Γένεσις, κεφάλαιο 14
- 1
ΕΓΕΝΕΤΟ δὲ ἐν τῇ βασιλείᾳ τῇ ᾿Αμαρφὰλ βασιλέως Σενναάρ, καὶ ᾿Αριὼχ βασιλέως ᾿Ελλασάρ, Χοδολλογομὸρ βασιλεὺς ᾿Ελὰμ καὶ Θαργὰλ βασιλεὺς ἐθνῶν
Συνέβη δὲ τοῦτο· τέσσερις βασιλεῖς, δηλαδὴ ὁ Ἀμαρφάλ, βασιλιὰς τῆς Σενναάρ, ὁ Ἀριώχ, βασιλιὰς τῆς Ἐλλασάρ, ὁ Χοδολλογομόρ, βασιλιὰς τῆς Ἐλὰμ καὶ ὁ Θαργάλ, βασιλιᾶς τῶν ἐθνῶν,
- 2
ἐποίησαν πόλεμον μετὰ Βαλλὰ βασιλέως Σοδόμων καὶ μετὰ Βαρσὰ βασιλέως Γομόρρας καὶ μετὰ Σενναὰρ βασιλέως ᾿Αδαμὰ καὶ μετὰ Συμοβὸρ βασιλέως Σεβωείμ, καὶ βασιλέως Βαλάκ (αὕτη ἐστὶ Σηγώρ).
ἐκήρυξαν πόλεμον ἐναντίον τοῦ Βαλλά, βασιλιᾶ τῶν Σοδόμων καὶ ἐναντίον τοῦ Βαρσά, βασιλιᾶ τῆς Γομόρρας καὶ ἐναντίον τοῦ Σενναάρ, βασιλιὰ τῆς Ἀδαμὰ καὶ ἐναντίον τοῦ Συμοβόρ, βασιλιᾶ τῆς Σεβωεὶμ καὶ ἐναντίον τοῦ βασιλιᾶ τῆς Βαλάκ (ἡ πόλις αὐτὴ εἶναι ἡ ἰδία με τὴν Σηγώρ).
- 3
πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκὴν (αὕτη ἡ θάλασσα τῶν ἁλῶν).
Αὐτοὶ οἱ πέντε βασιλεῖς συνεμάχησαν καὶ συνεκέντρωσαν τὸν στρατόν των εἰς τὴν κοιλάδα τὴν ἀλμυρήν (ἡ ὁποία ὀνομάζεται ἀλμυρὴ θάλασσα) καὶ παρετάχθησαν ἐναντίον τῶν τεσσάρων ἐπιδρομέων βασιλέων.
- 4
δώδεκα ἔτη αὐτοὶ ἐδούλευσαν τῷ Χοδολλογομόρ, τῷ δὲ τρισκαιδεκάτῳ ἔτει ἀπέστησαν.
Αὐτοὶ οἱ πέντε βασιλεῖς ἦσαν ὑπόδουλοι δώδεκα χρόνια εἰς τὸν Χοδολλογομόρ, τὸν βασιλιᾶ τῆς χώρας Ἐλάμ. Ἀλλὰ κατὰ τὸ δέκατον τρίτον ἔτος ἐπανεστάτησαν.
- 5
ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει ἦλθε Χοδολλογομὸρ καὶ οἱ βασιλεῖς μετ᾿ αὐτοῦ καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν ᾿Ασταρὼθ καὶ Καρναΐν, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς καὶ τοὺς ᾿Ομμαίους τοὺς ἐν Σαυῇ τῇ πόλει
Καὶ κατὰ τὸ δέκατον τέταρτον ἔτος ὁ Χοδολλογομὸρ καὶ οἱ τρεῖς σύμμαχοί του ἐπετέθησαν καὶ κατέσφαξαν τοὺς γίγαντες, οἱ ὁποῖοι ἦσαν εἰς τὶς πόλεις Ἄσταρὼθ καὶ Καρναΐν, μαζὶ δὲ μὲ αὐτοὺς καὶ ἄλλα ἰσχυρὰ ἔθνη, τοὺς Ὀμμαίους, οἱ ὁποῖοι κατοικοῦσαν εἰς τὴν πόλιν Σαυή,
- 6
καὶ τοὺς Χορραίους τοὺς ἐν τοῖς ὄρεσι Σηείρ, ἕως τῆς τερεβίνθου τῆς Φαράν, ἥ ἐστιν ἐν τῇ ἐρήμῳ.
