Γένεσις, κεφάλαιο 25
- 1
ΠΡΟΣΘΕΜΕΝΟΣ δὲ ῾Αβραὰμ ἔλαβε γυναῖκα, ἧ ὄνομα Χεττούρα.
Κατόπιν ὁ Ἀβραὰμ ἐπῆρε πάλιν ὡς σύζυγον καὶ ἂλλην γυναῖκα, τὸ ὅνομα τῆς ὁποίας ἦταν Χεττούρα.
- 2
ἔτεκε δὲ αὐτῷ τὸν Ζομβρᾶν καὶ τὸν ᾿Ιεζὰν καὶ τὸν Μαδὰλ καὶ τὸν Μαδιὰμ καὶ τὸν ᾿Ιεσβὼκ καὶ τὸν Σωκέ.
Ἡ Χεττούρα ἐγέννησεν εἰς τὸν Ἀβραὰμ τὸν Ζομβρᾶν καὶ τὸν Ἰεζὰν καὶ τὸν Μαδὰλ καὶ τὸν Μαδιὰμ καὶ τὸν Ἰεσβὼκ καὶ τὸν Σωκέ.
- 3
Ιεζὰν δὲ ἐγέννησε καὶ τὸν Θαιμὰν τὸν Σαβὰ καὶ τὸν Δεδάν· υἱοὶ δὲ Δεδὰν ἐγένοντο Ραγουὴλ καὶ Ναβδεὴλ καὶ ᾿Ασσουριεὶμ καὶ Λατουσιεὶμ καὶ Λαωμείμ.
Ὁ Ἰεζὰν δὲ ἐγέννησε καὶ τὸν Θαιμάν, τὸν Σαβὰ καὶ τὸν Δεδάν· τὰ παιδιὰ δὲ τοῦ Δεδὰν ἦσαν ὁ Ραγουὴλ καὶ ὁ Ναβδεὴλ καὶ ὁ Ἀσσουριεὶμ καὶ ὁ Λατουσιεὶμ καὶ ὁ Λαωμείμ.
- 4
υἱοὶ δὲ Μαδιὰμ Γεφὰρ καὶ ᾿Αφεὶρ καὶ ᾿Ενὼχ καὶ ᾿Αβειρὰ καὶ ᾿Ελδαγά. πάντες οὗτοι ἦσαν υἱοὶ Χεττούρας.
Τὰ παιδιὰ δὲ τοῦ Μαδιὰμ ἦσαν ὁ Γεφὰρ καὶ ὁ Ἄφειρ καὶ ὁ Ἐνὼχ καὶ ὁ Ἀβειρὰ καὶ ὁ Ἐλδαγά. Ὅλοι αὐτοὶ ἦσαν παιδιὰ καὶ ἀπόγονοι τῆς Χεττούρας.
- 5
῎Εδωκε δὲ ῾Αβραὰμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ ᾿Ισαὰκ τῷ υἱῷ αὐτοῦ,
Καὶ ὁ Ἀβραὰμ ἔδωκε ὁλόκληρον τὴν περιουσίαν του εἰς τὸν Ἰσαάκ, τὸν υἱὸν τῆς ἐπαγγελίας,
- 6
καὶ τοῖς υἱοῖς τῶν παλλακῶν αὐτοῦ ἔδωκεν ῾Αβραὰμ δόματα καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ ᾿Ισαὰκ τοῦ υἱοῦ αὐτοῦ, ἔτι ζῶντος αὐτοῦ, πρὸς ἀνατολὰς εἰς γῆν ἀνατολῶν.
ἔνω εἰς τὰ παιδιὰ τῶν παλλακίδων του Ἄγαρ καὶ Χεττούρας ἔδωκε δῶρα καί, ἐνῷ ἀκόμη ἐζοῦσε, ἐξαπέστειλε τὰ παιδιὰ αὐτὰ μακρυὰ ἀπὸ τὸν υἱὸν του Ἰσαάκ, πρὸς τὰ ἀνατολικὰ τῆς Παλαιστίνης, εἰς περιοχὲς τῆς Ἀνατολῆς, δηλαδὴ τὴν Ἀραβίαν.
