Γ΄ Βασιλειών, κεφάλαιο 1
- 1
ΚΑΙ ὁ βασιλεὺς Δαυὶδ πρεσβύτερος προβεβηκὼς ἡμέραις, καὶ περιέβαλλον αὐτὸν ἱματίοις, καὶ οὐκ ἐθερμαίνετο.
Ο βασιλιᾶς Δαβὶδ εἶχε γηράσει καὶ εἶχε προχωρήσει πολὺ εἰς τὰ χρόνια· καὶ παρ' ὅλον ὅτι οἱ ὑπηρέται τοῦτον ἐσκέπαζαν μὲ ροῦχα καὶ πολλὰ κλινοσκεπάσματα, ἐν τούτοις συνέχιζε νὰ κρυώνῃ καὶ δὲν ἐζεσταίνετο.
- 2
καὶ εἶπον οἱ παῖδες αὐτοῦ· ζητησάτωσαν τῷ βασιλεῖ παρθένον νεάνιδα, καὶ παραστήσεται τῷ βασιλεῖ καὶ ἔσται αὐτὸν θάλπουσαν καὶ κοιμηθήσεται μετ᾿ αὐτοῦ καὶ θερμανθήσεται ὁ κύριός μου ὁ βασιλεύς.
Διὰ τοῦτο οἱ δοῦλοι του εἶπαν: «Ἂς ψάξουν καὶ ἂς εὔρουν διὰ τὸν βασιλιᾶ μας νεαρὰν παρθένον, διὰ νὰ εὐρίσκεται κοντὰ εἰς τὸν βασιλιᾶ νὰ τὸν ὑπηρετῆ καὶ να τὸν φροντίζῃ. Αὐτὴ ἐπίσης νὰ κοιμᾶται μαζί του εἰς τὴν ἀγκαλιάν του, καὶ μὲ αὐτὸν τὸν τρόπον νὰ ζεσταίνεται ὁ κύριος μας, ὁ βασιλιᾶς».
- 3
καὶ ἐζήτησαν νεάνιδα καλὴν ἐκ παντὸς ὁρίου ᾿Ισραὴλ καὶ εὗρον τὴν ᾿Αβισὰγ τὴν Σωμανῖτιν καὶ ἤνεγκαν αὐτὴν πρὸς τὸν βασιλέα.
Ἔτσι ἔψαξαν διὰ νὰ εὔρουν ὡραίαν νεαρὰν παρθένον εἰς ὅλην τὴν χώραν τοῦ Ἰσραήλ· καὶ εὐρῆκαν τὴν Ἀβισὰγ τὴν Σωμανίτιδα, τὴν ὁποίαν ὡδήγησαν καὶ ἔφεραν εἰς τὸν βασιλιᾶ Δαβίδ.
- 4
καὶ ἡ νεᾶνις καλὴ ἕως σφόδρα· καὶ ἦν θάλπουσα τὸν βασιλέα καὶ ἐλειτούργει αὐτῷ, καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν.
Ἡ νεαρὰ ἐκείνη παρθένος ἦταν πάρα πολὺ ὡραία. Αὐτὴ ἐζέσταινε τὸν βασιλιᾶ καὶ τὸν ὑπηρετοῦσε, τὸν ἐφρόντιζε καὶ τὸν ἐνοσήλευε. Ἀλλὰ ὁ βασιλιᾶς δὲν συνευρέθη ποτὲ μαζί της.
- 5
Καὶ ᾿Αδωνίας υἱὸς ᾿Αγγὶθ ἐπῄρετο λέγων· ἐγὼ βασιλεύσω· καὶ ἐποίησεν ἑαυτῷ ἅρματα καὶ ἱππεῖς καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ.
