεφρῆ ἱερέως ῾Ηλιουπόλεως, τὸν Μανασσῆ καὶ τὸν ᾿Εφραΐμ. ἐγένοντο δὲ υἱοὶ Μανασσῆ, οὓς ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ Σύρα, τὸν Μαχίρ· Μαχὶρ δὲ ἐγέννησε τὸν Γαλαάδ. υἱοὶ δὲ ᾿Εφραΐμ ἀδελφοῦ Μανασσῆ· Σουταλαὰμ καὶ Ταάμ. υἱοὶ δὲ Σουταλαάμ· ᾿Εδέμ.

    Οἱ δὲ υἱοὶ τοῦ Ἰωσήφ, ποὺ ἀπέκτησεν εἰς τὴν Αἴγυπτον καὶ τοὺς ὁποίους ἐγέννησεν εἰς αὐτὸν ἡ Ἀσεννέθ, ἡ κόρη τοῦ Πετεφρῆ, ἱερέως τῆς Ἡλιουπόλεως, ἦσαν ὁ Μανασσῆς καὶ ὁ Ἐφραίμ. Ἀπέκτησε δὲ ὁ Μανασσῆς υἱούς, τοὺς ὁποίους ἐγέννησεν εἰς αὐτὸν ἡ παλλακὴ ἀπὸ τὴν Συρίαν· ἕνας ἀπὸ αὐτοὺς ἦταν ὁ Μαχίρ. Ὁ Μαχὶρ δὲ ἐγέννησε τὸν Γαλαάδ. Οἱ υἱοὶ δὲ τοῦ Ἐφραίμ, ἀδελφοῦ τοῦ Μανασσῆ, ἦσαν ὁ Σουταλαὰμ καὶ ὁ Ταάμ· υἱοὶ δὲ τοῦ Σουταλαὰμ ἦσαν μόνον ἕνας· ὁ Ἐδέμ.

  21. 21

    υἱοὶ δὲ Βενιαμίν· Βαλὰ καὶ Χοβὼρ καὶ ᾿Ασβήλ· ἐγένοντο δὲ υἱοὶ Βαλά· Γηρὰ καὶ Νεομὰν καὶ ᾿Αγχὶς καὶ Ρὼς καὶ Μαμφὶμ καὶ ᾿Οφιμίν. Γηρὰ δὲ ἐγέννησε τὸν ᾿Αράδ.

    Οἱ δὲ υἱοὶ τοῦ Βενιαμὶν ἦσαν ὁ Βαλὰ καὶ ὁ Χοβὼρ καὶ ὁ Ἀσβήλ. Οἱ υἱοὶ δὲ τοῦ Βαλὰ ἦσαν ὁ Γηρὰ καὶ ὁ Νοεμὰν καὶ ὁ Ἀγχὶς καὶ ὁ Ρὼς καὶ ὁ Μαμφὶμ καὶ ὁ Ὀφιμίν. Ὁ Γηρὰ δὲ ἐγέννησε τὸν Ἀράδ.

  22. 22

    οὗτοι υἱοὶ Ραχήλ, οὓς ἔτεκε τῷ ᾿Ιακώβ· πᾶσαι αἱ ψυχαὶ δεκαοκτώ.

    Ὅλοι αὐτοὶ εἶναι ἀπόγονοι τῆς Ραχήλ, τοὺς ὁποίους ἐγέννησεν εἰς τὸν Ἰακώβ. Ὅλοι αὐτοὶ εἶναι δεκαοκτὼ ψυχές.

  23. 23

    υἱοὶ δὲ Δάν· ᾿Ασόμ.

    Οἱ υἱοὶ δὲ τοῦ Δὰν ἦσαν μόνον ἕνας· ὁ Ἀσόμ.

  24. 24

    καὶ υἱοὶ Νεφθαλείμ· ᾿Ασιὴλ καὶ Γωυνὶ καὶ ᾿Ισσάαρ καὶ Συλλήμ.

    Καὶ οἱ υἱοὶ τοῦ Νεφθαλεὶμ ἦσαν ὁ Ἀσιὴλ καὶ ὁ Γωυνὶ καὶ ὁ Ἰσσάαρ καὶ ὁ Συλλήμ.

  25. 25

    οὗτοι υἱοὶ Βαλᾶς, ἣν ἔδωκε Λάβαν Ραχὴλ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκε τούτους τῷ ᾿Ιακώβ· πᾶσαι αἱ ψυχαὶ ἑπτά.

