Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΓΕΝΕΣΙΣ

Γένεσις, κεφάλαιο 21

34 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (50)
  1. 1

    ΚΑΙ Κύριος ἐπεσκέψατο τὴν Σάρραν, καθὰ εἶπε, καὶ ἐποίησε Κύριος τῇ Σάρρᾳ καθὰ ἐλάλησε,

    Ο Κύριος ἐπεσκέφθη κατὰ τὸ ἔλεός του τὴν Σάρραν, συμφώνως πρὸς ὅσα εἶχεν εἴπει δι' αὐτὴν καὶ ἐπραγματοποίησεν εἰς αὐτήν, ὅπως ἀκριβῶς εἶχεν ὑποσχεθῆ εἰς τὸν Ἀβραάμ, ὅταν ἐφιλοξενήθη εἰς τὴν βελανιδιὰν τοῦ Μαμβρῆ·

  2. 2

    καὶ συλλαβοῦσα ἔτεκε τῷ ῾Αβραὰμ υἱὸν εἰς τὸ γῆρας, εἰς τὸν καιρόν, καθὰ ἐλάλησεν αὐτῷ Κύριος.

    ἠ δὲ Σάρρα, ἀφοῦ ἔγινεν ἔγκυος, ἐγέννησεν εἰς τὸν Ἀβραὰμ υἱὸν εἰς γεροντικὴν ἡλικίαν καὶ εἰς τὴν ἐποχὴν ἀκριβῶς ἐκείνην, κατὰ τὴν ὁποίαν ὑπεσχέθη εἰς αὐτὸν ὁ Κύριος, ὅτι θὰ ἀποκτήσῃ υἱόν.

  3. 3

    καὶ ἐκάλεσεν ῾Αβραὰμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου αὐτῷ, ὃν ἔτεκεν αὐτῷ Σάρρα, ᾿Ισαάκ.

    Ὁ Ἀβραὰμ εἰς τὸν υἱόν του, ποὺ ἐγεννήθη καὶ τὸν ὁποῖον τοῦ ἐχάρισεν ἡ στεῖρα, ἄγονος καὶ γηρασμένη Σάρρα, ἔδωκε τὸ ὄνομα Ἰσαὰκ (ποὺ σημαίνει αὐτός, ὁ ὁποῖος γελᾷ).

  4. 4

    περιέτεμε δὲ ῾Αβραὰμ τὸν ᾿Ισαὰκ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καθὰ ἐνετείλατο αὐτῷ ὁ Θεός.

    Ὁ Ἀβραὰμ δὲ περιέτεμε τὸν Ἰσαὰκ κατὰ τὴν ὀγδόην ἡμέραν ἀπὸ τῆς γεννήσεώς του, συμφώνως πρὸς τὴν ἐντολὴν τῆς περιτομῆς, ποὺ τοῦ εἶχε δώσει ὁ Θεός.

  5. 5

    καὶ ῾Αβραὰμ ἦν ἑκατὸν ἐτῶν, ἡνίκα ἐγένετο αὐτῷ ᾿Ισαὰκ ὁ υἱὸς αὐτοῦ.

    Ὁ Ἀβραὰμ ἦταν ἑκατὸν ἐτῶν, ὅταν ἐγεννήθη εἰς αὐτὸν ὁ υἱός του Ἰσαάκ.

  6. 6

    εἶπε δὲ Σάρρα· γέλωτά μοι ἐποίησε Κύριος· ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι.

    Ἡ Σάρρα ὅταν ἐγέννησε τὸν Ἰσαάκ, εἶπε: «Χαρὰν μοῦ ἐπροξένησεν ὁ Κύριος· ἡ γέννησις τοῦ παιδιοῦ ἔγινε δι' ἐμὲ ἀφορμὴ χαράς. Ἐκεῖνος ποὺ θὰ ἀκούσῃ τὸ γεγονὸς τοῦτο, θὰ χαρῇ καὶ αὐτὸς μαζί μου, ὄχι ἐπειδὴ ἐγεννησα ἁπλῶς, ἀλλὰ ἐπειδὴ ἐγέννησα κάτω ἀπὸ θαυμαστὲς συνθῆκες».