Τώρα πλέον ποὺ ἀπέθανεν ὁ Ἀβεσσαλώμ, ὁ Ἀδωνίας, ὁ υἱὸς τοῦ Δαβὶδ καὶ τῆς Ἀγγίθ, ὑπερηφανεύετο, ἐκαυχᾶτο, ὕψωνεν, ἐπαινοῦσε τὸν ἑαυτόν του καὶ ἔλεγεν: «Ἐγὼ θὰ γίνω βασιλιᾶς»! Καὶ προετοιμαζόμενος νὰ γίνῃ βασιλιᾶς κατεσκεύασε διὰ τὸν ἑαυτόν του πολεμικὰ ἅρματα καὶ ἐστρατολόγησεν ἱππεῖς· εἶχε δὲ καὶ πενῆντα ἄνδρες, οἱ ὁποῖοι ἐπροπορεύοντο ὡς σωματοφύλακες καὶ ὡς τιμητικὴ συνοδεία.
- 6
καὶ οὐκ ἀπεκώλυσεν αὐτὸν ὁ πατὴρ αὐτοῦ οὐδέποτε λέγων· διατὶ σὺ ἐποίησας; καί γε αὐτὸς ὡραῖος τῇ ὄψει σφόδρα, καὶ αὐτὸν ἔτεκεν ὀπίσω ᾿Αβεσσαλώμ.
Ὁ πατέρας του ὁ Δαβίδ, ἐνῷ ἔβλεπε τὴν στάσιν καὶ τὰ φερσίματα αὐτὰ τοῦ Ἀδωνία, ποτὲ δὲν τὸν ἐμπόδισε καὶ ποτὲ δὲν τοῦ εἶπε: «Διατί φέρεσαι μὲ αὐτὸν τὸν τρόπον;» Ὁ Ἀδωνίας ἦταν ἐπίσης πολὺ ὠραῖος ἄνδρας εἰς τὴν ὄψιν καὶ τὸ παράστημα. Ἡ μητέρα του, ἡ Ἀγγίθ, τὸν ἐγέννησε μετὰ τὸν Ἀβεσσαλώμ.
- 7
καὶ ἐγένοντο οἱ λόγοι αὐτοῦ μετὰ ᾿Ιωὰβ τοῦ υἱοῦ Σαρουΐας καὶ μετὰ ᾿Αβιάθαρ τοῦ ἱερέως, καὶ ἐβοήθουν ὀπίσω ᾿Αδωνίου·
Ὁ Ἀδωνίας συνεσκέφθη καὶ συνωμότησε μὲ τὸν ἀρχιστράτηγον τοῦ στρατοῦ Ἰωάβ, τὸν υἱὸν τῆς Σαρουΐας, καὶ μὲ τὸν ἀρχιερέα Ἀβιάθαρ· αὐτοὶ οἰ δύο ἀκολούθησαν τὸν Ἀδωνίαν καὶ τὸν ἐβοηθοῦσαν.
- 8
καὶ Σαδὼκ ὁ ἱερεὺς καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ καὶ Νάθαν ὁ προφήτης καὶ Σεμεΐ καὶ Ρησὶ καὶ υἱοὶ δυνατοὶ τοῦ Δαυὶδ οὐκ ἦσαν ὀπίσω ᾿Αδωνίου.
Ἀλλὰ ὁ ἀρχιερεὺς Σαδὼκ καὶ ὁ Βαναίας, ὁ υἱὸς τοῦ Ἰωδαέ, καὶ ὁ Νάθαν ὁ προφήτης καὶ ὁ Σεμεῒ καὶ ὁ Ρησὶ καὶ (ἄλλοι) ἔνδοξοι καὶ γενναῖοι ἄνδρες (σωματοφύλακες) τοῦ Δαβὶδ δὲν ἀκολούθησαν καὶ δὲν ἐβοηθοῦσαν τὸν Ἀδωνίαν.
