Γένεσις, κεφάλαιο 16
- 1
ΣΑΡΑ δὲ γυνὴ ῞Αβραμ οὐκ ἔτικτεν αὐτῷ. ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα ῎Αγαρ.
Η δὲ Σάρα, ἡ γυναῖκα του Ἅβραμ, δὲν τοῦ ἐγεννοῦσε παιδιά. Εἶχε δὲ ἡ Σάρα μίαν Αἰγυπτίαν δούλην, ἡ ὁποία ὠνομάζετο Ἄγαρ.
- 2
εἶπε δὲ Σάρα πρὸς ῞Αβραμ· ἰδοὺ συνέκλεισέ με Κύριος τοῦ μὴ τίκτειν· εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσωμαι ἐξ αὐτῆς. ὑπήκουσε δὲ ῞Αβραμ τῆς φωνῆς Σάρας.
Ἡ Σάρα κυριευμένη ἀπὸ λύπην διὰ τὴν ἀτεκνίαν της εἶπε πρὸς τὸν σύζυγόν της τὸν Ἅβραμ: «Νά· ὁ Θεὸς μὲ ἔκαμε ἀνίκανον πρὸς ἀπόκτησιν παιδιῶν· ἔλα λοιπὸν εἰς σαρκικὴν ἕνωσιν μὲ τὴν δούλην μου, ὥστε νὰ ἀποκτήσω παιδὶ διὰ μέσου αὐτῆς». Καὶ ὁ Ἅβραμ ἐπειθάρχησεν εἰς τὴν συμβουλὴν καὶ τὴν πρότασιν τῆς Σάρας.
- 3
καὶ λαβοῦσα Σάρα ἡ γυνὴ ῞Αβραμ ῎Αγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην, μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι ῞Αβραμ ἐν γῇ Χαναάν, ἔδωκεν αὐτὴν τῷ ῞Αβραμ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα.
Καὶ ἡ Σάρα, ἡ γυναῖκα τοῦ Ἅβραμ, ἀφοῦ ἐπῆρε τὴν Ἄγαρ, τὴν Αἰγυπτίαν δούλην της, δέκα χρόνια μετὰ τὴν ἐγκατάστασιν τοῦ Ἅβραμ εἰς τὴν Χαναάν, τὴν ἔδωκεν ὡς γυναῖκα εἰς τὸν Ἅβραμ, τὸν σύζυγόν της.
- 4
καὶ εἰσῆλθε πρὸς ῎Αγαρ, καὶ συνέλαβε. καὶ εἶδεν ὅτι ἐν γαστρὶ ἔχει, καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτῆς.
Καὶ ὁ Ἅβραμ ἦλθεν εἰς σαρκικὴν ἕνωσιν μὲ τὴν Ἄγαρ, ἡ ὁποῖα καὶ συνέλαβεν. Ὅταν ἡ δούλη Ἄγαρ διεπίστωσεν, ὅτι εἶναι ἔγκυος, ὑπερηφανεύθη καὶ ἔβλεπε μὲ περιφρονήσιν τὴν Σάραν, τὴν κυρίαν της.
- 5
εἶπε δὲ Σάρα πρὸς ῞Αβραμ· ἀδικοῦμαι ἐκ σοῦ· ἐγὼ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου, ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐναντίον αὐτῆς· κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ.
Ὅταν ἡ Σάρα εἶδε τὴν συμπεριφορὰν αὐτὴν τῆς Ἄγαρ, εἶπε πρὸς τὸν Ἅβραμ: «Ἀδικοῦμαι ἐξ ἀφορμῆς ἰδικῆς σου» (σὺ εἶσαι ὑπεύθυνος διὰ τὴν αὐθάδειάν της· ἐφάνης ἀπέναντί της ἐλαστικὸς καὶ αὐτὴ τὸ 'πῆρε ἐπάνω της). «Ἐγὼ σοῦ ἔδωκα τὴν δούλην μου εἰς τὴν ἀγκάλην σου· αὐτὴ ὅμως, ὅταν διεπίστωσε ὅτι εἶναι ἔγκυος, ὑπερηφανεύθη καὶ μὲ ἐπεριφρόνησε· ἂς κρίνῃ ὁ Θεὸς μεταξὺ ἐμοῦ καὶ σοῦ ποῖος ἔχει τὸ δίκαιον. Τὸ ἀδίκημα, ποὺ μοῦ ἔκαμες, ἀνεχόμενος τὴν ὑβριστικὴν συμπεριφορὰν τῆς Ἄγαρ πρὸς ἑμέ, ἀπὸ τὸν Θεὸν να τὸ εὕρῃς».
