Γένεσις, κεφάλαιο 35
- 1
ΕΙΠΕ δὲ ὁ Θεὸς πρὸς ᾿Ιακώβ· ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ καὶ οἴκει ἐκεῖ καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ὀφθέντι σοι ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου ῾Ησαῦ τοῦ ἀδελφοῦ σου.
Καὶ ὁ Θεὸς εἶπε πρὸς τὸν Ἰακώβ: «Ἐπειδὴ ἐφοβήθης αὐτοὺς ποὺ κατοικοῦν ἐδῶ μήπως σὲ ἐκδικηθοῦν, σήκω ἀμέσως καὶ πήγαινε εἰς τὴν Βαιθὴλ καὶ μεῖνε ἐκεῖ καὶ κτίσε θυσιαστήριον πρὸς τιμὴν καὶ λατρείαν τοῦ Θεοῦ, ὁ ὁποῖος σοῦ παρουσιάσθη ἐκεῖ ὅταν ἔφευγες κρυφὰ καὶ φοβισμένος ἀπὸ τὴν Χαναὰν εἰς τὴν Χαρράν, διὰ νὰ γλυτώσῃς ἀπὸ τὴν ἀπειλὴν τοῦ ἀδελφοῦ σου Ἡσαῦ».
- 2
εἶπε δὲ ᾿Ιακὼβ τῷ οἴκῳ αὐτοῦ καὶ πᾶσι τοῖς μετ᾿ αὐτοῦ· ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς μεθ᾿ ὑμῶν ἐκ μέσου ὑμῶν καὶ καθαρίσθητε καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν,
Κατόπιν τῆς ἐντολῆς αὐτῆς τοῦ Θεοῦ ὁ Ἰακὼβ εἶπεν εἰς τὴν οἰκογένειάν του καὶ εἰς ὅλους, ὅσοι ἦσαν μαζί του: «Σηκώσατε καὶ ἀπομακρύνετε τὰ μικρὰ ἀγάλματα τῶν ξένων εἰδωλολατρικῶν θεῶν, ποὺ ἔχετε μαζί σας· πλυθῆτε, ἀγνισθῆτε, ἀλλάξετε τὰ ροῦχα σας καὶ φορέσετε ἄλλα καθαρά, διότι πρόκειται νὰ εὐχαριστήσωμεν τὸν ἀληθινὸν Θεόν.
- 3
καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθὴλ καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ἐπακούσαντί μου ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ᾿ ἐμοῦ καὶ διέσωσέ με ἐν τῇ ὁδῷ, ᾗ ἐπορεύθην.
Κατόπιν, ἀφοῦ σηκωθῶμεν, ἂς προχωρήσωμεν πρὸς τὸν ἱερὸν τόπον τῆς Βαιθὴλ καὶ ἂς κτίσωμεν ἐκεῖ θυσιαστήριον, τὸ ὁποῖον νὰ ἀφιερώσωμεν εἰς τὸν μόνον ἀληθινὸν Θεόν, ποὺ ἄκουσε τὶς προσευχές μου καὶ μὲ ἐβοήθησε κατὰ τὴν περίοδον τῶν δοκιμασιῶν καὶ τῶν θλίψεών μου· εἰς τὸν μόνον ἀληθινὸν Θεόν, ὁ ὁποῖος ἦταν πάντοτε μαζί μου καὶ μὲ ἐπροφύλαξε, ὅπου καὶ ἂν ἐπῆγα καὶ ὅ,τι καὶ ἂν ἔκαμα».
- 4
καὶ ἔδωκαν τῷ ᾿Ιακὼβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ κατέκρυψεν αὐτὰ ᾿Ιακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σικίμοις καὶ ἀπώλεσαν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας.