- 9
καὶ ἐθυσίασεν ᾿Αδωνίας πρόβατα καὶ μόσχους καὶ ἄρνας παρὰ τὸν λίθον τοῦ Ζωελεθί, ὃς ἦν ἐχόμενα τῆς Ρωγήλ, καὶ ἐκάλεσε πάντας τοὺς ἀδελφοὺς αὐτοῦ καὶ πάντας τοὺς ἁδροὺς ᾿Ιούδα παῖδας τοῦ βασιλέως·
(Μίαν ἡμέραν) ὁ Ἀδωνίας ἐθυσίασε πρόβατα καὶ μοσχάρια καὶ ἀρνιὰ εἰς τὸν λίθον (βράχον) Ζωελεθί, ποὺ εὑρίσκετο κοντὰ εἰς τὴν πηγὴν Ρωγήλ· ἐκεῖ ἐκάλεσεν ὅλους τοὺς ἀδελφούς του, τοὺς υἱοὺς τοῦ βασιλιᾶ Δαβίδ, καὶ ὅλους τοὺς ἐπισήμους καὶ σπουδαίους ἀπὸ τοὺς Ἰουδαίους, τοὺς ὑπηρέτες (αὐλικούς) τοῦ βασιλιᾶ Δαβίδ.
- 10
καὶ Νάθαν τὸν προφήτην καὶ Βαναίαν καὶ τοὺς δυνατούς, καὶ τὸν Σαλωμὼν ἀδελφὸν αὐτοῦ οὐκ ἐκάλεσε.
Δὲν ἐκάλεσεν ὅμως τὸν προφήτην Νάθαν, οὔτε τὸν Βαναίαν, οὔτε τοὺς ἐνδόξους καὶ γενναίους (τοὺς σωματοφύλακες) τοῦ Δαβίδ, οὔτε τὸν Σολομῶντα, τὸν ἀδελφόν του (ἀπὸ ἄλλην μητέρα).
- 11
Καὶ εἶπε Νάθαν πρὸς Βηρσαβεὲ μητέρα Σαλωμὼν λέγων· οὐκ ἤκουσας ὅτι ἐβασίλευσεν ᾿Αδωνίας υἱὸς ᾿Αγγίθ; καὶ ὁ κύριος ἡμῶν Δαυὶδ οὐκ ἔγνω.
Τότε ὁ προφήτης Νάθαν ἐμίλησε πρὸς τὴν Βηρσαβεέ, τὴν μητέρα τοῦ Σολομῶντος, καὶ τῆς εἶπε: «Δὲν ἄκουσες ὅτι ἀνεκήρυξε τὸν ἑαυτόν του βασιλιᾶ ὁ Ἀδωνίας, ὁ υἱὸς τῆς Ἀγγίθ; Καὶ τοῦτο ἔγινε, ἐνῷ ὁ κύριός μας ὁ Δαβὶδ δὲν γνωρίζει τίποτε διὰ τὸ γεγονὸς αὐτό!
- 12
καὶ νῦν δεῦρο συμβουλεύσω σοι δὴ συμβουλίαν, καὶ ἐξελοῦ τὴν ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ υἱοῦ σου Σαλωμών.
Διὰ τοῦτο ἔλα, σὲ παρακαλῶ, τώρα νὰ σοῦ δώσω συμβουλήν, ὥστε νὰ ἠμπορέσῃς νὰ σώσῃς τὴν ζωήν σου καὶ τὴν ζωὴν τοῦ υἱοῦ σου, τοῦ Σολομῶντος.
- 13
δεῦρο εἴσελθε πρὸς τὸν βασιλέα Δαυὶδ καὶ ἐρεῖς πρὸς αὐτὸν λέγουσα· οὐχὶ σύ, κύριέ μου βασιλεῦ, ὤμοσας τῇ δούλῃ σου λέγων ὅτι ὁ υἱός σου Σαλωμὼν βασιλεύσει μετ᾿ ἐμὲ καὶ αὐτὸς καθιεῖται ἐπὶ τοῦ θρόνου μου; καὶ τί ὅτι ἐβασίλευσεν ᾿Αδωνίας;
Πήγαινε ἀμέσως καὶ παρουσιάσου ἐμπρὸς εἰς τὸν βασιλιᾶ Δαβίδ, μίλησέ του καὶ εἰπέ του τὰ ἑξῆς: «Σύ, κύριέ μου, βασιλιᾶ, δὲν ὠρκίσθηκες εἰς τὴν δούλην σου καὶ δὲν μοῦ εἶπες ὅτι μετὰ ἀπὸ ἑμὲ θὰ βασιλεύσῃ ὁ υἱός σου Σολομὼν καὶ αὐτὸς θὰ ἀνέβη καὶ θὰ καθήσῃ εἰς τὸν θρόνον μου; Τότε, πῶς ἔγινε τώρα καὶ ἀνεκήρυξε τὸν ἑαυτόν του βασιλιᾶ ὁ Ἀδωνίας;».
