Γ΄ Βασιλειών, κεφάλαιο 9
- 1
ΚΑΙ ἐγενήθη ὡς συνετέλεσε Σαλωμὼν οἰκοδομεῖν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πᾶσαν τὴν πραγματείαν Σαλωμών, ὅσα ἠθέλησε ποιῆσαι,
Όταν ὁ Σολομὼν ὠλοκλήρωσε τὴν ἀνοικοδόμησιν τοῦ ναοῦ τοῦ Θεοῦ καὶ τοῦ βασιλικοῦ ἀνακτόρου καὶ γενικῶς ὅλων τῶν οἰκοδομημάτων, ποὺ ἡθέλησε νὰ οἰκοδομήσῃ,
- 2
καὶ ὤφθη Κύριος τῷ Σαλωμὼν δεύτερον, καθὼς ὤφθη ἐν Γαβαών,
ὁ Κύριος παρουσιάσθη μὲ θεῖον καὶ ἱερὸν καὶ ὑπερφυσικὸν ὄνειρον εἰς τὸν Σολομῶντα (ἐνῷ ἐκοιμᾶτο) διὰ δευτέραν φοράν, ὅπως τοῦ παρουσιάσθη προηγουμένως (διὰ πρώτην φορὰν) εἰς τὴν Γαβαών,
- 3
καὶ εἶπε πρὸς αὐτὸν Κύριος· ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου καὶ τῆς δεήσεώς σου, ἧς ἐδεήθης ἐνώπιόν μου· πεποίηκά σοι κατὰ πᾶσαν τὴν προσευχήν σου, ἡγίακα τὸν οἶκον τοῦτον, ὃν ᾠκοδόμησας τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν αἰῶνα, καὶ ἔσονται οἱ ὀφθαλμοί μου ἐκεῖ καὶ ἡ καρδία μου πάσας τὰς ἡμέρας.
καὶ εἶπε πρὸς αὐτόν: «Ἄκουσα τὴν φωνὴν τῆς προσευχῆς σου καὶ τῶν ἱκετευτικῶν παρακλήσεών σου, τὶς ὁποῖες ἀπηύθυνες πρὸς ἐμέ. Ἐπρόσεξα καὶ ἰκανοποίησα ὅλα τὰ αἰτήματα, ποὺ μοῦ ἐζήτησες εἰς τὴν προσευχήν σου: Ἁγίασα, ἐξεχώρισα τὸν Ναὸν αὐτόν, τὸν ὁποῖον ἔκτισες καὶ ἀφιέρωσες εἰς ἐμέ, διὰ νὰ δοξάζεται καὶ νὰ λατρεύεται εἰς αὐτὸν αἰωνίως τὸ Ὄνομά μου· εἰς αὐτὸν τὸν Ναὸν θὰ εἶναι πάντοτε στραμμένοι οἱ ὀφθαλμοί μου καὶ ἡ καρδιά μου.
- 4
καὶ σὺ ἐὰν πορευθῇς ἐνώπιον ἐμοῦ, καθὼς ἐπορεύθη Δαυὶδ ὁ πατήρ σου, ἐν ὁσιότητι καρδίας καὶ ἐν εὐθύτητι καὶ τοῦ ποιεῖν κατὰ πάντα, ἃ ἐνετειλάμην αὐτῷ, καὶ τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου φυλάξῃς,
Σὺ δὲ ἐὰν συμπεριφερθῇς ἀπέναντί μου, ὅπως εἶχε συμπεριφερθῆ ὁ Δαβίδ, ὁ πατέρας σου, μὲ ἀφοσίωσιν καρδίας καὶ εὐθύτητα καὶ εἰλικρίνειαν, καὶ ἐὰν ἐφαρμόζῃς μὲ ἀκρίβειαν ὅλα ὅσα τὸν εἶχα διατάξει, καὶ φυλάττῃς ὅλα τὰ προστάγματα καὶ τοὺς νόμους μου καὶ ὑπακούῃς εἰς ὅλες τὶς ἐντολὲς καὶ τὶς ἀποφάσεις μου,
- 5
καὶ ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου ἐν ᾿Ισραὴλ εἰς τὸν αἰῶνα, καθὼς ἐλάλησα Δαυὶδ πατρί σου λέγων· οὐκ ἐξαρθήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν ᾿Ισραήλ.