  7. 7

    καὶ εἶπε· τίς ἀναγγελεῖ τῷ ῾Αβραάμ, ὅτι θηλάζει παιδίον Σάρρα; ὅτι ἔτεκον υἱὸν ἐν τῷ γήρᾳ μου.

    Καὶ ἡ Σάρρα γεμάτη χαράν, θαυμασμὸν καὶ ἔκπληξιν διὰ τὸ γεγονὸς ἐπρόσθεσε: «Ποιὸς θὰ ἀναγγείλῃ εἰς τὸν Ἀβραάμ, ὅτι ἡ Σάρρα θηλάζει τώρα καὶ τρέφει παιδὶ μὲ ἄφθονον γάλα; Ὅτι ἐγὼ ποὺ ἤμουν στεῖρα ἠμπόρεσα νὰ γεννήσω υἱὸν εἰς τὰ γηρατειά μου!»

  8. 8

    Καὶ ηὐξήθη τὸ παιδίον καὶ ἀπεγαλακτίσθη, καὶ ἐποίησεν ῾Αβραὰμ δοχὴν μεγάλην, ᾗ ἡμέρᾳ ἀπεγαλακτίσθη ᾿Ισαὰκ ὁ υἱὸς αὐτοῦ.

    Καὶ τὸ παιδὶ ἀνεπτύχθη καὶ ἀπεγαλακτίσθη. Ὁ δὲ Ἀβραάμ, ὅπως ἐσυνηθίζετο τότε, ὠργάνωσε μεγάλην ὑποδοχὴν καὶ ἔκαμε τραπέζι τὴν ἡμέραν, κατὰ τὴν ὁποίαν ἀπεγαλακτίσθη ὁ υἱός του Ἰσαάκ.

  9. 9

    ἰδοῦσα δὲ Σάρρα τὸν υἱὸν ῎Αγαρ τῆς Αἰγυπτίας, ὃς ἐγένετο τῷ ῾Αβραάμ, παίζοντα μετὰ ᾿Ισαὰκ τοῦ υἱοῦ αὐτῆς·

    Ὅταν δὲ ἡ Σάρρα εἶδε τὸν υἱὸν τῆς Αἰγυπτίας δούλης Ἄγαρ, τὸν Ἰσμαήλ, ποὺ αὐτὴ ἀπέκτησεν ἀπὸ τὸν Ἀβραάμ, νὰ εἰρωνεύεται (ἢ νὰ περιφρονῇ ἢ νὰ καταδιώκῃ) τὸν υἱόν της Ἰσαάκ, ἐθεώρησε τὸ πρᾶγμα προσβλητικὸν

  10. 10

    καὶ εἶπε τῷ ῾Αβραάμ· ἔκβαλε τὴν παιδίσκην ταύτην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης ταύτης μετὰ τοῦ υἱοῦ μου ᾿Ισαάκ.

    καὶ εἶπεν εἶς τὸν Ἀβραάμ· «διῶξε γρήγορα τὴν δούλην αὐτὴν καὶ τὸν υἱόν της ἀπὸ τὴν οἰκογένειάν μας· διότι δὲν πρέπει νὰ κληρονομήσῃ ὁ υἱὸς τῆς δούλης αὐτῆς μαζὶ μὲ τὸν υἱόν μου Ἰσαάκ· δὲν πρέπει νὰ ἔχῃ τίποτε τὸ κοινὸν ὁ υἱὸς τῆς δούλης μὲ τὸν υἱόν μου Ἰσαάκ».

  11. 11

    σκληρὸν δὲ ἐφάνη τὸ ρῆμα σφόδρα ἐναντίον ῾Αβραὰμ περὶ τοῦ υἱοῦ αὐτοῦ.

    Ἡ πρότασις ὅμως αὐτὴ τῆς Σάρρας διὰ τὸν υἱόν του Ἰσμαὴλ ἐφάνη πολὺ σκληρή, βαρειὰ καὶ ἀπάνθρωπος εἰς τὸν Ἀβραάμ, ὁ ὁποῖος ἦταν φιλόστοργος καὶ ἀγαποῦσε τὸν Ἰσμαήλ.