- 14
καὶ ἰδοὺ ἔτι λαλούσης σου ἐκεῖ μετὰ τοῦ βασιλέως καὶ ἐγὼ εἰσελεύσομαι ὀπίσω σου καὶ πληρώσω τοὺς λόγους σου.
Ἀκόμη ὁ Νάθαν ἐπρόσθεσε: «Καὶ νά· ἐνῷ ἐσὺ θὰ συνομιλῇς ἐκεῖ μαζὶ μὲ τὸν βασιλιᾶ, θὰ ἔλθω καὶ ἐγὼ μετὰ ἀπὸ σὲ καὶ θὰ ἐπιβεβαιώσω τὰ λόγιά σου».
- 15
καὶ εἰσῆλθε Βηρσαβεὲ πρὸς τὸν βασιλέα εἰς τὸ ταμιεῖον, καὶ ὁ βασιλεὺς πρεσβύτης σφόδρα, καὶ ᾿Αβισὰγ ἡ Σωμανῖτις ἦν λειτουργοῦσα τῷ βασιλεῖ.
Ἡ Βηρσαβεὲ ἐπῆγε καὶ παρουσιάσθη εἰς τὸν βασιλιᾶ, εἰς τὸν κοιτῶνα του. Ὁ βασιλιᾶς ἦταν πάρα πολὺ γέρων· καὶ διὰ τοῦτο ἡ Ἀβισὰγ ἡ Σωμανῖτις ἐφρόντιζε καὶ ὑπηρετοῦσε τὸν βασιλιᾶ.
- 16
καὶ ἔκυψε Βηρσαβεὲ καὶ προσεκύνησε τῷ βασιλεῖ· καὶ εἶπεν ὁ βασιλεύς· τί ἔστι σοι;
Ἡ Βηρσαβεὲ ἔσκυψε, ἔκαμε ἐδαφιαίαν μετάνοιαν καὶ ἐπροσκύνησε τὸν βασιλιᾶ. Καὶ ὁ βασιλιᾶς τὴν ἐρώτησε: «Τί σοῦ συμβαίνει; Τί ἐπιθυμεῖς;»
- 17
ἡ δὲ εἶπε· κύριέ μου βασιλεῦ, σὺ ὤμοσας ἐν Κυρίῳ τῷ Θεῷ σου τῇ δούλῃ σου λέγων· ὅτι ὁ υἱός σου Σαλωμὼν βασιλεύσει μετ᾿ ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου.
Ἡ Βηρσαβεὲ τοῦ ἀπάντησε: «Κύριέ μου, βασιλιᾶ, σὺ ὡρκίσθης εἰς τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου καὶ ὑπεσχέθης εἰς ἐμὲ τὴν δούλην σου τοῦτο· «ὁ υἱός σου, ὁ Σολομών, θὰ βασιλεύσῃ μετὰ ἀπὸ ἐμὲ καὶ αὐτὸς θὰ ἀνέβη καὶ θὰ καθήσῃ εἰς τὸν θρόνον μου».
- 18
καὶ νῦν ἰδοὺ ᾿Αδωνίας ἐβασίλευσε, καὶ σύ, κύριέ μου βασιλεῦ, οὐκ ἔγνως·
Καὶ ὅμως τώρα, νά· ὁ Ἀδωνίας ἀνεκήρυξεν ἤδη τὸν ἑαυτόν του βασιλιᾶ· καὶ σύ, κύριέ μου, βασιλιᾶ, δὲν γνωρίζεις τίποτε διὰ τὸ γεγονὸς αὐτό.