καὶ τοὺς Χορραίους, οἱ ὁποῖοι κατοικοῦσαν εἰς τὰ ὅρη Σηείρ, μέχρι τῆς τερεβίνθου τῆς Φαράν, ἡ ὁποία εὑρίσκεται εἰς τὴν ἔρημον (νοτίως τῆς Χαναάν).
- 7
καὶ ἀναστρέψαντες ἦλθον ἐπὶ τὴν πηγὴν τῆς κρίσεως (αὕτη ἐστὶ Κάδης) καὶ κατέκοψαν πάντας τοὺς ἄρχοντας ᾿Αμαλὴκ καὶ τοὺς ᾿Αμορραίους τοὺς κατοικοῦντας ἐν ᾿Ασασονθαμάρ.
Ὁ Χοδολλογομὸρ καί οἰ τρεῖς σύμμαχοί του, ἀφοῦ ἐπέστρεψαν ἀπὸ τὴν ἔρημον Φαράν, ἦλθαν εἰς τὴν πηγὴν τῆς κρίσεως (δηλαδὴ εἰς τὴν τοποθεσίαν Κάδης) καὶ ἐκεῖ ὑπέταξαν καὶ κατέσφαξαν ὅλους τοὺς ἄρχοντες τῶν Ἀμαληκιτῶν καὶ τοὺς Ἀμορραίους, οἱ ὁποῖοι κατοικοῦσαν εἰς τὴν Ἀσασονθαμάρ (κοντὰ εἰς τὴν Νεκρὰν Θάλασσαν).
- 8
ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων καὶ βασιλεὺς Γομόρρας καὶ βασιλεὺς ᾿Αδαμὰ καὶ βασιλεὺς Σεβωεὶμ καὶ βασιλεὺς Βαλάκ (αὕτη ἐστὶ Σηγώρ) καὶ παρετάξαντο αὐτοῖς εἰς πόλεμον ἐν τῇ κοιλάδι τῇ ἁλυκῇ,
Ἐβγῆκαν δἱ οἰ πέντε βασιλεῖς τῆς Πενταπόλεως, δηλαδὴ ὁ βασιλιᾶς τῶν Σοδόμων καὶ ὁ βασιλιᾶς τῆς Γομόρρας καὶ ὁ βασιλιᾶς τῆς Ἀδαμὰ καὶ ὁ βασιλιᾶς τῆς Σεβωεὶμ καὶ ὁ βασιλιᾶς τῆς Βαλάκ (ἡ πόλις αὐτὴ εἶναι ἡ ἰδία μὲ τὴν Σηγώμ), καὶ παρετάχθησαν εἰς πόλεμον κοντὰ εἰς τὴν ἁλμυρὰν κοιλάδα
- 9
πρὸς Χοδολλογομὸρ βασιλέα ᾿Ελὰμ καὶ Θαργὰλ βασιλέα ἐθνῶν καὶ ᾿Αμαρφὰλ βασιλέα Σενναὰρ καὶ ᾿Αριὼχ βασιλέα ᾿Ελλασάρ, οἱ τέσσαρες βασιλεῖς πρὸς τοὺς πέντε.
ἐναντίον τῶν τεσσάρων ἐπιδρομέων· δηλαδή, ἐναντίον τοῦ Χοδολλογομὸρ βασιλιᾶ τῆς χώρας Ἐλὰμ καὶ τοῦ Θαργὰλ βασιλιᾶ τῶν ἐθνῶν καὶ τοῦ Ἀμαρφὰλ βασιλιὰ τῆς χώρας Σενναὰρ καὶ τοῦ Ἀριὼχ βασιλιᾶ τῆς πόλεως Ἐλλασάρ. Οἱ τέσσερις αὐτοὶ βασιλεῖς παρετάχθησαν εἰς πόλεμον ἐναντίον τῶν πέντε βασιλέων τῆς Πενταπόλεως.