- 7
ταῦτα δὲ τὰ ἔτη ἡμερῶν τῆς ζωῆς ῾Αβραὰμ ὅσα ἔζησεν, ἑκατὸν ἑβδομηκονταπέντε ἔτη.
Ὅλα δὲ τὰ ἔτη τῶν ἡμερῶν τῆς ζωῆς τοῦ Ἀβραὰμ ἦσαν συνολικῶς ἑκατὸν ἑβδομῆντα πέντε.
- 8
καὶ ἐκλείπων ἀπέθανεν ῾Αβραὰμ ἐν γήρᾳ καλῷ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.
Καὶ ὅταν ὠλιγόστευσαν καὶ κατέπεσαν οἱ σωματικές του δυνάμεις, ὁ Ἀβραὰμ ἀπέθανεν εἰς εὐλογημένην καὶ προχωρημένην ἡλικίαν, ἀφοῦ ἔζησε ζωὴν μακρὰν καὶ γεμάτην ἀπὸ πολλὰ ἀγαθά. Ἀπέθανε καὶ προσετέθη εἰς τοὺς εὐλαβεῖς προγόνους του, ποὺ ἀπέθαναν πρὶν ἀπὸ αὐτόν.
- 9
καὶ ἔθαψαν αὐτὸν ᾿Ισαὰκ καὶ ᾿Ισμαὴλ οἱ υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν, εἰς τὸν ἀγρὸν ᾿Εφρὼν τοῦ Σαὰρ τοῦ Χετταίου, ὅς ἐστιν ἀπέναντι Μαμβρῆ,
Καὶ ὁ Ἰσαὰκ καὶ ὁ Ἰσμαήλ, τὰ δύο πρωτότοκα παιδιά του, τὸν ἔθαψαν εἰς τὸ διπλὸν σπήλαιον, ποὺ εὐρίσκετο εἰς τὸ χωράφι τοῦ Ἐφρών, τοῦ υἱοῦ τοῦ Σαὰρ τοῦ Χετταίου· τὸ χωράφι αὐτὸ εὑρίσκετο ἀπέναντι ἀπὸ τὴν βελανιδιὰν τοῦ Μαμβρῆ·
- 10
τὸν ἀγρὸν καὶ τὸ σπήλαιον, ὃ ἐκτήσατο ῾Αβραὰμ παρὰ τῶν υἱῶν τοῦ Χέτ, ἐκεῖ ἔθαψαν ῾Αβραὰμ καὶ Σάρραν τὴν γυναῖκα αὐτοῦ.
τὸν ἔθαψαν εἰς τὸ σπήλαιον, ποὺ εὑρίσκετο εἰς τὸ χωράφι, τὸ ὁποῖον ἀγόρασεν ὡς κτῆμα του ὁ ἴδιος ὁ Ἀβραὰμ ἀπὸ τοὺς Χετταίους. Ἐκεῖ ἔθαψαν τὸν Ἀβραὰμ καὶ τὴν γυναῖκα του τὴν Σάρραν.
- 11
ἐγένετο δὲ μετὰ τὸ ἀποθανεῖν ῾Αβραάμ, εὐλόγησεν ὁ Θεὸς τὸν ᾿Ισαὰκ υἱὸν αὐτοῦ· καὶ κατῴκησεν ᾿Ισαὰκ παρὰ τὸ φρέαρ τῆς ὁράσεως.
Μετὰ τὸν θάνατον τοῦ Ἀβραὰμ ὁ Θεὸς εὐλόγησε τὸν Ἰσαάκ, τὸν υἱὸν τῆς ἐπαγγελίας· καὶ ὁ Ἰσαὰκ ἐγκατεστάθη κοντὰ εἰς τὸ πηγάδι «τῆς ὁράσεως», δηλαδὴ τὸ πηγάδι ὅπου εἶχε παρουσιασθῇ ὁ Θεός (μεταξὺ Κάδης καὶ Βαράδ).