- 6
εἶπε δὲ ῞Αβραμ πρὸς Σάραν· ἰδοὺ ἡ παιδίσκη σου ἐν ταῖς χερσί σου· χρῶ αὐτῇ ὡς ἄν σοι ἀρεστόν ᾖ. καὶ ἐκάκωσεν αὐτὴν Σάρα, καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς.
Ἀλλ’ ὁ Ἅβραμ ἀπάντησε μὲ πραότητα καὶ συγκατάβασην πρὸς τὴν παραπονουμένη Σάραν καὶ τῆς εἶπε· «νά, ἡ δούλη σου εἶναι εἰς τὰ χέρια σου· κανεὶς δὲν σοῦ ἐστέρησε τὴν ἐξουσίαν, ποὺ ἔχεις ἐπάνω της· μεταχειρίσου την ὅπως σοῦ ἀρέσει· δεν ἐπεμβαίνω εἰς τὸ νοικοκυριὸ καὶ εἰς τὸ σπίτι σου». Καὶ ἡ Σάρα ἐκακομεταχειρίσθη τὴν Ἄγαρ καὶ τῆς ἐφέρθη μὲ αὐστηρότητα. Αὐτὴ δέ, ἐπειδὴ ἐτιμωρήθη διὰ τὴν αὐθάδειάν της, ἔφυγε κρυφὰ ἀπὸ τὴν Σάραν καὶ τὴν σκηνὴν τοῦ Ἅβραμ.
- 7
Εὗρε δὲ αὐτὴν ἄγγελος Κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ, ἐπὶ τῆς πηγῆς ἐν τῇ ὁδῷ Σούρ.
Ἕνας ἄγγελος δὲ τοῦ Κυρίου εὑρῆκε τὴν Ἄγαρ νὰ πλανᾶται εἰς τὴν ἔρημον κοντὰ εἰς κάποιαν πηγήν, ἡ ὁποία εὑρίσκετο εἰς τὸν δρόμον πρὸς τὴν ἔρημον Σούρ (βορειοανατολικὰ σύνορα τῆς Αἰγύπτου).
- 8
καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου. ῎Αγαρ, παιδίσκη Σάρας, πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ; καὶ εἶπεν· ἀπὸ προσώπου Σάρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω.
Καὶ εἶπε πρὸς αὐτὴν ὁ ἄγγελος τοῦ Κυρίου· «Ἄγαρ, δούλη τῆς Σάρας, ἀπὸ ποὺ ἔφυγες, ἀπὸ ποὺ ἔρχεσαι καὶ ποὺ πηγαίνεις;» Ἡ Ἄγαρ ταπεινωμένη ἀπάντησε· Ἔφυγα κρυφά, ἐδραπέτευσα ἀπὸ τὴν Σάραν, τὴν κυρίαν μου».
- 9
εἶπε δὲ αὐτῇ ὁ ἄγγελος Κυρίου· ἀποστράφηθι πρὸς τὴν κυρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς.
Εἶπε δὲ πρὸς αὐτὴν ὁ ἄγγελος τοῦ Κυρίου· «γύρισε πίσω κοντὰ εἰς τὴν κυρίαν σου καὶ ταπεινώσου κάτω ἀπὸ τὴν ἐξουσίαν της· νὰ ὑποταχθῇς μὲ εὐγνωμοσύνην εἰς αὐτήν, διὰ τὴν τιμὴν ποὺ σοῦ ἔκαμε, διότι αὐτὸ εἶναι τὸ συμφέρον σου».
- 10
καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· πληθύνων πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμηθήσεται ὑπὸ τοῦ πλήθους.
Καὶ ὁ ἄγγελος τοῦ Κυρίου τῆς ἐπρόσθεσεν ἀκόμη· «θὰ πληθύνω πάρα πολὺ τοὺς ἀπογόνους σου τόσον, ὥστε λόγῳ τοῦ πλήθους νὰ μὴ ἠμποροῦν νὰ ἀριθμηθοῦν».
- 11
καί εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· ἰδού, σὺ ἐν γαστρί ἔχεις καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Ισμαήλ, ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου.