- 19
καὶ ἐθυσίασε μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος καὶ ἐκάλεσε πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ ᾿Αβιάθαρ τὸν ἱερέα καὶ ᾿Ιωὰβ τὸν ἄρχοντα τῆς δυνάμεως, καὶ τὸν Σαλωμὼν τὸν δοῦλόν σου οὐκ ἐκάλεσε.
Ὁ Ἀδωνίας ἐθυσίασε μοσχάρια καὶ ἀρνιὰ καὶ πρόβατα πάρα πολλὰ καὶ προσεκάλεσε ὅλους τοὺς υἱοὺς τοῦ βασιλιᾶ καὶ τὸν ἀρχιερέα Ἀβιάθαρ καὶ τὸν ἀρχιστράτηγον τοῦ στρατοῦ Ἰωάβ· ὅμως τὸν δοῦλον σου (τὸν υἱόν σου) Σολομώντα δὲν τὸν προσεκάλεσε.
- 20
καὶ σύ, κύριέ μου βασιλεῦ, οἱ ὀφθαλμοὶ παντὸς ᾿Ισραὴλ πρός σε. ἀπάγγειλαι αὐτοῖς τίς καθήσεται ἐπὶ τοῦ θρόνου τοῦ κυρίου μου τοῦ βασιλέως μετ᾿ αὐτόν.
Ὕστερα ἀπὸ ὅλα αὐτά, πρὸς σέ, κύριέ μου, βασιλιᾶ, εἶναι στραμμένα τὰ μάτια ὅλων τῶν Ἰσραηλιτῶν, διὰ νὰ τοὺς ἀνακοινώσῃς ποιὸς θὰ σὲ διαδεχθῇ, ποιὸς θὰ καθήσῃ εἰς τὸν θρόνον σου τοῦ κυρίου μου, τοῦ βασιλιᾶ, μετὰ ἀπὸ σέ.
- 21
καὶ ἔσται ὡς ἂν κοιμηθῇ ὁ κύριός μου ὁ βασιλεὺς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔσομαι ἐγὼ καὶ Σαλωμὼν ὁ υἱὸς μου ἁμαρτωλοί.
Διαφορετικά, ὅπως ἐξελίχθησαν τὰ γεγονότα, ἐὰν δὲν ὁρίσῃς ὡς διάδοχόν σου τὸν Σολομῶντα, θὰ συμβῇ τοῦτο: Ὅταν θὰ ἀποθάνῃς σὺ ὁ κύριός μου, ὁ βασιλιᾶς, καὶ θὰ προστεθῇς εἰς τοὺς προπάτορές σου, ποὺ ἀπέθαναν πρὶν ἀπὸ σέ, ἐγὼ καὶ ὁ υἱός μου Σολομὼν θὰ ὑποστῶμεν κακὴν μεταχείρισιν ὡς ἐπαναστάται καὶ θὰ ἐκτελεσθῶμεν ὡς προδόται».
- 22
καὶ ἰδοὺ ἔτι αὐτῆς λαλούσης μετὰ τοῦ βασιλέως καὶ Νάθαν ὁ προφήτης ἦλθε.
Καὶ νά· ἐνῷ ἀκόμη ἡ Βηρσαβεὲ συνωμιλοῦσε μὲ τὸν βασιλιᾶ Δαβίδ, ἔφθασε καὶ ὁ προφήτης Νάθαν εἰς τὸ παλάτι.
- 23
καὶ ἀνηγγέλη τῷ βασιλεῖ· ἰδοὺ Νάθαν ὁ προφήτης· καὶ εἰσῆλθε κατὰ πρόσωπον τοῦ βασιλέως καὶ προσεκύνησε τῷ βασιλεῖ κατὰ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν.