- 12
Αὗται δέ αἱ γενέσεις ᾿Ισμαὴλ τοῦ υἱοῦ ῾Αβραάμ, ὃν ἔτεκεν ῎Αγαρ ἡ Αἰγυπτία ἡ παιδίσκη Σάρρας τῷ ῾Αβραάμ.
Οἱ ἀπόγονοι ποὺ προῆλθαν ἀπὸ τὸν Ἰσμαήλ, τὸν υἱὸν τοῦ Ἀβραάμ, τὸν ὁποῖον ἐγέννησεν εἰς αὐτὸν ἡ Αἰγύπτια Ἄγαρ, ἡ δούλη τῆς γυναίκας του Σάρρας, εἶναι οἱ ἀκόλουθοι.
- 13
καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν ᾿Ισμαὴλ κατ᾿ ὀνόματα τῶν γενεῶν αὐτοῦ· πρωτότοκος ᾿Ισμαὴλ Ναβαιώθ, καὶ Κηδὰρ καὶ Ναβδεὴλ καὶ Μασσὰμ
Τὰ ὀνόματα τῶν υἱῶν τοῦ Ἰσμαήλ, κατὰ τὴν σειρὰν τοῦ ὀνομαστικοῦ καταλόγου τῆς γεννήσεως των, εἶναι: Τὸ πρωτότοκον παιδὶ τοῦ Ἰσμαὴλ ὁ Ναβαιώθ· κατόπιν ἀκολούθησαν ὁ Κηδάρ, ὁ Ναβδεήλ, ὁ Μασσάμ,
- 14
καὶ Μασμὰ καὶ Δουμὰ καὶ Μασσῆ
ὁ Μασμά, ὁ Δουμά, ὁ Μασσῆ,
- 15
καὶ Χοδδὰν καὶ Θαιμὰν καὶ ᾿Ιετοὺρ καὶ Ναφὲς καὶ Κεδμά.
ὁ Χοδδάν, ὁ Θαιμάν, ὁ Ἰετούρ, ὁ Ναφὲς καὶ ὁ Κεδμά.
- 16
οὗτοί εἰσιν οἱ υἱοὶ ᾿Ισμαὴλ καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν ἐν ταῖς σκηναῖς αὐτῶν καὶ ἐν ταῖς ἐπαύλεσιν αὐτῶν· δώδεκα ἄρχοντες κατὰ ἔθνη αὐτῶν.
Αὐτὰ εἶναι τὰ παιδιὰ τοῦ Ἰσμαὴλ καὶ αὐτὰ εἶναι τὰ ὀνόματά των, τὰ ὁποῖα ἔδωσαν εἰς τὶς μόνιμες πόλεις καὶ τὶς προσωρινὲς κατασκηνώσεις των· ἦσαν δώδεκα ἀρχηγοί, γενάρχαι δώδεκα λαῶν.
- 17
καὶ ταῦτα τὰ ἔτη τῆς ζωῆς ᾿Ισμαήλ· ἑκατὸν τριακονταεπτὰ ἔτη· καὶ ἐκλείπων ἀπέθανε καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ.
Καὶ αὐτὰ εἶναι τὰ χρόνια τῆς ζωῆς τοῦ Ἰσμαήλ· ἔζησεν ἑκατὸν τριάντα ἑπτὰ χρόνια· ὅταν δὲ ἀδυνάτισε καὶ κατέπεσάν οἱ σωματικές του δυνάμεις, ἀπέθανε καὶ προσετέθη εἰς τοὺς συγγενεῖς του, ποὺ ἀπέθαναν πρὶν ἀπὸ αὐτόν.