Καὶ συνεπλήρωσεν ἀκόμη ὁ ἄγγελος τοῦ Κυρίου· «νά, τώρα εἶσαι ἔγκυος· θὰ γεννήσῃς υἱὸν καὶ θὰ τὸν ὀνομάσῃς Ἰσμαήλ (ποὺ σημαίνει, ὁ Θεὸς ἀκούει), διότι ὁ Κύριος σὲ ἄκουσε καὶ διετέθη μὲ εὐμένειαν ἀπέναντί σου ἕνεκα τῆς συμφορᾶς, τῆς θλίψεως καὶ τῆς ταλαιπωρίας σου.
- 12
οὗτος ἔσται ἄγροικος ἄνθρωπος αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας, καὶ αἱ χεῖρες πάντων ἐπ᾿ αὐτόν, καὶ κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατοικήσει.
Ὁ υἱός σου αὐτός, τὸν ὁποῖον θὰ γεννήσῃς, θὰ εἶναι ἄνθρωπος τῆς ὑπαίθρου, τραχύς, φιλόνεικος, τόσον δυνατός, ὥστε ἔνεκα καὶ τοῦ ἀνυποτάκτου χαρακτῆρος του θὰ στρέφεται συνεχῶς ἐναντίον ὅλων καὶ θὰ τοὺς ἐνοχλῇ καὶ ὅλοι θὰ στρέφωνται ἐναντίον του καὶ θὰ τὸν ἐνοχλοῦν. Οἱ ἀπόγονοί του θὰ κατοικήσουν εἰς τὰ ἀνατολικὰ τῶν ἀδελφῶν τοὺς Ἰσραηλιτῶν (ἀπογόνων τοῦ Ἅβραμ ἀπὸ τὸν γνήσιον υἱόν του, τὸν Ἰσαάκ)».
- 13
καὶ ἐκάλεσεν ῎Αγαρ τὸ ὄνομα Κυρίου τοῦ λαλοῦντος πρὸς αὐτήν· σὺ ὁ Θεὸς ὁ ἐπιδών με, ὅτι εἶπε· καὶ γὰρ ἐνώπιον εἶδον ὀφθέντα μοι.
Ἡ Ἄγαρ γεμάτη εὐγνωμοσύνην διὰ τὰ ὅσα ἄκουσεν, ἐπεκαλέσθη τὸ ὄνομα τοῦ Κυρίου, ὁ ὁποῖος τῆς ἐμιλοῦσε, καὶ εἶπε: «Σὺ εἶσαι ὁ Θεός, ὁ ὁποῖος ἔρριψες εὐσπλαγχνικὸν βλέμμα πρὸς ἐμὲ τὴν δυστυχιαμένην». Καὶ ἡ Ἄγαρ ὡμολόγησε καὶ εἶπε· «πράγματι, εἶδα ἐμπρός μου τὸν Κύριον, ὁ ὁποῖος παρουσιάσθη εἰς ἐμέ».
- 14
ἕνεκεν τούτου ἐκάλεσε τὸ φρέαρ Φρέαρ οὗ ἐνώπιον εἶδον· ἰδοὺ ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Βαράδ.
Διὰ τοῦτο, εὐχαριστοῦσα τὸν εὐεργέτην της Θεόν, ὠνόμασε τὸ πηγάδι, εἰς τὸ ὁποῖον συνήντησε τὸν ἄγγελον, «πηγάδι ὅπου εἶδα τὸν Κύριον». Τὸ πηγάδι τοῦτο εὑρίσκεται μεταξὺ Κάδης καὶ Βαράδ (εἰς τὰ βορειοανατολικὰ τοῦ Σινᾶ).
- 15
Καὶ ἔτεκεν ῎Αγαρ τῷ ῞Αβραμ υἱόν, καὶ ἐκάλεσεν ῞Αβραμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ, ὃν ἔτεκεν αὐτῷ ῎Αγαρ, ᾿Ισμαήλ.
Καὶ ὅταν ἦλθεν ὁ ὡρισμένος καιρός, ἡ Ἄγαρ ἐγέννησεν εἰς τὸν Ἅβραμ υἱὸν καὶ ὁ Ἅβραμ ἔδωκεν εἰς τὸν υἱόν του, τὸν ὁποῖον τοῦ ἐγέννησεν ἡ Ἄγαρ, τὸ ὄνομα Ἰσμαήλ.
- 16
῞Αβραμ δὲ ἦν ἐτῶν ὀγδοηκονταέξ, ἡνίκα ἔτεκεν ῎Αγαρ τῷ ῞Αβραμ τὸν ᾿Ισμαήλ.
Ὁ δὲ Ἅβραμ ἦταν ὄγδοντα ἕξι ἔτων, ὅταν ἡ Ἄγαρ ἐγέννησεν εἰς αὐτὸν τὸν Ἰσμαήλ.