Τότε τὰ μέλη τῆς οἰκογενείας του καὶ ὅλοι, ὅσοι ἦσαν μαζί του, παρέδωκαν εἰς τὸν Ἰακὼβ τὰ μικρὰ ἀγάλματα τῶν ξένων εἰδωλολατρικῶν θεῶν, ποὺ εἶχαν εἰς τὴν κατοχήν των, ὅπως ἐπίσης καὶ τὰ σκουλαρίκια, ποὺ ἐφοροῦσαν εἰς τὰ αὐτιά των, διότι καὶ αὐτὰ ἦσαν σύμβολα τῶν εἰδώλων. Καὶ ὁ Ἰακὼβ τὰ ἐπῆρε καὶ τὰ ἔθαψε βαθειὰ εἰς τὴν γῆν εἰς μέρος ἄγνωστον, κάτω ἀπὸ μίαν τερέβινθον (ἡ δρῦν), ποὺ ὑπῆρχε κοντὰ εἰς τὴν Συχὲμ (=τὰ Σίκιμα) καὶ ἔτσι ἑξαφάνισε τὰ εἴδωλα ἐκεῖνα μέχρι τῆς ἡμέρας αὐτῆς, ποὺ γράφονται οἱ γραμμὲς αὐτές. Μὲ τὸν τρόπον αὐτὸν κανεὶς ἄλλος δεν θὰ ἐβλάπτετο ἀπὸ αὐτά.
- 5
καὶ ἐξῇρεν ᾿Ισραὴλ ἐκ Σικίμων, καὶ ἐγένετο φόβος Θεοῦ ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν, καὶ οὐ κατεδίωξαν ὀπίσω τῶν υἱῶν ᾿Ισραήλ.
Ὁ Ἰσραήλ, ἀφοῦ ἔκαμεν ὅλα αὐτά, ἐξεκίνησεν ἀπὸ τὴν Συχέμ (=τὰ Σίκιμα) καὶ ἐπροχώρησε μὲ κατεύθυνσιν πρὸς τὴν Βαιθήλ. Τότε ὅμως, χάρις εἰς τὴν θείαν προστασίαν καὶ πρόνοιαν, μεγάλος καὶ ὑπερφυσικὸς πανικὸς ἐκυρίευσε τοὺς ἀνθρώπους τῶν πόλεων, ποὺ ἐγειτόνευαν μὲ τὴν Συχέμ. Ἔτσι οἱ κάτοικοί των δὲν ἐτόλμησαν νὰ καταδιώξουν τὸν Ἰακὼβ καὶ τὴν οἰκογένειάν του.
- 6
ἦλθε δὲ ᾿Ιακὼβ εἰς Λουζά, ἥ ἐστιν ἐν γῇ Χαναάν, ἥ ἐστι Βαιθήλ, αὐτὸς καὶ πᾶς ὁ λαός, ὃς ἦν μετ᾿ αὐτοῦ.
Ὁ Ἰακὼβ μὲ τὴν οἰκογένειαν καὶ ὅλην τὴν ἀκολουθίαν του ἔφθασε σῶος καὶ ἀβλαβὴς εἰς τὴν πόλιν Λουζά, ποὺ εὑρίσκεται εἰς τὴν Χαναάν, καὶ ἡ ὁποία εἶναι αὐτὴ ἡ Βαιθήλ.
- 7
καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Βαιθήλ. ἐκεῖ γὰρ ἐφάνη αὐτῷ ὁ Θεὸς ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου ῾Ησαῦ τοῦ ἀδελφοῦ αὐτοῦ.
Ἐκεῖ ἔκτισε θυσιαστήριον εἰς δόξαν καὶ λατρείαν τοῦ ἀληθινοῦ Θεοῦ· καὶ ὠνόμασε τὸν τόπον ἐκεῖνον Βαιθήλ. Διότι ἐκεῖ ἐφανερώθη εἰς αὐτὸν ὁ Θεός, ὅταν ἔφευγε κρυφὰ καὶ φοβισμένος ἀπὸ τὴν Χαναὰν εἰς τὴν Χαρράν, διὰ νὰ γλυτώσῃ ἀπὸ τὴν ἀπειλὴν τοῦ ἀδελφοῦ του Ἡσαῦ.
- 8
ἀπέθανε δὲ Δεβῶρα ἡ τροφὸς Ρεβέκκας καὶ ἐτάφη κατώτερον Βαιθὴλ ὑπὸ τὴν βάλανον, καὶ ἐκάλεσεν ᾿Ιακὼβ τὸ ὄνομα αὐτῆς Βάλανος πένθους.
Τότε ἀπέθανε καὶ ἡ γερόντισσα Δεβώρα, ἡ παραμάννα τῆς Ρεβέκκας, καὶ ἐτάφη κάτω ἀπὸ τὴν βελανιδιάν, εἰς τὰ νότια τῆς Βαιθήλ. Ἀπὸ τὸ γεγονὸς αὐτο ὁ Ἰακὼβ ὠνόμασε τὴν βελανιδιὰν ἐκείνην «Βελανιδιὰν πένθους».