- 10
ἡ δὲ κοιλὰς ἡ ἁλυκή, φρέατα ἀσφάλτου. ἔφυγε δὲ βασιλεὺς Σοδόμων καὶ βασιλεὺς Γομόρρας καὶ ἐνέπεσαν ἐκεῖ, οἱ δὲ καταλειφθέντες εἰς τὴν ὀρεινὴν ἔφυγον.
Ἡ ἀλμυρὴ ἐκείνη κοιλάδα ἦταν γεμάτη ἀπὸ λάκκους μὲ πίσσαν ἀσφάλτου. Ἐμπρὸς εἰς τὴν ἀνδρείαν καὶ τὴν δύναμιν τῶν ἐπιδρομέων ἐνικήθησαν καὶ ἐτράπησαν εἰς φυγὴν ὁ βασιλιᾶς τῶν Σοδόμων καὶ ὁ βασιλιᾶς τῆς Γομόρρας καὶ ἔπεσαν μέσα εἰς τοὺς πισσωμένους λάκκους τῆς κοιλάδος· ὅσοι ἀπέμειναν κατέφυγαν εἰς τὰ ὅρη.
- 11
ἔλαβον δὲ τὴν ἵππον πᾶσαν τὴν Σοδόμων καὶ Γομόρρας καὶ πάντα τὰ βρώματα αὐτῶν καὶ ἀπῆλθον.
Ἀφοῦ δὲ ἔφυγαν ὅλοι, ὁ Χοδολλογομὸρ καὶ οἱ τρεῖς σύμμαχοί του ἐπῆραν ὡς λάφυρα ὅλον τὸ ἱππικὸν τῶν Σοδόμων καὶ τῆς Γομόρρας καὶ ἅρπαξαν ὅλα τὰ τρόφιμά των καὶ ἔφυγαν.
- 12
ἔλαβον δὲ καὶ τὸν Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ ῞Αβραμ καὶ τὴν ἀποσκευὴν αὐτοῦ καὶ ἀπῴχοντο· ἦν γὰρ κατοικῶν ἐν Σοδόμοις.
Συνέλαβαν δὲ ὡς αἰχμάλωτον καὶ τὸν Λώτ, τὸν υἱὸν τοῦ ἀδελφοῦ τοῦ Ἅβραμ, μὲ ὅλην τὴν κινητὴν περιουσίαν του καὶ ἔφυγαν. Ὁ Λὼτ συνελήφθη αἰχμάλωτος, διότι κατοικοῦσεν εἰς τὰ Σόδομα.
- 13
Παραγενόμενος δὲ τῶν ἀνασωθέντων τις ἀπήγγειλεν ῞Αβραμ τῷ περάτῃ· αὐτὸς δὲ κατῴκει παρὰ τῇ δρυΐ τῇ Μαμβρῇ ᾿Αμορραίου τοῦ ἀδελφοῦ ᾿Εσχὼλ καὶ τοῦ ἀδελφοῦ Αὐνάν, οἳ ἦσαν συνωμόται τοῦ ῞Αβραμ.
Ἕνας ὅμως ἀπὸ ἐκείνους ποὺ ἐγλύτωσαν ἀπὸ τὴν μάχην, ἦλθεν εἰς τὸν Ἅβραμ, τὸν ὁποῖον οἰ ἐντόπιοι ὠνόμαζαν περάτην (διότι ἐπέρασεν ἀπὸ τὴν περιοχὴν τοῦ Εὐφράτου εἰς τὴν γῆν Χαναάν), καὶ ἀνήγγειλεν εἰς αὐτὸν τὴν καταστροφὴν καὶ τὴν ἐρήμωσιν, ποὺ ἐπροξένησεν ὁ Χοδολλογομὸρ μὲ τοὺς συμμάχους του. Ὁ Ἅβραμ κατοικοῦσε κοντὰ εἰς τὴν βελανιδιάν, ἡ ὁποία ἀνῆκεν εἰς τὸν Μαμβρῆν τὸν Ἀμορραῖον καὶ ἦταν εἰς τὴν Χεβρών. Ὁ Μαμβρῆς ἦταν ἀδελφὸς τοῦ Ἐσχὼλ καὶ τοῦ Αὐνάν, οἱ ὁποῖοι εἶχαν συνάψει συμφωνίαν φιλίας μαζὶ μὲ τὸν Ἅβραμ.