  12. 12

    εἶπε δὲ ὁ Θεὸς τῷ ῾Αβραάμ· μὴ σκληρὸν ἔστω ἐναντίον σου περὶ τοῦ παιδίου καὶ περὶ τῆς παιδίσκης· πάντα ἂν ὅσα εἴπῃ σοι Σάρρα, ἄκουε τῆς φωνῆς αὐτῆς, ὅτι ἐν ᾿Ισαὰκ κληθήσεταί σοι σπέρμα.

    Ἀλλ’ ὁ φιλάνθρωπος Θεὸς διὰ νὰ συσφίγξῃ τὸν συνδεσμὸν τῆς ὁμονοίας τοῦ Ἀβραὰμ καὶ τῆς Σάρρας, εἶπεν εἰς τὸν Ἀβραάμ: «Ἂς μὴ εἶναι βαρὺς καὶ σκληρὸς ὁ λόγος αὐτὸς τῆς Σάρρας διὰ τὸ παιδί σου Ἰσμαὴλ καὶ τὴν μητέρα του, τὴν δούλην Ἄγαρ. Ἀλλὰ δῶσε προσοχὴν εἰς ὅσα θὰ σοῦ εἴπῃ ἡ Σάρρα, διότι οἱ ἀπόγονοι ποὺ θὰ ἀποκτήσῃς ἀπὸ τὸν Ἰσαάκ, αὐτοὶ θὰ λάβουν τὴν ὀνομασίαν καὶ τὰ δικαιώματα τῶν γνησίων ἀπογόνων σου, καὶ ὁ Ἰσαὰκ θὰ εἶναι κληρονόμος σου.

  13. 13

    καὶ τὸν υἱὸν δὲ τῆς παιδίσκης ταύτης εἰς ἔθνος μέγα ποιήσω αὐτόν, ὅτι σπέρμα σόν ἐστιν.

    Θὰ προστατεύσω δὲ καὶ θὰ αὐξήσω καὶ τὸν υἱὸν τῆς δούλης σου αὐτῆς καὶ θὰ τὸν πολλαπλασιάσω, ὥστε νὰ ἀποβῇ εἰς ἔθνος μεγάλο, διότι εἶναι καὶ αὐτὸς ἀπόγονος ἰδικός σου».

  14. 14

    ἀνέστη δὲ ῾Αβραὰμ τὸ πρωΐ καὶ ἔλαβεν ἄρτους καὶ ἀσκὸν ὕδατος καὶ ἔδωκε τῇ ῎Αγαρ καὶ ἐπέθηκεν ἐπὶ τῶν ὤμων αὐτῆς τὸ παιδίον καὶ ἀπέστειλεν αὐτήν. ἀπελθοῦσα δὲ ἐπλανᾶτο κατὰ τὴν ἔρημον, κατὰ τὸ φρέαρ τοῦ ὅρκου.

    Ὁ Ἀβραὰμ συνεμορφώθη ἀμέσως πρὸς τὴν ἐντολὴν τοῦ Θεοῦ· ἐσηκώθη πρωΐ-πρωΐ καὶ ἐπῆρε ψωμία καὶ ἀσκὶ γεμᾶτο νερὸν καὶ τὰ ἐφόρτωσεν εἰς τὸν ὦμον τῆς Ἄγαρ καὶ τὸ παιδί, τὸν Ἰσμαὴλ καὶ τὴν ἀπεμάκρυνε ἀπὸ τὸ σπίτι του. Ἡ Ἄγαρ, ἀφοῦ ἔφυγεν, ἐπλανᾶτο μέσα εἰς τὴν ἔρημον, ποὺ εἶναι εἰς τὸ νότιον μέρος τῆς γῆς Χαναάν, ἐκεῖ ὅπου ὑπῆρχε τὸ πηγάδι τοῦ ὅρκου, δηλαδὴ κοντὰ εἰς τὴν Βηρσαβεέ.