- 18
κατῴκησε δὲ ἀπὸ Εὐϊλὰτ ἕως Σούρ, ἥ ἐστι κατὰ πρόσωπον Αἰγύπτου, ἕως ἐλθεῖν πρὸς ᾿Ασσυρίους· κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατῴκησε.
Οἱ ἀπόγονοι τοῦ Ἰσμαὴλ ἐγκατεστάθησαν εἰς τὴν περιοχήν, ποὺ ἀπλώνεται ἀπὸ τὴν Εὐϊλὰτ καὶ φθάνει μέχρι τῆς ἐρήμου Σούρ· ἡ περιοχὴ αὐτὴ εὑρίσκεται εἰς τὰ ἀνατολικὰ σύνορα τῆς Αἰγύπτου πρὸς τὴν κατεύθυνσιν τῆς Ἀσσυρίας. Οἱ Ἰσμαηλῖτες ἐγκατεστάθησαν καὶ αὐξήθηκαν εἰς τὰ ἀνατολικὰ μέρη τῆς Παλαιστίνης, εἰς τὴν ὁποίαν εἶχαν ἐγκατασταθῆ ὅλοι οἱ ἀδελφοὶ τοῦ Ἰσμαήλ, οἱ Ἰσραηλῖτες (δηλαδὴ οἱ ἀπόγονοι τοῦ Ἀβραὰμ ἀπὸ τὸν γνήσιον υἱόν του, τὸν Ἰσαάκ).
- 19
Καὶ αὗται αἱ γενέσεις ᾿Ισαὰκ τοῦ υἱοῦ ῾Αβραάμ·
Ἡ ἱστορία καὶ ὁ γενεαλιγικὸς κατάλογος τῶν ἀπογόνων τοῦ Ἰσαάκ, τοῦ υἱοῦ τοῦ Ἀβραάμ, ἔχει ὡς ἐξῇς:
- 20
῾Αβραὰμ ἐγέννησε τὸν ᾿Ισαάκ. ἦν δὲ ᾿Ισαὰκ ἐτῶν τεσσαράκοντα, ὅτε ἔλαβε τὴν Ρεβέκκαν θυγατέρα Βαθουὴλ τοῦ Σύρου ἐκ τῆς Μεσοποταμίας Συρίας, ἀδελφὴν Λάβαν τοῦ Σύρου, ἑαυτῷ εἰς γυναῖκα.
Ὁ Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ. Ὁ Ἰσαὰκ ἦταν σαράντα ἐτῶν, ὅταν ἔλαβεν ὡς σύζυγον τὴν Ρεβέκκαν, τὴν κόρην Βαθουὴλ τοῦ Σύρου, ποὺ κατήγετο δηλαδὴ ἀπὸ τὴν Μεσοποταμίαν τῆς Συρίας, καὶ ἀδελφὴν τοῦ Λάβαν τοῦ Σύρου.
- 21
ἐδέετο δὲ ᾿Ισαὰκ Κυρίου περὶ Ρεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν· ἐπήκουσε δὲ αὐτοῦ ὁ Θεός, καὶ συνέλαβεν ἐν γαστρὶ Ρεβέκκα ἡ γυνὴ αὐτοῦ.
Ἐπαρακαλοῦσε δὲ ὁ Ἰσαὰκ τὸν Κύριον συνεχῶς, ἐξακολουθητικῶς καὶ μὲ θερμότητα διὰ τὴν γυναῖκα του τὴν Ρεβέκκαν, διότι ἦταν στεῖρα· ὁ Θεὸς ἄκουσε τὴν προσευχὴν τοῦ ἐναρέτου Ἰσαὰκ καὶ ἔλυσε τὴν στείρωσιν τῆς συζύγου του καὶ ἔμεινεν ἔγκυος ἡ Ρεβέκκα.
- 22
ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτῇ· εἶπε δέ, εἰ οὕτω μοι μέλλει γίνεσθαι, ἵνα τί μοι τοῦτο; ἐπορεύθη δὲ πυθέσθαι παρὰ Κυρίου.