τότε καὶ ἐγὼ θὰ στερεώσω τὸν βασιλικόν σου θρόνον μεταξὺ τῶν Ἰσραηλιτῶν αἰωνίως, ὅπως εἶχα ὑποσχεθῇ εἰς τὸν Δαβίδ, τὸν πατέρα σου, εἰς τὸν ὁποῖον εἶπα: «Δὲν θὰ λείψῃ ποτὲ ἀπόγονός σου (διάδοχός σου) ἀπὸ τὸν βασιλικὸν θρόνον σου (ἐπί) τοῦ Ἰσραηλιτικοῦ λαοῦ».
- 6
ἐὰν δὲ ἀποστραφέντες ἀποστραφῆτε ὑμεῖς καὶ τὰ τέκνα ὑμῶν ἀπ᾿ ἐμοῦ, καὶ μὴ φυλάξητε τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ἃ ἔδωκε Μωυσῆς ἐνώπιον ὑμῶν, καὶ πορευθῆτε καὶ δουλεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς,
Ἐὰν ὅμως ἀποστραφῆτε ἀπὸ ἐμὲ σεῖς καὶ οἱ ἀπόγονοί σας καὶ δὲν φυλάξετε τὶς ἐντολὲς καὶ τὶς ἀποφάσεις μου, τὰ προστάγματα καὶ τοὺς νόμους μου, ποὺ ἔδωκεν εἰς σᾶς ὁ Μωϋσῆς (κατ ἐντολὴν ἰδικήν μου), καὶ προχωρήσετε καὶ λατρεύσετε ἄλλους θεοὺς καὶ προσκυνήσετε αὐτούς,
- 7
καὶ ἐξαρῶ τὸν ᾿Ισραὴλ ἀπὸ τῆς γῆς ἣν ἔδωκα αὐτοῖς, καὶ τὸν οἶκον τοῦτον, ὃν ἡγίασα τῷ ὀνόματί μου, ἀπορρίψω ἐκ προσώπου μου, καὶ ἔσται ᾿Ισραὴλ εἰς ἀφανισμὸν καὶ εἰς λάλημα εἰς πάντας τοὺς λαούς.
τότε καὶ ἐγὼ θὰ ξερριζώσω τὸν Ἰσραηλιτικὸν λαὸν ἀπὸ τὴν γῆν, τὴν ὁποίαν τοὺς ἔδωκα· αὐτὸν δὲ τὸν Ναόν, τὸν ὁποῖον ἁγίασα καὶ ἀφιέρωσα εἰς τὸ Ὄνομά μου, θὰ τὸν ἀπορρίψω καὶ θὰ τὸν ἀποδιώξω ἀπὸ τὸ πρόσωπόν μου· καὶ ὁ Ἰσραηλιτικὸς λαὸς θὰ ἀφανισθῇ καὶ θὰ γίνῃ ἀντικείμενον εἰρωνείας, ἐμπαιγμοῦ καὶ χλεύης μεταξὺ ὅλων τῶν ἐθνῶν.
- 8
καὶ ὁ οἶκος οὗτος ἔσται ὁ ὑψηλός, πᾶς ὁ διαπορευόμενος δι᾿ αὐτοῦ ἐκστήσεται καὶ συριεῖ καὶ ἐροῦσιν· ἕνεκεν τίνος ἐποίησε Κύριος οὕτως τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ;
Ὁ μεγαλοπρεπὴς αὐτὸς Ναός, ὁ ὁποῖος σήμερον εἶναι ὑψηλός (διότι εἶναι κτισμένος εἰς τὸν λόφον Μορία), ἐπίσημος καὶ φημισμένος, θὰ ἐρειπωθῇ τόσον πολύ, ὥστε ὅποιος θὰ περνᾷ ἀπὸ δίπλα του, θὰ ἐκπλήσσεται, θὰ σφυρίζῃ, θὰ διερωτᾶται γεμᾶτος ἀπορίαν καὶ θὰ λέγῃ: «Διὰ ποῖον λόγον ὁ Κύριος ἐτιμώρησε ἔτσι τὴν χώραν αὐτὴν καὶ ἐρήμωσεν ἔτσι τὸν Ναὸν αὐτόν;»
- 9
καὶ ἐροῦσιν· ἀνθ᾿ ὧν ἐγκατέλιπον Κύριον Θεὸν αὐτῶν, ὃς ἐξήγαγε τοὺς πατέρας αὐτῶν ἐξ Αἰγύπτου, ἐξ οἴκου δουλείας, καὶ ἀντελάβοντο θεῶν ἀλλοτρίων καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐδούλευσαν αὐτοῖς, διὰ τοῦτο ἐπήγαγε Κύριος ἐπ᾿ αὐτοὺς τὴν κακίαν ταύτην.9αΤότε ἀνήγαγε Σαλωμὼν τὴν θυγατέρα Φαραὼ ἐκ πόλεως Δαυὶδ εἰς οἶκον αὐτοῦ, ὃν ᾠκοδόμησεν ἑαυτῷ ἐν ταῖς ἡμέραις ἐκείναις.