  15. 15

    ἐξέλιπε δὲ τὸ ὕδωρ ἐκ τοῦ ἀσκοῦ, καὶ ἔρριψε τὸ παιδίον ὑποκάτω μιᾶς ἐλάτης.

    Καὶ τὸ νερὸν ἀπὸ τὸ ἀσκὶ ἐσώθη καὶ ἡ Ἄγαρ δὲν εὕρισκε βοήθειαν ἀπὸ κανένα· καὶ ἔρριψε τὸ διψασμένον παιδὶ κάτω ἀπὸ μίαν ἐλάτην διὰ νὰ ἀποθάνῃ.

  16. 16

    ἀπελθοῦσα δὲ ἐκάθητο ἀπέναντι αὐτοῦ μακρόθεν ὡσεὶ τόξου βολήν· εἶπε γάρ, οὐ μὴ ἴδω τὸν θάνατον τοῦ παιδίου μου. καὶ ἐκάθισεν ἀπέναντι αὐτοῦ, ἀναβοῆσαν δὲ τὸ παιδίον ἔκλαυσεν.

    Καὶ κυριευμένη ἀπὸ ὑπερβολικὴν λύπην διὰ τὸ παιδί της ἐκάθησεν ἀπέναντί του εἰς ἀπόστασιν ρίψεως ἐνὸς βέλους ἀπὸ τόξον (περίπου ἑκατὸν μέτρα μακρυά), διότι εἶπε· «δεν ἀντέχω νὰ βλέπω τὸ παιδί μου, τὸ ὁποῖον πολὺ ἀγαπῶ, νὰ ἀποθνῄσκῃ ἀπὸ τὴν δίψαν». Ἡ Ἄγαρ ἐκάθησεν ἀπέναντί του, τὸ δὲ παιδὶ ἐφώναξε καὶ ἔκλαυσεν.

  17. 17

    εἰσήκουσε δὲ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου, οὗ ἦν, καὶ ἐκάλεσεν ἄγγελος Θεοῦ τὴν ῎Αγαρ ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν αὐτῇ· τί ἐστιν ῎Αγαρ; μὴ φοβοῦ· ἐπακήκοε γὰρ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου, οὗ ἐστιν.

    Ὁ δὲ ἐλεήμων Θεός, Ὁ ὁποῖος μᾶς ἀγαπᾷ περισσότερον ἀπὸ τοὺς γονεῖς μας, ἄκουσε τὴν δυνατὴν φωνὴν τοῦ παιδιοῦ, ἀπὸ τὸν τόπον ὅπου ἦταν ριγμένον. Καὶ ἀφοῦ παρεχώρησεν ὥστε ἡ δούλη νὰ αἰσθανθῇ τὴν φρίκην τῆς ἐρημίας καὶ τῆς ἐγκαταλείψεως, ἔσπευσεν εἰς βοήθείαν της. Ἕνας ἄγγελος τοῦ Θεοῦ ἐκάλεσε τὴν Ἄγαρ ἀπὸ τὸν οὐρανὸν καὶ τῆς εἶπε: «Τί συμβαίνει, Ἄγαρ; Μὴ φοβῆσαν διότι ὁ Θεὸς ἄκουσε τὴν φωνὴν καὶ τὸ γοερὸν κλάμα τοῦ παιδιοῦ σου ἐκεῖ εἰς τὴν ἀπελπιστικὴν κατάστάσιν, εἰς τὴν ὁποίαν εὑρίσκεται πεταγμένον.

  18. 18

    ἀνάστηθι καὶ λαβὲ τὸ παιδίον καὶ κράτησον τῇ χειρί σου αὐτό· εἰς γὰρ ἔθνος μέγα ποιήσω αὐτό.

    Σήκω ἐπάνω καὶ πάρε τὸ παιδί σου καὶ κράτησέ το ἀπὸ τὸ χέρι. Μὴ λυπῆσαι ἐπειδὴ σὲ ἔδιωξαν ἀπὸ τὴν οἰκογένειαν τοῦ Ἀβραάμ, διότι τὸ παιδί σου δεν θὰ μείνῃ ἀπροστάτευτον θὰ τὸ ἀναδείξω εἰς πρόγονον καὶ γενάρχην μεγάλου ἔθνους».