Καὶ οἱ ὑπηρέται ἀνήγγειλαν τὸ γεγονὸς εἰς τὸν βασιλιᾶ καὶ τοῦ εἶπαν: «Νά· ἦλθεν εἰς τὸ παλάτι ὁ προφήτης Νάθαν». Καὶ (ἀφοῦ ἐβγῆκε ἡ Βηρσαβεέ) ὁ Νάθαν παρουσιάσθη ἐμπρὸς εἰς τὸν βασιλιᾶ, ἔσκυψε, ἔκαμε ἐδαφιαίαν μετάνοιαν καὶ ἐπροσκύνησε τὸν βασιλιᾶ μὲ τὸ πρόσωπόν του εἰς τὴν γῆν.
- 24
καὶ εἶπε Νάθαν· κύριέ μου βασιλεῦ, σὺ εἶπας ᾿Αδωνίας βασιλεύσει ὀπίσω μου καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου;
Κατόπιν ὁ Νάθαν ἐρώτησε τὸν Δαβίδ: «Κύριέ μου, βασιλιᾶ, σὺ ἀπεφάσισες καὶ εἶπες ὅτι ὁ Ἀδωνίας θὰ ἀνακηρυχθῇ βασιλιᾶς μετὰ ἀπὸ ἐμὲ καὶ ὅτι αὐτὸς θὰ ἀνέβη καὶ θὰ καθήσῃ ὡς διάδοχος εἰς τὸν θρόνον μου;
- 25
ὅτι κατέβη σήμερον καὶ ἐθυσίασε μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος καὶ ἐκάλεσε πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ τοὺς ἄρχοντας τῆς δυνάμεως καὶ ᾿Αβιάθαρ τὸν ἱερέα, καὶ ἰδοὺ εἰσὶν ἐσθίοντες καὶ πίνοντες ἐνώπιον αὐτοῦ καὶ εἶπαν· ζήτω ὁ βασιλεὺς ᾿Αδωνίας.
Διότι συνέβη τοῦτο: Σήμερα ὁ Ἀδωνίας κατέβηκε (εἰς τὴν πηγὴν Ρωγήλ) καὶ ἐθυσίασε μοσχάρια καὶ ἀρνιὰ καὶ πρόβατα πάρα πολλὰ καὶ προσεκάλεσεν ὅλους τοὺς υἱοὺς τοῦ βασιλιᾶ καὶ τοὺς ἀρχηγοὺς τοῦ στρατοῦ καὶ τὸν ἀρχιερέα Ἀβιάθαρ. Καὶ νά· ὅλοι αὐτοὶ τώρα τρώγουν καὶ πίνουν μαζί του καὶ ἐφώναξαν: «Ζήτω ὁ βασιλιᾶς Ἀδωνίας!»
- 26
καὶ ἐμὲ αὐτὸν τὸν δοῦλόν σου καὶ Σαδὼκ τὸν ἱερέα καὶ Βαναίαν υἱὸν ᾿Ιωδαὲ καὶ Σαλωμὼν τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν.
Ἐνῷ ἐμένα τὸν δοῦλον σου καὶ τὸν ἀρχιερέα Σαδὼκ καὶ τὸν Βαναίαν, τὸν υἱὸν τοῦ Ἰωδαέ, καὶ τὸν δοῦλον σοῦ Σολομῶντα δὲν μᾶς προσεκάλεσε.
- 27
εἰ διὰ τοῦ κυρίου μου τοῦ βασιλέως γέγονε τὸ ρῆμα τοῦτο καὶ οὐκ ἐγνώρισας τῷ δούλῳ σου τίς καθήσεται ἐπὶ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως μετ᾿ αὐτόν;
Ἐρωτῶ λοιπόν: Τὸ γεγονὸς αὐτὸ συνέβη πράγματι μὲ τὴν ἔγκρισιν καὶ τὴν διαταγὴν τοῦ κυρίου μου, τοῦ βασιλιᾶ; Ἀλλὰ τότε πῶς δὲν ἐφανέρωσες καὶ εἰς ἐμὲ τὸν δοῦλον σου ποιὸς θὰ διαδεχθῇ καὶ θὰ καθήσῃ εἰς τὸν θρόνον τοῦ κυρίου μου, τοῦ βασιλιᾶ, ὑστέρα ἀπὸ αὐτόν;»
- 28
καὶ ἀπεκρίθη ὁ βασιλεὺς Δαυὶδ καὶ εἶπε· καλέσατέ μοι τὴν Βηρσαβεέ· καὶ εἰσῆλθεν ἐνώπιον τοῦ βασιλέως καὶ ἔστη ἐνώπιον αὐτοῦ.