- 9
῎Ωφθη δὲ ὁ Θεὸς τῷ ᾿Ιακὼβ ἔτι ἐν Λουζᾷ, ὅτε παρεγένετο ἐκ Μεσοποταμίας τῆς Συρίας, καὶ εὐλόγησεν αὐτὸν ὁ Θεός.
Ὅταν ὁ Ἰακὼβ ἐπέστρεψεν ἀπὸ τὴν Μεσοποταμίαν τῆς Συρίας καὶ ἐνῷ εὑρίσκετο ἄκομη εἰς τὴν Λουζάν, ὁ Θεὸς ἐφανερώθη πάλιν εἰς αὐτὸν (ὅπως εἶχε φανερωθῆ καὶ προηγουμένως εἰς τὸν ἴδιον τόπον, ὅταν ἐπήγαινεν εἰς Μεσοποταμίαν) καὶ τὸν εὐλόγησε.
- 10
καὶ εἶπεν αὐτῷ ὁ Θεός· τὸ ὄνομά σου οὐ κληθήσεται ἔτι ᾿Ιακώβ, ἀλλ᾿ ᾿Ισραὴλ ἔσται τὸ ὄνομά σου. καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ισραήλ.
Καὶ μολονότι τοῦ εἶχε δώσει προηγουμένως τὴν ὀνομασίαν Ἰσραήλ, τὸν ἐβεβαίωσε πάλιν: «Τὸ ὄνομά σου δεν θὰ εἶναι πλέον Ἰακώβ· ἀπὸ τώρα καὶ εἰς τὸ ἑξῆς θὰ ὀνομαζεσαι Ἰσραήλ». Ἔτσι ὁ Θεὸς ὠνόμασε τὸν Ἰακὼβ Ἰσραήλ.
- 11
εἶπε δὲ αὐτῷ ὁ Θεός· ἐγὼ ὁ Θεός σου· αὐξάνου καὶ πληθύνου· ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἔσονται ἐκ σοῦ, καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται.
Καὶ ἐπειδὴ ὁ Ἰακὼβ ἦταν ἀκόμη φοβισμένος, διότι ἦταν ὀλιγάριθμος ἐν συγκρίσει πρὸς τοὺς ἐχθρούς του, ὁ Θεὸς τοῦ εἶπεν: «Ἐγὼ εἶμαι ὁ παντοδύναμος Θεός σου· να αὐξάνεσαι, νὰ πολλαπλασιάζεσαι καὶ νὰ πληθύνεσαι. Οἱ ἀπόγονοί σου θὰ γίνουν τόσον πολλοὶ καὶ ἔνδοξοι, ὥστε ἀπὸ σὲ θὰ προέλθουν ἔθνη καὶ ὁμάδες ἐθνῶν καὶ ἀπὸ σὲ θὰ γεννηθοῦν βασιλεῖς.
- 12
καὶ τὴν γῆν, ἣν ἔδωκα ῾Αβραὰμ καὶ ᾿Ισαάκ, σοὶ δέδωκα αὐτήν· σοὶ ἔσται, καὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τὴν γῆν ταύτην.
Εἰς σὲ ἔχω δώσει ὡς κληρονομίαν τὴν γῆν, τὴν ὁποίαν ἔδωκα εἰς τὸν πάππον σου τὸν Ἀβραὰμ καὶ τὸν πατέρα σου τὸν Ἰσαάκ· εἰς σὲ ἂς ἀνήκῃ ἡ χώρα αὐτή, εἰς σὲ καὶ τοὺς ἀπογόνους, οἱ ὁποῖοι θὰ προέλθουν ἀπὸ σέ».
- 13
ἀνέβη δὲ ὁ Θεὸς ἀπ᾿ αὐτοῦ ἐκ τοῦ τόπου, οὗ ἐλάλησε μετ᾿ αὐτοῦ.
Μετὰ τὴν ἐμφάνισιν αὐτὴν καὶ τὶς ὑποσχέσεις ὁ Θεὸς ἀπεμακρύνθη ἀπὸ τὸν τόπον, εἰς τὸν ὁποῖον τοῦ ἐμίλησε.