  19. 19

    καὶ ἀνέῳξεν ὁ Θεὸς τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ εἶδε φρέαρ ὕδατος ζῶντος καὶ ἐπορεύθη καὶ ἔπλησε τὸν ἀσκὸν ὕδατος καὶ ἐπότισε τὸ παιδίον.

    Καὶ ὁ Θεὸς τῆς ἐφώτισε τὸν νοῦν καὶ μὲ θείαν ἐπενέργειαν ἄνοιξαν τὰ μάτια της. Καὶ τότε ἡ Ἄγαρ εἶδεν ἐκεῖ κοντὰ μίαν πηγὴν (ἢ ἕνα πηγάδι), ἀπὸ τὴν ὁποίαν ἔτρέχε δροσερὸ νερό· καὶ ἡ δούλη ἐπῆγεν ἐκεῖ, ἐγέμισε τὸ ἀσκί της νερὸ καὶ ἐπότισε τὸ διψασμένον παιδί της.

  20. 20

    καὶ ἦν ὁ Θεὸς μετὰ τοῦ παιδίου, καὶ ηὐξήθη. καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ, ἐγένετο δὲ τοξότης.

    Καὶ ὁ Θεὸς ἦταν μαζὶ μὲ τὸ παιδὶ καὶ ὁ Ἰσμαὴλ ἐμεγάλωσε κάτω ἀπὸ τὴν θείαν προστασίαν καὶ βοήθειαν. Καὶ ἑκατοίκησεν εἰς τὴν ἔρημον καὶ ἔμαθε νὰ χειρίζεται πολὺ καλὰ τόξον, ὥστε ἔγινε ἱκανὸς κυνηγός.

  21. 21

    καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ τῇ Φαράν, καὶ ἔλαβεν αὐτῷ ἡ μήτηρ γυναῖκα ἐκ γῆς Αἰγύπτου.

    Καὶ ὁ Ἰσμαὴλ ἑκατοίκησεν εἰς τὴν ἔρημον Φαράν, καὶ ὅταν ἐνηλικιώθη, ἡ μητέρα του τὸν ἐνύμφευσε μὲ γυναῖκα Αἰγυπτίαν, ἐπειδὴ καὶ αὐτὴ κατήγετο ἀπὸ τὴν Αἴγυπτον.

  22. 22

    ᾿Εγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ εἶπεν ᾿Αβιμέλεχ καὶ ῾Οχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φιχὸλ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ πρὸς ῾Αβραὰμ λέγων· ὁ Θεὸς μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐὰν ποιῇς·

    Κατὰ τὸν χρόνον ἐκεῖνον ὁ βασιλιᾶς Ἀβιμελεχ καὶ ὁ Ὁχοζὰθ ὁ νυμφαγωγός του καὶ ὁ Φιχὸλ ὁ ἀρχιστράτηγος τοῦ στρατοῦ του ἦλθαν εἰς τὸν Ἀβραάμ, πρὸς τὸν ὁποῖον εἶπεν ὁ Ἀβιμελεχ: «Ὁ Θεὸς εἶναι μαζί σου, εἰς ὅλα τὰ ἔργα τὰ ὁποῖα κάμνεις.

  23. 23

    νῦν οὖν ὄμοσόν μοι τὸν Θεόν, μὴ ἀδικήσειν με μηδὲ τὸ σπέρμα μου, μηδὲ τὸ ὄνομά μου· ἀλλὰ κατὰ τὴν δικαιοσύνην, ἣν ἐποίησα μετὰ σοῦ, ποιήσεις μετ᾿ ἐμοῦ, καὶ τῇ γῇ, ᾗ σὺ παρῴκησας ἐν αὐτῇ.