Τὰ παιδιὰ δὲ ἐσκιρτοῦσαν καὶ ἐμάλλωναν εἰς τὴν κοιλίαν τῆς Ρεβέκκας καὶ οἱ πόνοι τῆς ἐπροξενοῦσαν μεγάλην λύπην. Εἶπε τότε ἡ Ρεβέκκα γεμάτη θλῖψιν καὶ ἀπορίαν: «Ἐὰν ἐπρόκειτο νὰ διαπληκτίζωνται τὰ παιδιὰ μέσα εἰς τὴν κοιλίαν μου προτοῦ ἀκόμη γεννηθοῦν, διατί νὰ μείνω ἔγκυος; Τί θὰ μοῦ συμβῇ ἆραγε; Καὶ διὰ τί νὰ γίνεται αὐτὸ τὸ πρᾶγμα;»Ἡ εὐσεβὴς Ρεβέκκα δὲν ἔτρεξεν ὅμως διὰ βοήθειαν εἰς ἀνθρώπους, οὔτε παρέδωκε τὸν ἑαυτόν της εἰς τὴν ἀπάτην τῶν περιέργων καὶ ἐκείνων ποὺ ὅλα τὰ ἐξετάζουν μὲ τὴν λογικήν, ἀλλ' ἐπῆγε νὰ ἐρωτήσῃ τὸν Κύριον, ὥστε νὰ μάθῃ πραγματικὰ διατὶ γίνεται τοῦτο.
- 23
καὶ εἶπε Κύριος αὐτῇ· δύο ἔθνη ἐν γαστρί σου εἰσί, καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται· καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι.
Καὶ ὁ Θεὸς ἀπεκάλυψεν εἰς αὐτὴν τὰ πάντα, καθαρὰ καὶ τῆς εἶπε: Δύο ἔθνη εὑρίσκονται τώρα εἰς τὴν κοιλίαν σου καὶ δύο λαοὶ θὰ προέλθουν, θὰ γεννηθοῦν ἀπὸ τὴν κοιλίαν σου. Δύο διαφορετικοὶ λαοὶ θὰ προέλθουν ἀπὸ σέ, οἱ ὁποῖοι θὰ εὑρίσκωνται εἰς ἀνταγωνισμόν. Ὁ ἕνας λαὸς θὰ ἀναδειχθῇ ἀνώτερος καὶ ὑπεροχώτερος τοῦ ἄλλου καὶ ὁ μεγαλύτερος θὰ ὑποταχθῇ καὶ θὰ εἶναι δοῦλος εἰς τὸν μικρότερον».
- 24
καὶ ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ κοιλίᾳ αὐτῆς.
Ὅταν συνεπληρώθη ὁ χρόνος τῆς ἐγκυμοσύνης καὶ ἦλθεν ἡ ἡμέρα τοῦ τοκετοῦ τῆς Ρεβέκκας, ἀπεδείχθη πράγματι, ὅτι εἰς τὴν κοιλίαν τῆς δὲν ἐκυοφοροῦσε ἕνα παιδί, ἀλλὰ δίδυμα.
- 25
ἐξῆλθε δὲ ὁ πρωτότοκος πυρράκης, ὅλος ὡσεὶ δορὰ δασύς· ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ ῾Ησαῦ.
Κατὰ τὸν τοκετὸν ἐβγῆκεν ὁ πρωτότοκος, ποὺ ἦταν κοκκινόχρωμος καὶ μαλλιαρὸς ὦσαν τὸ τριχωτὸν δέρμα τοῦ ζώου· διὰ τοῦτο τοῦ ἔδωκε τὸ ὅνομα Ἡσαῦ.
- 26
καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης ῾Ησαῦ· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ιακώβ. ᾿Ισαὰκ δὲ ἦν ἐτῶν ἑξήκοντα, ὅτε ἔτεκεν αὐτοὺς Ρεβέκκα.