- 14
καὶ ἔστησεν ᾿Ιακὼβ στήλην ἐν τῷ τόπῳ, ᾧ ἐλάλησε μετ᾿ αὐτοῦ ὁ Θεός, στήλην λιθίνην, καὶ ἔσπεισεν ἐπ᾿ αὐτὴν σπονδὴν καὶ ἐπέχεεν ἐπ᾿ αὐτὴν ἔλαιον.
Καὶ ὁ Ἰακὼβ εἰς παντοτινὴν καὶ εὐλαβικὴν ἀνάμνησιν τῆς θείας ἐμφανίσεως ἔστησεν εἰς τὸν τόπον ἐκεῖνον στήλην ἀναμνηστικήν· στήλην πέτρινην, τὴν ὁποίαν διὰ νὰ γίνῃ ἱερὰ τὴν καθιέρωσεν εἰς τὸν Θεόν, ἀφοῦ ἔκαμε σπονδὴν οἴνου καὶ ἔχυσεν ἐπάνω της ὡς θυσίαν λάδι.
- 15
καὶ ἐκάλεσεν ᾿Ιακὼβ τὸ ὄνομα τοῦ τόπου, ἐν ᾧ ἐλάλησε μετ᾿ αὐτοῦ ἐκεῖ ὁ Θεός, Βαιθήλ.
Καὶ ὁ Ἰακώβ, διὰ νὰ κάμῃ ἀλησμόνητον τὴν ὑπενθύμισιν τῶν μεγάλων αὐτῶν γεγονότων, ὠνόμασε τὸν ἱερὸν ἐκεῖνον τόπον, εἰς τὸν ὁποῖον τοῦ ἐφανερώθη καὶ τοῦ ἐμίλησεν ὁ Θεός, «Βαιθήλ», ποὺ σημαίνει «οἶκος Θεοῦ».
- 16
᾿Απάρας δὲ ᾿Ιακὼβ ἐκ Βαιθήλ, ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἐπέκεινα τοῦ πύργου Γαδέρ. ἐγένετο δὲ ἡνίκα ἤγγισεν εἰς Χαβραθὰ τοῦ ἐλθεῖν εἰς τὴν ᾿Εφραθᾶ, ἔτεκε Ραχὴλ καὶ ἐδυστόκησεν ἐν τῷ τοκετῷ.
ἀνεχώρησαν ἀπὸ τὴν Βαιθὴλ καὶ ἦλθαν καὶ ἔστησαν τὶς σκηνές των πέραν (εἰς τὴν ἄλλην πλευράν) τοῦ πύργου Γαδέρ. Καθὼς δὲ ὁ Ἰακὼβ ἐπλησίαζεν εἰς Χαβραθὰ καὶ εὑρίσκετο ἀκόμη εἰς κάποιοιν ἀπόστασιν ἀπὸ τὴν Ἐφραθᾶ, ἡ γυναῖκα του ἡ Ραχὴλ ἐγέννησε· καὶ εἰς τὴν γένναν της ἐπάνω ἐδυσκολεύθη καὶ ἐταλαιπωρήθη πολύ.
- 17
ἐγένετο δὲ ἐν τῷ σκληρῶς αὐτὴν τίκτειν, εἶπεν αὐτῇ ἡ μαῖα· θάρσει, καὶ γὰρ οὗτός σοί ἐστιν υἱός.
Ἐνῷ δὲ ὑπέφερε πολὺ τὴν ὥραν τοῦ τοκετοῦ καὶ οἱ πόνοι της ἦσαν πολὺ δυνατοί, ἡ μαῖα, διὰ νὰ τὴν ἐνισχύσῃ, τῆς εἶπε: «Μὴ φοβῆσαι, Ραχήλ, μὴ ἀγωνιᾷς, ἔχε θάρρος· διότι καὶ τὸ παιδὶ αὐτό, ποὺ θὰ γεννηθῇ, εἶναι ἀγόρι καὶ ὅχι κορίτσι».
- 18
ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχήν, ἀπέθνησκε γάρ, ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Υἱὸς ὀδύνης μου· ὁ δὲ πατὴρ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Βενιαμίν.