    Τώρα λοιπὸν ὁρκίσου μου ἐνώπιον τοῦ Θεοῦ, ὅτι δὲν πρόκειται νὰ φανῇς κακὸς οὔτε νὰ διαβάλῃς ἐμὲ οὔτε τοὺς ἀπογόνους μου, οὔτε θὰ βλάψῃς τὸ καλὸν ὄνομά μου. Ἄλλ' ὅπως ἐγὼ ἔδειξα πρὸς σὲ καλωσύνην, εὐμένειαν καὶ δικαιοσύνην, δῶσε μου καὶ σὺ ὑπόσχεσιν, ὅτι ἔτσι θὰ συμπεριφερθῇς καὶ σὺ ἀπέναντί μου καὶ ἀπέναντι τῆς χώρας, εἰς τὴν ὁποίαν ἔχεις ἐγκατασταθῇ ὡς ξένος, ὡς προσωρινὸς κάτοικος».

  24. 24

    καὶ εἶπεν ῾Αβραάμ· ἐγὼ ὀμοῦμαι.

    Καὶ ὁ Ἀβραὰμ ἀπάντησεν εἰς τὸν βασιλιᾶ: «Συμφωνῶ μὲ τὴν πρότασίν σου· ὁρκίζομαι ὅτι θὰ τὸ κάμω».

  25. 25

    καὶ ἤλεγξεν ῾Αβραὰμ τὸν ᾿Αβιμέλεχ περὶ τῶν φρεάτων τοῦ ὕδατος, ὧν ἀφείλοντο οἱ παῖδες τοῦ ᾿Αβιμέλεχ.

    Ὁ Ἀβραάμ με τὴν εὐκαιρίαν αὐτὴν παρεπονέθη εἰς τὸν Ἀβιμέλεχ διὰ τὰ πηγάδια, τὰ ὁποῖα οἱ ὑπηρέτες τοῦ Ἀβιμελεχ ἅρπαξαν αὐθαίρετα καί μὲ βίαν ἀπὸ τὸν Ἀβραάμ, ποὺ τὰ εἶχεν ἀνοίξει, καὶ τὰ ἔκαμαν ἰδικά των.

  26. 26

    καὶ εἶπεν αὐτῷ ᾿Αβιμέλεχ· οὐκ ἔγνων τίς ἐποίησέ σοι τὸ ρῆμα τοῦτο, οὐδὲ σύ μοι ἀπήγγειλας, οὐδὲ ἐγὼ ἤκουσα, ἀλλ᾿ ἢ σήμερον.

    Ὁ Ἀβιμέλεχ ἀπάντησεν εἰς τὰ παράπονα τοῦ Ἀβραάμ: «Δὲν ἔμαθα ποῖος ἔκαμε αὐτὴν τὴν πρᾶξιν εἰς σέ, οὔτε καὶ σὺ μοῦ τὸ ἐγνωστοποίησες, οὔτε καὶ ἐγὼ ἐπληροφορήθην διὰ τὸ γεγονὸς αὐτό· τὸ ἀκούω σήμερα διὰ πρώτην φοράν».

  27. 27

    καὶ ἔλαβεν ῾Αβραὰμ πρόβατα καὶ μόσχους, καὶ ἔδωκε τῷ ᾿Αβιμέλεχ, καὶ διέθεντο ἀμφότεροι διαθήκην.

    Κατόπιν ὁ Ἀβραὰμ ἐπῆρε πρόβατα καὶ μοσχάρια καὶ τὰ ἔδωκεν εἰς τὸν Ἀβιμέλεχ ὡς δῶρα ἀγάπης καὶ ἔκαμαν μεταξύ των συμφωνίαν φιλίας.

  28. 28

    καὶ ἔστησεν ῾Αβραὰμ ἑπτὰ ἀμνάδας προβάτων μόνας.

    Ὁ Ἀβραὰμ ἐξεχώρισε ἑπτὰ θηλυκὰ ἀρνιά (ἀρνάδες) ἀπὸ τὸ κοπάδι του.