- 14
ἀκούσας δὲ ῞Αβραμ ὅτι ᾐχμαλώτευται Λὼτ ὁ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δάν.
Ὅταν δὲ ὁ Ἅβραμ ἐπληροφορήθη ὅτι συνελήφθη αἰχμάλωτος ὁ Λὼτ ὁ ἀνεψιός του, ἐστρατολόγησε τοὺς δούλους, οἱ ὁποῖοι εἶχαν γεννηθῇ εἰς τὸν οἶκον του, τριακοσίους δεκαοκτώ, καὶ μὲ τοὺς ἄνδρες αὐτοὺς κατεδίωξε τοὺς τέσσερις βασιλεῖς μέχρι τῆς πόλεως Δὰν (ἢ Λαΐδος), ποὺ εἶναι βόρεια τῆς Παλαιστίνης, κοντὰ εἰς τὶς πηγὲς τοῦ Ἰορδάνη.
- 15
καὶ ἐπέπεσεν ἐπ᾿ αὐτοὺς τὴν νύκτα αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς καὶ κατεδίωξεν αὐτοὺς ἕως Χοβά, ἥ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ.
Ὅταν ὁ Ἅβραμ τοὺς ἐπροφθασεν εἰς τὴν Δάν (κοντὰ εἰς τοὺς πρόποδες τοῦ ὅρους Ἐρμών), ἐπετέθη ἐναντίον των κατὰ τὴν διάρκειαν τῆς νύκτας αὐτὸς καὶ οἱ δοῦλοι του καὶ τοὺς ἐνίκησε καὶ τοὺς κατεδίωξε μέχρι τῆς πόλεως Χοβά, ἡ ὁποία εὑρίσκεται ἀριστερὰ τῆς πόλεως Δαμασκοῦ.
- 16
καὶ ἀπέστρεψε πᾶσαν τὴν ἵππον Σοδόμων, καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ τὰς γυναῖκας καὶ τὸν λαόν.
Μετὰ τὴν νίκην ὁ Ἅβραμ ἐκυρίευσε καὶ ἔφερε πίσω ὅλον τὸ ἱππικὸν τῶν Σοδόμων, ποὺ εἶχαν ἁρπάξει οἰ ἐχθροί· ἐλευθέρωσεν ἐπίσης καὶ τὸν Λώτ, τὸν ἀνεψιόν του, μὲ ὅλα τὰ ὑπάρχοντά του καὶ τὶς γυναῖκες καὶ τὸν λαόν.
- 17
᾿Εξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ, μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολλογομὸρ καὶ τῶν βασιλέων τῶν μετ᾿ αὐτοῦ, εἰς τὴν κοιλάδα τοῦ Σαβύ (τοῦτο ἦν τὸ πεδίον τῶν βασιλέων).
Ὅταν ὁ Ἅβραμ ἐπέστρεψε νικητὴς μετὰ τὴν συντριπτικὴν ἧτταν καὶ τὴν τελείαν κατατρόπωσιν τοῦ Χοδολλογομὸρ καὶ τῶν ἄλλων βασιλέων, ποὺ ἦσαν μαζί του, καὶ ὅταν ἔφθασεν ἔξω ἀπὸ τὴν Ἱερουσαλήμ, ὁ βασιλιᾶς τῶν Σοδόμων ἐβγῆκε καὶ ἦλθε πρὸς συνάντησίν του εἰς τὴν κοιλάδα τοῦ Σαβύ (αὐτὴ ἦταν ἡ πεδιάδα τῶν βασιλέων).
- 18
καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου.
Καὶ ὁ Μελχισεδέκ, ὁ βασιλιὰς τῆς Ἱερουσαλήμ, ἔφερε καὶ προσέφερεν εἰς τὸν Ἅβραμ ψωμιὰ καὶ κρσι, ἦταν δὲ ὁ Μελχισεδὲκ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου.
- 19
καὶ εὐλόγησε τὸν ῞Αβραμ καὶ εἶπεν· εὐλογημένος ῞Αβραμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν.
Τότε ὁ Μελχισεδὲκ εὐλόγησε τὸν Ἅβραμ καὶ εἶπε: «Νὰ εἶναι εὐλογημενος ὁ Ἅβραμ ἀπὸ τὸν Θεὸν τὸν Ὕψιστον, ὁ ὁποῖος ἐδημιούργησε τὸν οὐρανὸν καὶ τὴν γῆν.