Καθὼς δὲ ἡ Ραχὴλ ἐψυχορραγοῦσε καὶ ἄφηνε τὴν τελευταίαν της πνοήν — διότι ἀπέθνησκεν ἤδη — ἔδωσεν εἰς τὸ νεογέννητον βρέφος της τὸ ὄνομα Βενονί (Μπενονί), ποὺ σημαίνει «ὁ υἱὸς τῆς ὀδύνης μου». Ὁ πατέρας του ὅμως, ὁ Ἰακώβ, ἄλλαξε ἀμέσως τὸ ὄνομα τοῦ υἱοῦ του καὶ τὸν ὠνόμασε Βενιαμίν, ποὺ σημαίνει υἱὸς τῆς δεξιᾶς μου» (τὸ παιδὶ ποὺ τὸ ἔχω εἰς τὸ δεξί μου χέρι).
- 19
ἀπέθανε δὲ Ραχὴλ καὶ ἐτάφη ἐν τῇ ὁδῷ τοῦ ἱπποδρόμου ᾿Εφραθᾶ (αὕτη ἐστὶ Βηθλεέμ).
Ἀπέθανε δὲ ἡ Ραχὴλ καὶ ἐτάφη κοντὰ εἰς τὸν πλατὺν δρόμον, εἰς τὸν ὁποῖον ἠμποροῦν νὰ τρέχουν ἵπποι, καὶ ὁ ὁποῖος ὁδηγε·ῖ πρὸς τὴν Ἐφραθᾶ· ἡ πόλις αὐτὴ σήμερα ὀνομάζεται Βηθλεέμ.
- 20
καὶ ἔστησεν ᾿Ιακὼβ στήλην ἐπὶ τοῦ μνημείου αὐτῆς· αὕτη ἐστὶν ἡ στήλη ἐπὶ τοῦ μνημείου Ραχὴλ ἕως τῆς ἡμέρας ταύτης.
Καὶ ὁ Ἰακὼβ ἔστησεν ἐπάνω εἰς τὸν τάφον της πέτρινην ἀναμνηστικὴν στήλην· αὐτὴ εἶναι ἡ ἀναμνηστικὴ στήλη, ἡ ὁποία ὑπάρχει καὶ δείχνει μέχρι σήμερα, ποὺ γράφονται αὐτά, τὸν τάφον τῆς Ραχήλ.
- 21
ἐγένετο δέ ἡνίκα κατῴκησεν ᾿Ισραὴλ ἐν τῇ γῇ ἐκείνῃ, ἐπορεύθη Ρουβὴν καὶ ἐκοιμήθη μετὰ Βαλλᾶς τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ ᾿Ιακώβ· καὶ ἤκουσεν ᾿Ισραήλ, καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτοῦ.
Ὅταν ὁ Ἰσραήλ, μετὰ τὸν θάνατον τῆς Ραχήλ, ἔστησε τὶς σκηνές του καὶ ἐγκατεστάθη εἰς τὴν περιοχὴν ἐκείνην, ποὺ εὑρίσκετο εἰς κάποιαν ἀπόστασιν ἀπὸ τὴν Βηθλεέμ, ὁ υἱός του Ρουβὴν ἐκοιμήθη μὲ τὴν δοὺλην Βαλλάν, τὴν παλλακὴν τοῦ πατέρα του Ἰακώβ. Ὁ Ἰσραὴλ ἐπληροφορήθη τὴν πονηρὴ αὐτὴν πρᾶξιν τοῦ υἱοῦ του Ρουβήν, καὶ ὅπως ἦταν φυσικὸν ἐλυπήθη πολύ, διότι ἡ πρᾶξις ἐκείνη τοῦ ἐφάνη κατ' ἐξοχὴν παράνομος, κακὴ καὶ προσβλητική.
- 22
῏Ησαν δὲ οἱ υἱοὶ ᾿Ιακὼβ δώδεκα.
Οἱ υἱοὶ δὲ τοῦ Ἰακὼβ ἦσαν δώδεκα.
- 23
υἱοὶ Λείας· πρωτότοκος ᾿Ιακὼβ Ρουβήν, Συμεών, Λευί, ᾿Ιούδας, ᾿Ισσάχαρ, Ζαβουλών.
Οἱ υἱοί, ποὺ ἀπέκτησεν ἀπὸ τὴν Λείαν, ἦσαν ὁ Ρουβήν, ὁ πρωτότοκος υἱὸς τοῦ Ἰακώβ, κατόπιν ὁ Συμεών, ὁ Λευΐ, ὁ Ἰούδας, ὁ Ἰσσάχαρ καὶ ὁ Ζαβουλών.