    Ὅλοι αὐτοὶ ἦσαν υἱοὶ τῆς δούλης Βαλλάς, τὴν ὁποίαν ἔδωκεν ὁ Λάβαν εἰς τὴν κόρην του Ραχήλ. Ἡ δούλη Βαλλὰ ἐγέννησε τοὺς ἀνωτέρω υἱοὺς εἰς τὸν Ἰακώβ, οἱ ὁποῖοι εἶναι συνολικῶς ἑπτά.

  26. 26

    πᾶσαι δέ αἱ ψυχαὶ αἱ εἰσελθοῦσαι μετὰ ᾿Ιακὼβ εἰς Αἴγυπτον, οἱ ἐξελθόντες ἐκ τῶν μηρῶν αὐτοῦ, χωρὶς τῶν γυναικῶν υἱῶν ᾿Ιακώβ, πᾶσαι ψυχαὶ ἑξηκονταέξ.

    Ὅλοι δέ οἰ ἄνδρες, οἱ ὁποῖοι ἦλθαν εἰς τὴν Αἴγυπτον μαζί μὲ τὸν Ἰακώβ, οἱ ἀπόγονοι ποὺ προῆλθαν κατ’ εὐθεῖαν ἀπὸ αὐτόν, χωρὶς νὰ περιλαμβάνωνται εἰς αὐτούς οἰ γυναῖκες τῶν υἱῶν του (ποὺ ἦσαν νύμφες καὶ ὄχι ἀπόγονοί του), ἦσαν ἑξῆντα ἕξι.

  27. 27

    υἱοὶ δὲ ᾿Ιωσὴφ οἱ γενόμενοι αὐτῷ ἐν γῇ Αἰγύπτῳ ψυχαὶ ἐννέα. πᾶσαι ψυχαὶ οἴκου ᾿Ιακὼβ αἱ εἰσελθοῦσαι μετὰ ᾿Ιακὼβ εἰς Αἴγυπτον ψυχαὶ ἑβδομηκονταπέντε.

    Οἱ δὲ υἱοὶ καὶ οἰ ἔγγονοι τοῦ Ἰωσήφ, οἱ ὁποῖοι ἐγεννήθησαν ἀπὸ αὐτὸν εἰς τὴν Αἴγυπτον, ἀνήρχοντο εἰς ἐννέα· ὅλα τὰ πρόσωπα τῆς οἰκογενείας τοῦ Ἰακώβ, ποὺ ἐμπῆκαν μαζὶ μὲ τὸν Ἰακὼβ εἰς τὴν Αἴγυπτον, ἦσαν ἑβδομῆντα πέντε.

  28. 28

    Τὸν δὲ ᾿Ιούδαν ἀπέστειλεν ἔμπροσθεν αὐτοῦ πρὸς ᾿Ιωσὴφ συναντῆσαι αὐτῷ καθ᾿ ῾Ηρώων πόλιν, εἰς γῆν Ραμεσσῆ.

    Ὅταν ὁ Ἰακὼβ ἐμπῆκε εἰς τὰ ὅρια τῆς Αἰγύπτου, ἀπέστειλε πρὶν ἀπὸ αὐτὸν τὸν Ἰούδαν πρὸς τὸν Ἰωσήφ, διὰ νὰ ἔλθῃ νὰ τὸν συναντήσῃ εἰς τὴν πόλιν τῶν Ἡρώων, εἰς τὴν χώραν Ραμεσσῆ, δηλαδὴ τὴν Γεσέμ.

  29. 29

    ζεύξας δὲ ᾿Ιωσὴφ τὰ ἅρματα αὐτοῦ ἀνέβη εἰς συνάντησιν ᾿Ισραὴλ τῷ πατρὶ αὐτοῦ καθ᾿ ῾Ηρώων πόλιν καὶ ὀφθεὶς αὐτῷ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσε κλαυθμῷ πίονι.

    Μόλις ὁ Ἰωσὴφ ἐπληροφορήθη τὸ γεγονός, διέταξε νὰ ζεύξουν τὰ ἅρματά του καὶ ἔσπευσε νὰ συναντήσῃ τὸν πατέρα του Ἰσραὴλ εἰς τὴν πόλιν τῶν Ἡρώων· μόλις δὲ τὸν συνήντησεν, ἔπεσεν εἰς τὸν τράχηλόν του καὶ ἔκλαυσεν ἐπὶ ἀρκετὴν ὥραν μὲ ἀσταμάτητα δάκρυα· μὲ κλαυθμὸν μεγάλον καὶ δυνατόν.