Εἰς αὐτὸ τὸ γεμᾶτον ἀπορίαν ἐρώτημα θὰ τοὺς ἀπαντοῦν: «Ὅλα αὐτὰ ἔγιναν, διότι (οἱ Ἰσραηλῖται) ἐγκατέλειψαν Κύριον τὸν Θεόν των, ὁ ὁποῖος ἐλευθέρωσε καὶ ἔβγαλε ἀπὸ τὴν Αἴγυπτον τοὺς προπάτορές των ἀπὸ τὴν κατάστασιν τῆς δουλείας, καὶ διότι ὑπετάγησαν καὶ ἀφωσιώθηκαν εἰς ξένους (εἰδωλολατρικούς) θεοὺς καὶ τοὺς ἐπροσκύνησαν καὶ τοὺς ἐλάτρευσαν· διὰ τοῦτο ὁ Κύριος ἐπροξένησε καὶ ἔσυρεν ἐπάνω τους ὅλην αὐτὴν τὴν μεγάλην συμφοράν»,9αΤότε ὁ Σολομὼν ὠδήγησε τὴν θυγατέρα τοῦ Φαραώ (ποὺ εἶχε νυμφευθῆ) ἀπὸ τὴν πόλιν τοῦ Δαβὶδ εἰς τὸ παλάτι του, τὸ ὁποῖον εἶχε κτίσει διὰ τὸν ἑαυτόν του κατὰ τὴν ἐποχὴν ἐκείνην.
- 10
Εἴκοσιν ἔτη ἐν οἷς ᾠκοδόμησε Σαλωμὼν τοὺς δύο οἴκους, τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως,
Ὁ Σολομὼν ἐχρειάσθη εἴκοσι ἔτη διὰ νὰ ἀνοικοδομήσῃ τὰ δύο οἰκοδομήματα, τὸν Ναὸν τοῦ Κυρίου καὶ τὸ βασιλικὸν ἀνάκτορον.
- 11
Χιρὰμ ὁ βασιλεὺς Τύρου ἀντελάβετο τοῦ Σαλωμὼν ἐν ξύλοις κεδρίνοις καὶ ἐν ξύλοις πευκίνοις καὶ ἐν χρυσίῳ καὶ ἐν παντὶ θελήματι αὐτοῦ. τότε ἔδωκεν ὁ βασιλεὺς τῷ Χιρὰμ εἴκοσι πόλεις ἐν τῇ γῇ τῇ Γαλιλαίᾳ.
Ὁ δὲ Χιράμ, ὁ βασιλιᾶς τῆς Τύρου, ἐβοήθησε τὸν Σολομῶντα μὲ ξυλείαν ἀπὸ κέδρους καὶ μὲ ξυλείαν ἀπὸ πεῦκα καὶ μὲ χρυσάφι καὶ μὲ ὅ,τι ἄλλο ἠθέλησεν ὁ Σολομών. Τότε ὁ βασιλιᾶς Σολομὼν ἔδωκεν εἰς τὸν Χιρὰμ εἴκοσι πόλεις εἰς τὴν περιοχὴν τῆς Γαλιλαίας.