- 24
υἱοὶ δὲ Ραχήλ· ᾿Ιωσὴφ καὶ Βενιαμίν.
Οἱ υἱοί, ποὺ ἀπέκτησεν ἀπὸ τὴν Ραχήλ, ἦσαν ὁ Ἰωσὴφ καὶ ὁ Βενιαμίν.
- 25
υἱοὶ δὲ Βαλλᾶς παιδίσκης Ραχήλ· Δὰν καὶ Νεφθαλείμ.
Οἱ υἱοί, ποὺ ἀπέκτησεν ἀπὸ τὴν Βαλλάν, τὴν δοὺλη τῆς Ραχήλ, ἦσαν ὁ Δὰν καὶ ὁ Νεφθαλείμ.
- 26
υἱοὶ δὲ Ζελφᾶς παιδίσκης Λείας· Γὰδ καὶ ᾿Ασήρ. οὗτοι υἱοὶ ᾿Ιακώβ, οἳ ἐγένοντο αὐτῷ ἐν Μεσοποταμίᾳ τῆς Συρίας.
Οἱ δὲ υἱοί, ποὺ ἀπέκτησεν ἀπὸ τὴν Ζελφάν, τὴν δούλην τῆς Λείας, ἦσαν ὁ Γὰδ καὶ ὁ Ἀσήρ. Αὐτοὶ εἶναι οἰ δώδεκα υἱοὶ τοῦ Ἰακώβ, οἱ ὁποῖοι ἐγεννήθησαν εἰς αὐτὸν εἰς τὴν Μεσοποταμίαν τῆς Συρίας.
- 27
῏Ηλθε δὲ ᾿Ιακὼβ πρὸς ᾿Ισαὰκ τὸν πατέρα αὐτοῦ εἰς Μαμβρῆ, εἰς πόλιν τοῦ πεδίου (αὕτη ἐστὶ Χεβρών) ἐν γῇ Χαναάν, οὗ παρῴκησεν ῾Αβραὰμ καὶ ᾿Ισαάκ.
Ὁ Ἰακὼβ δὲ ἐπροχώρησεν ἀπὸ τὴν Βηθλεὲμ καὶ ἔφθασεν εἰς τὸν πατέρα του Ἰσαάκ, ὁ ὁποῖος κατοικοῦσεν εἰς τὴν τοποθεσίαν «δρῦς τοῦ Μαμβρῆ», ποὺ εὑρίσκετο κοντὰ εἰς τὴν πεδινὴν πόλιν Χεβρών, εἰς τὴν χώραν Χαναάν, ἐκεῖ ὅπου εἶχαν ἐγκατασταθῆ τφοσωρινῶς καὶ ἔζησαν ὁ Ἀβραὰμ καὶ ὁ Ἰσαάκ.
- 28
ἐγένοντο δὲ αἱ ἡμέραι ᾿Ισαάκ, ἃς ἔζησεν, ἔτη ἑκατὸν ὀγδοήκοντα,
Ὁ Ἰσαὰκ ἔζησε συνολικῶς ἑκατὸν ὄγδοντα ἔτη,
- 29
καὶ ἐκλείπων ᾿Ισαὰκ ἀπέθανε καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ πρεσβύτερος καὶ πλήρης ἡμερῶν, καὶ ἔθαψαν αὐτὸν ῾Ησαῦ καὶ ᾿Ιακὼβ οἱ υἱοὶ αὐτοῦ.
καὶ ὅταν ἑξαντλήθηκαν οἱ δυνάμεις του, ἀπέθανε καὶ προσετέθη εἰς τοὺς προπάτορές του, οἱ ὁποῖοι εἶχαν φύγει ἀπὸ τὸν παρόντα κόσμον, πρὶν ἀπὸ αὐτόν· ὁ Ἰσαὰκ ἀπέθανεν, ἀφοῦ ἔφθασεν εἰς ὥριμον καὶ βαθὺ γῆρας. Καὶ τὰ δύο παιδιά του, ὁ Ἡσαῦ καὶ ὁ Ἰακώβ, μονοιασμένοι καὶ ἀγαπημένοι πλέον, τὸν ἔθαψαν.