Εἰς τὴν συνέχειαν ἐβγῆκε καὶ ὁ ἀδελφός του· τὴν ὥραν ποὺ ἐγεννᾶτο, ἐκρατοῦσε μὲ τὸ χέρι του τὴν πτέρναν τοῦ Ἡσαῦ, τοῦ πρωτογέννητου ἀδελφοῦ του· δι' αὐτὸ ὠνόμασε τὸ δεύτερον παιδί της Ἰακώβ. Ὁ Ἰσαὰκ δὲ ἦταν ἑξῆντα ἐτῶν, ὅταν ἐγέννησε τὰ δίδυμα ἡ γυναῖκα του ἡ Ρεβέκκα.
- 27
Ηὐξήθησαν δὲ οἱ νεανίσκοι, καὶ ἦν ῾Ησαῦ ἄνθρωπος εἰδὼς κυνηγεῖν, ἄγροικος, ᾿Ιακὼβ δὲ ἄνθρωπος ἄπλαστος, οἰκῶν οἰκίαν.
Ἐμεγάλωσαν δὲ οἱ δυο νεαροὶ δίδυμοι καὶ ὁ Ἠσαῦ, σύμφωνα μὲ τὸν χαρακτῆρα καὶ τὴν σωματικὴν τοῦ διάπλασιν, ἦταν ἱκανὸς κυνηγὸς καὶ ἀγαποῦσε να ζῇ εἰς τὸ ὕπαιθρον καὶ νὰ ἀσχολῆται μὲ τὴν ἀγροτικὴν καὶ σκληρὴν ζωήν. Ὁ Ἰακὼβ ἀντιθέτως ἦταν ἄνθρωπος λεπτός, ἁπαλός, ἥμερος· ἄνθρωπος τοῦ σπιτιοῦ τῆς ἡσυχίας καὶ τῆς εἰρήνης.
- 28
ἠγάπησε δὲ ᾿Ισαὰκ τὸν ῾Ησαῦ, ὅτι ἡ θήρα αὐτοῦ βρῶσις αὐτῷ· Ρεβέκκα δὲ ἠγάπα τὸν ᾿Ιακώβ.
Ὁ Ἰσαὰκ ἀγαποῦσε περισσότερον τὸν ζωηρὸν καὶ δραστήριον Ἡσαῦ διότι τοῦ προσέφερε τὰ θηράματά του ὡς τροφήν, τὴν ὁποίαν ἔτρωγε μὲ εὐχαρίστησιν. Ἡ Ρεβέκκα ὅμως ἀγαποῦσε περισσότερον τὸν Ἰακώβ, ποὺ ἦταν ἥσυχος, ἤπιος καὶ ἁπαλός, ἀλλὰ καὶ διότι ἐγνώριζε τὴν πρόρρησιν τοῦ Θεοῦ.
- 29
ἥψησε δὲ ᾿Ιακὼβ ἕψημα· ἦλθε δὲ ῾Ησαῦ ἐκ τοῦ πεδίου ἐκλείπων,
Ὁ Ἰακὼβ ἐμαγείρευε κάποτε φαγητὸν τὴν ἡμέραν δὲ ἐκείνην ἐπέστρεψεν ὁ Ἡσαῦ ἀπὸ τὴν πεδιάδα κατακουρασμένος καὶ ἑξαντλημένος
- 30
καὶ εἶπεν ῾Ησαῦ τῷ ᾿Ιακώβ· γεῦσόν με ἀπὸ τοῦ ἑψήματος τοῦ πυρροῦ τούτου, ὅτι ἐκλείπω. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ ᾿Εδώμ.
καὶ εἶπεν εἰς τὸν Ἰακώβ· «δός μου νὰ γευθῶ ἀπὸ αὐτὸ τὸ κόκκινον φαγητόν, ποὺ μαγειρεύεις, διότι εἶμαι ἑξαντλημένος καὶ πεθαίνω ἀπὸ τὴν πεῖναν». Διὰ τοῦτο ὁ Ἡσαῦ ὠνομάσθη Ἐδώμ, ποὺ σημαίνει κόκκινος.