  29. 29

    καὶ εἶπεν ᾿Αβιμέλεχ τῷ ῾Αβραάμ· τί εἰσιν αἱ ἑπτὰ ἀμνάδες τῶν προβάτων τούτων, ἃς ἔστησας μόνας;

    Καὶ ὁ Ἀβιμέλεχ, ὅταν εἶδε τὴν ἐνέργειάν του Ἀβραάμ, τὸν ἐρωτησε: «Τὶ σημαίνουν τὰ ἑπτὰ θηλυκὰ ἀρνιά, ποὺ ἐξεχώρισες ἀπὸ τὸ κοπάδι σου;»

  30. 30

    καὶ εἶπεν ῾Αβραάμ, ὅτι τὰς ἑπτὰ ἀμνάδας λήψῃ παρ᾿ ἐμοῦ, ἵνα ὦσί μοι εἰς μαρτύριον, ὅτι ἐγὼ ὤρυξα τὸ φρέαρ τοῦτο.

    Καὶ ὁ Ἀβραὰμ ἀπάντησε: «Τὰ ἑπτὰ θηλυκὰ ἀρνιὰ θὰ τὰ δεχθῇς ἀπὸ τὰ χέρια μου, διὰ νὰ εἶναι ὡς μαρτυρία καὶ βεβαίωσις, ὅτι ἐγὼ ἄνοιξα τὸ πηγάδι αὐτό».

  31. 31

    διὰ τοῦτο ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Φρέαρ ὁρκισμοῦ, ὅτι ἐκεῖ ὤμοσαν ἀμφότεροι.

    Διὰ τοῦτο ὁ Ἀβραὰμ ἔδωκεν εἰς τὸν τόπον ἐκεῖνον τὸ ὄνομα πηγάδι τοῦ ὅρκου (Βηρσαβεὲ ἢ πηγάδι τῶν ἑπτά), ἐπειδὴ ἐκεῖ ὡρκίσθησαν καὶ οἱ δύο, ὁ Ἀβραὰμ καὶ ὁ Ἀβιμέλεχ.

  32. 32

    καὶ διέθεντο διαθήκην ἐν τῷ φρέατι τοῦ ὁρκισμοῦ. ἀνέστη δὲ ᾿Αβιμέλεχ καὶ ῾Οχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φιχὸλ ὁ ἀρχιστράτητος τῆς δυνάμεως αὐτοῦ, καὶ ἐπέστρεψαν εἰς τὴν γῆν τῶν Φυλιστιείμ.

    Μὲ τὸν τρόπον αὐτὸν ἔκαμαν μεταξύ των συμφωνίαν φιλίας εἰς τὸ πηγάδι τοῦ ὅρκου (τὴν Βηρσαβεέ). Μετὰ τὴν συμφωνίαν αὐτὴν ἐσηκώθησαν ὁ Ἀβιμέλεχ καὶ ὁ Ὁχοζὰθ ὁ νυμφαγωγός του καὶ ὁ Φιχὸλ ὁ ἀρχιστράτηγος τοῦ στρατοῦ του καὶ ἐπέστρεψαν εἰς τὴν χώραν τῶν Φιλισταίων.

  33. 33

    καὶ ἐφύτευσεν· ῾Αβραὰμ ἄρουραν ἐπὶ τῷ φρέατι τοῦ ὅρκου καὶ ἐπεκαλέσατο ἐκεῖ τὸ ὄνομα Κυρίου, Θεὸς αἰώνιος.

    Ὅταν ἔφυγαν, ὁ Ἀβραὰμ ἐφύτευσεν εἰς τὸν χῶρον ποὺ εὑρίσκετο τὸ πηγάδι τοῦ ὅρκου, κῆπον μὲ δένδρα καὶ εἰς θυσιαστήριον ποὺ ἔκτισεν ἐκεῖ ἐλάτρευσε τὸν Κύριον, τὸν αἰώνιον Θεόν.

  34. 34

    παρῴκησε δὲ ῾Αβραὰμ ἐν τῇ γῇ τῶν Φυλιστιεὶμ ἡμέρας πολλάς.

    Ἑκατοίκησε δὲ ὁ Ἀβραὰμ ὡς ξένος (προσωρινὸς κάτοικος) εἰς τὴν γῆν τῶν Φιλισταίων ἐπὶ πολὺν καιρόν.