- 12
καὶ ἐξῆλθε Χιρὰμ ἐκ Τύρου καὶ ἐπορεύθη εἰς τὴν Γαλιλαίαν τοῦ ἰδεῖν τὰς πόλεις, ἃς ἔδωκεν αὐτῷ Σαλωμών, καὶ οὐκ ἤρεσαν αὐτῷ·
Ὁ Χιρὰμ ἐβγῆκε ἀπὸ τὴν Τυρὸν καὶ ἐπῆγε εἰς τὴν περιοχὴν τῆς Γαλιλαίας διὰ νὰ ἰδῇ τὶς πόλεις, τὶς ὁποῖες τοῦ ἔδωκεν ὁ Σολομών· οἱ πόλεις ὅμως αὐτὲς δὲν τοῦ ἄρεσαν.
- 13
καὶ εἶπε· τί αἱ πόλεις αὗται, ἃς ἔδωκάς μοι, ἀδελφέ; καὶ ἐκάλεσεν αὐτὰς ῞Οριον ἕως τῆς ἡμέρας ταύτης.
Δι’ αὐτὸ παραπονούμενος εἶπεν εἰς τὸν Σολομῶντα: «Τί εἴδους πόλεις εἶναι αὐτές, ποὺ μοῦ ἔδωκες, ἀδελφέ;» Ὠνόμασε δὲ τὶς πόλεις ἐκεῖνες «Ὅριον», ἔτσι δὲ ὀνομάζονται οἱ πόλεις αὐτὲς μέχρι τῆς ἡμέρας, ποὺ γράφονται οἱ γραμμὲς αὐτές.
- 14
καὶ ἤνεγκε Χιρὰμ τῷ Σαλωμὼν ἑκατὸν καὶ εἴκοσι τάλαντα χρυσίου
Ὁ Χιρὰμ προσέφερεν εἰς τὸν Σολομῶντα ἑκατὸν εἴκοσι (120) τάλαντα χρυσοῦ.
- 26
καὶ ναῦν ὑπὲρ οὗ ἐποίησεν ὁ βασιλεὺς Σαλωμὼν ἐν Γασιὼν Γαβὲρ τὴν οὖσαν ἐχομένην Αἰλὰθ ἐπὶ τοῦ χείλους τῆς ἐσχάτης θαλάσσης ἐν γῇ ᾿Εδώμ.
Ὁ Χιρὰμ προσέφερεν ἐπίσης εἰς τὸν Σολομῶντα καὶ ναυτικόν, χάριν τοῦ ὁποίου ὁ βασιλιᾶς Σολομὼν κατεσκεύασε ναύσταθμον εἰς τὴν Γασιὼν Γαβέρ, ἡ ὁποία εἶναι κοντὰ εἰς τὴν Αἰλάθ (εἰς τὸν κόλπον τῆς Ἄκαμπα), εἰς τὰ παράλια τῆς Ἐρυθρᾶς θαλάσσης, ἡ ὁποία εὐρίσκεται εἰς τὸ κάτω μέρος (τὰ νότια) τῆς Ἰδουμαίας.
- 27
καὶ ἀπέστειλε Χιρὰμ ἐν τῇ νειὶ τῶν παίδων αὐτοῦ ἄνδρας ναυτικοὺς ἐλαύνειν εἰδότας θάλασσαν μετὰ τῶν παίδων Σαλωμών.
Ὁ Χιρὰμ ἔστειλεν ἐπίσης διὰ τὸ ναυτικὸν αὐτὸ ὡς πλήρωμα ἄνδρες ἀπὸ τοὺς ἰδικούς του πεπειραμένους· ναυτικούς, οἱ ὁποῖοι ἦσαν ἐξοικειωμένοι μὲ τὴν θάλασσαν καὶ εἶχαν ναυτικὲς γνώσεις· αὐτοὶ εἶχαν ἐπανδρώσει τὰ πλοῖα μαζὶ μὲ τοὺς ἄνδρες τοῦ Σολομῶντος.
- 28
καὶ ἦλθον εἰς Σωφηρὰ καὶ ἔλαβον ἐκεῖθεν χρυσίου ἑκατὸν εἴκοσι τάλαντα καὶ ἤνεγκαν τῷ βασιλεῖ Σαλωμών.
Τὸ ναυτικὸν τοῦτο ἔπλευσεν εἰς Σωφηρὰ καὶ παρέλαβεν ἀπὸ ἐκεῖ ἑκατὸν εἴκοσι (120) τάλαντα χρυσάφι καὶ τὸ ἔφεραν εἰς τὸν βασιλιᾶ Σολομῶντα.