- 31
εἶπε δὲ ᾿Ιακὼβ τῷ ῾Ησαῦ· ἀπόδου μοι σήμερον τὰ πρωτοτόκιά σου ἐμοί.
Ὁ Ἰακὼβ δὲ ἀπάντησεν εἰς τὸν Ἡσαῦ· «δῶσε μου, πώλησέ μου σήμερον τὰ προνόμια καὶ τὰ δικαιώματα, ποὺ ἔχεις, διότι ἐγεννήθης πρῶτος, καὶ κατόπιν θὰ σοῦ δώσω φαγητόν».
- 32
καὶ εἶπεν ῾Ησαῦ· ἰδοὺ ἐγὼ πορεύομαι τελευτᾶν, καὶ ἵνα τί μοι ταῦτα τὰ πρωτοτόκια;
Ὁ Ἡσαῦ, ποὺ «δέν εἶχε ποτὲ ἐκτιμήσει τὰ πρωτοτοκία, εἶπε: «Τί μὲ ὠφελοῦν τὰ προνόμια ποὺ ἔχω, διότι ἐγεννήθηκα πρῶτος, ὅταν ἐγὼ κοντεύω νὰ πεθάνω ἀπὸ τὴν πεῖναν, ἐὰν δὲν φάγω; Πάρτα λοιπόν»!
- 33
καὶ εἶπεν αὐτῷ ᾿Ιακώβ· ὄμοσόν μοι σήμερον. καὶ ὤμοσεν αὐτῷ· ἀπέδοτο δὲ ῾Ησαῦ τὰ πρωτοτόκια τῷ ᾿Ιακώβ.
Καὶ ὁ Ἰακὼβ ἐπρόσθεσεν· «ὁρκίσου μου σήμερον, ὅτι μοῦ τὰ ἐδωκες· ὅτι παραιτεῖσαι ὁριστικῶς ἀπὸ τὰ δικαιώματα αὐτά. Πράγματι ὁ Ἡσαῦ ὡρκίσθη, ὅτι τοῦ τὰ παραχωρεῖ. Ἔτσι ὁ Ἡσαῦ ἐπώλησεν εἰς τὸν Ἰακὼβ τὰ δικαιώματα, ποὺ εἶχεν ὡς πρωτότοκος.
- 34
᾿Ιακὼβ δὲ ἔδωκε τῷ ῾Ησαῦ ἄρτον καὶ ἕψημα φακοῦ, καὶ ἔφαγε καὶ ἔπιε καὶ ἀναστὰς ᾤχετο· καὶ ἐφαύλισεν ῾Ησαῦ τὰ πρωτοτόκια.
Καὶ τότε ὁ Ἰακὼβ ἔδωκεν εἰς τὸν πεινασμένον Ἡσαῦ ψωμὶ καὶ φαγητὸν ἀπό τις φακές, ποὺ ἐμαγείρευε· καὶ ὁ Ἡσαῦ ἔφαγε καὶ ἤπιε καὶ ἀφοῦ ἐσηκώθη ἀπὸ τὸ φαγητὸν ἔφυγε. Μὲ τὸν τρόπον αὐτὸν ὁ Ἡσαῦ ἐπεριφρόνησε τὰ δικαιώματα, ποὺ εἶχεν ὡς πρωτότοκος· τὰ ἐξηυτέλισε, τὰ ὕβρισε καὶ δὲν τὰ ἐτίμησε καθόλου. Ἐφάνη ἀγνώμων διὰ τὸ τιμητικὸν ἀξιωμα, τὸ ὁποῖον τοῦ ἐδόθη, καὶ ἔχασε τὰ μεγάλα αὐτὰ δῶρα δι’ ἕνα πιάτο φακῆς!