  30. 30

    καὶ εἶπεν ᾿Ισραὴλ πρὸς ᾿Ιωσήφ· ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν, ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου· ἔτι γὰρ σὺ ζῇς.

    Τότε ὁ Ἰσραὴλ εἶπε πρὸς τὸν Ἰωσήφ: «Ποίαν ἄλλην μεγαλυτέραν εὐχαρίστησιν περιμένω τώρα; Τώρα εἶμαι ἕτοιμος νὰ ἀποθάνω, ἀφοῦ σὲ εἶδα· διότι σὺ εἶσαι ἀκόμη ζωντανός. Ἂς ἀποθάνω τώρα, διὰ νὰ φύγω εὐχαριστημένος».

  31. 31

    εἶπε δὲ ᾿Ιωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ· ἀναβὰς ἀπαγγελῶ τῷ Φαραὼ καὶ ἐρῶ αὐτῷ· οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου, οἳ ἦσαν ἐν γῇ Χαναάν, ἥκασι πρός με·

    Κατόπιν ὁ Ἰωσὴφ εἶπε πρὸς τοὺς ἀδελφούς του: «Πρέπει νὰ ἀνέβω διὰ νὰ ἀναγγείλω εἰς τὸν Φαραὼ τὸ γεγονὸς καὶ νὰ τοῦ εἰπῶ· «οἱ ἀδελφοί μου καὶ ὅλη ἡ οἰκογένεια τοῦ πατέρα μου, ποὺ ἦσαν εἰς τὴν Χαναάν, ἔχουν φθάσει κοντά μου».

  32. 32

    οἱ δὲ ἄνδρες εἰσὶ ποιμένες· ἄνδρες γὰρ κτηνοτρόφοι ἦσαν· καὶ τὰ κτήνη καὶ τοὺς βόας καὶ πάντα τὰ αὐτῶν ἀγηόχασιν.

    Θὰ τοῦ εἰπῶ· «οἱ ἄνθρωποι αὐτοὶ εἶναι βοσκοί· διότι ἦσαν ἀνέκαθεν κτηνοτρόφοι· καὶ ἔφεραν μαζί των τὰ ζῶα καὶ τὰ βόδια καὶ ὅλα, ὅσα εἶχαν (τὴν κινητὴν περιουσίαν των)».

  33. 33

    ἐὰν οὖν καλέσῃ ὑμᾶς Φαραὼ καὶ εἴπῃ ὑμῖν· τί τὸ ἔργον ὑμῶν ἐστίν;

    Ἐὰν λοιπὸν σᾶς καλέσῃ ὁ Φαραὼ καὶ σᾶς ἐρωτήσῃ «ποία εἶναι ἡ ἐργασία σας;»,

  34. 34

    ἐρεῖτε· ἄνδρες κτηνοτρόφοι ἐσμὲν οἱ παῖδές σου ἐκ παιδὸς ἕως τοῦ νῦν, καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν, ἵνα κατοικήσητε ἐν γῇ Γεσὲμ ᾿Αραβίας· βδέλυγμα γάρ ἐστιν Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων.

    σεῖς νὰ τοῦ ἀπαντήσετε· «οἱ δοῦλοι σου εἴμεθα ἐξ ἀρχῆς, ἀπὸ παιδικῆς ἡλικίας μέχρι τώρα κτηνοτρόφοι καὶ ἐμεῖς καὶ οἰ πατέρες μας». Νὰ τοῦ δώσετε αὐτὴν τὴν ἀπάντησιν, διὰ νὰ σᾶς ἐπιτρέψῃ νὰ κατοικήσετε εἰς τὴν χώραν Γεσὲμ τῆς Ἀραβίας, ποὺ εὑρίσκεται εἰς τὰ σύνορα, μακρυὰ ἀπὸ τὸ κέντρον τῆς Αἰγύπτου. Διότι εἶναι πρᾶγμα μισητὸν καὶ ἀπεχθὲς εἰς τοὺς Αἰγυπτίους τὸ νὰ εἶναι κανεὶς βοσκὸς προβάτων».