- 20
καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. καὶ ἔδωκεν αὐτῷ ῞Αβραμ δεκάτην ἀπὸ πάντων.
Καὶ εὐλογητὸς καὶ δοξασμένος να εἶναι ὁ Θεὸς ὁ Ὕψιστος, ὁ ὁποῖος παρέδωκε τοὺς ἐχθρούς σου εἰς τὰ χέρια σου καὶ τοὺς ὑπέταξεν εἰς σέ». Καὶ ὁ Ἅβραμ, ὡς εὐγνωμοσύνην διὰ τὴν εὐλογίαν, καὶ διὰ νὰ τιμήσῃ τὸν Μελχισεδὲκ ὡς ἱερέα τοῦ Θεοῦ τοῦ ὑψίστου, ἔδωκεν εἰς αὐτὸν τὸ ἕνα δέκατον ἀπὸ ὅλα τὰ λάφυρα, τὰ ὁποῖα εἶχε κυριεύσει.
- 21
εἶπε δὲ βασιλεὺς Σοδόμων πρὸς ῞Αβραμ· δός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λάβε σεαυτῷ.
Ὁ βασιλιᾶς τῶν Σοδόμων, ὁ ὁποῖος ἐξεπλάγη ἀπὸ τὴν μεγαλοψυχίαν τοῦ νικητοῦ Ἅβραμ, τοῦ εἶπε· «δός μου τοὺς ἄνδρες μου, ποὺ εἶχεν αἰχμαλωτίσει ὁ Χοδολλογομὸρ καὶ τοὺς ὁποίους ἐλευθέρωσες, τὸ δὲ ἱππικὸν κράτησέ το ὡς ἀμοιβὴν διὰ τὸν ἑαυτόν σου».
- 22
εἶπε δὲ ῞Αβραμ πρὸς τὸν βασιλέα Σοδόμων· ἐκτενῶ τὴν χεῖρά μου πρὸς Κύριον τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν,
Ὁ Ἅβραμ ὅμως ἀπάντησε πρὸς τὸν βασιλέα τῶν Σοδόμων: «Ἁπλώνω τὸ χέρι μου καὶ ὁρκίζομαι πρὸς Κύριον τὸν Θεὸν τὸν Ὕψιστον, ὁ ὁποῖος ἐδημιούργησε τὸν οὐρανὸν καὶ τὴν γῆν
- 23
εἰ ἀπὸ σπαρτίου ἕως σφυρωτῆρος ὑποδήματος λήψομαι ἀπὸ πάντων τῶν σῶν, ἵνα μὴ εἴπῃς, ὅτι ἐγὼ ἐπλούτισα τὸν ῞Αβραμ·
ὅτι δὲν θὰ λάβω ἀπὸ τὰ ἰδικά σου πράγματα τίποτε, οὔτε κλωστὴν μέχρι σχοινὶ ὑποδήματος· δηλαδὴ οὐδὲ τὸ ἐλάχιστον, τὸ εὐτελὲς καὶ εὐκαταφρόνητον, διὰ νὰ μὴ εἴπῃς ὅτι ἐγὼ ἔκαμα πλούσιον τὸν Ἅβραμ.
- 24
πλὴν ὧν ἔφαγον οἱ νεανίσκοι καὶ τῆς μερίδος τῶν ἀνδρῶν τῶν συμπορευθέντων μετ᾿ ἐμοῦ, ᾿Εσχώλ, Αὐνάν, Μαμβρῆ, οὗτοι λήψονται μερίδα.
Δὲν θὰ λάβω τίποτε παρὰ μόνον τὶς τροφές, ποὺ ἐδαπάνησαν οἱ δοῦλοι μου εἰς τὸν πόλεμον, καὶ τὴν μερίδα τῶν πολεμιστῶν, οἱ ὁποῖοι ἐξεστράτευσαν μαζί μου· δηλαδὴ θὰ λάβουν τὸ δίκαιον μερίδιόν των ἀπὸ τὰ λάφυρα οἱ ἄνδρες τῶν συμμάχων μου Ἐσχώλ, Αὐνὰν καὶ Μαμβρῆ».