Ὁ βασιλιᾶς Δαβὶδ ἀπάντησε εἰς τὸν Νάθαν καὶ εἶπε: «Φωνάξετε νὰ ἔλθῃ ἐδῶ ἡ Βηρσαβεέ». Καὶ ἡ Βηρσαβεέ, ποὺ εἶχεν ἀποσυρθῆ, ὅταν ἐμπῆκε εἰς τὸν κοιτῶνα τοῦ Δαβὶδ ὁ Νάθαν, ἐμπῆκε εἰς τὸ δωμάτιον τοῦ βασιλιᾶ καὶ παρουσιάσθη ἐμπρός του.
- 29
καὶ ὤμοσεν ὁ βασιλεὺς καὶ εἶπε· ζῇ Κύριος, ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως,
Τότε ὁ βασιλιᾶς ὡρκίσθη εἰς τὴν Βηρσαβεὲ καὶ εἶπεν: «Ὁρκίζομαι εἰς τὸν ζωντανὸν Κύριον, τὸν Θεόν, ὁ ὁποῖος ἐφύλαξε καὶ ἐγλύτωσε μέχρι σήμερα τὴν ζωήν μου ἀπὸ ὅλους τοὺς κινδύνους·
- 30
ὅτι καθὼς ὤμοσά σοι ἐν Κυρίῳ Θεῷ ᾿Ισραὴλ λέγων ὅτι Σαλωμὼν ὁ υἱός σου βασιλεύσει μετ᾿ ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου ἀντ᾿ ἐμοῦ, ὅτι οὕτω ποιήσω τῇ ἡμέρᾳ ταύτῃ.
ὅπως σου ὠρκίσθηκα εἰς τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ τοῦ Ἰσραὴλ καὶ σοῦ ὑποσχέθηκα ὅτι ὁ Σολομών, ὁ υἱός σου, θὰ ἀνακηρυχθῇ βασιλιᾶς μετὰ ἀπὸ ἐμὲ καὶ ὅτι αὐτὸς θὰ καθήσῃ εἰς τὸν βασιλικὸν θρόνον ὡς διάδοχός μου, τὸ ἴδιον σοῦ ὑπόσχομαι μὲ ὅρκον καὶ τώρα· ἔτσι θὰ κάμω καὶ τὴν ἡμέραν αὐτήν».
- 31
καὶ ἔκυψε Βηρσαβεὲ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ προσεκύνησε τῷ βασιλεῖ καὶ εἶπε· ζήτω ὁ κύριός μου ὁ βασιλεὺς Δαυὶδ εἰς τὸν αἰῶνα.
Τότε ἡ Βηρσαβεὲ γεμᾶτη εὐγνωμοσύνην πρὸς τὸν Δαβὶδ ἔσκυψε, ἔκαμε ἐδαφιαίαν μετάνοιαν καὶ ἐπροσκύνησε τὸν βασιλιᾶ μὲ τὸ πρόσωπον εἰς τὴν γῆν καὶ εἶπεν: «Εἴθε νὰ ζῇ ὁ κύριός μου, ὁ βασιλιᾶς Δαβίδ, πάντοτε, αἰωνίως!»
- 32
καὶ εἶπεν ὁ βασιλεὺς Δαυίδ· καλέσατέ μοι Σαδὼκ τὸν ἱερέα καὶ Νάθαν τὸν προφήτην καὶ Βαναίαν υἱὸν ᾿Ιωδαέ· καὶ εἰσῆλθον ἐνώπιον τοῦ βασιλέως,
Καὶ ὁ βασιλιᾶς Δαβὶδ εἶπε: «Φωνάξετε νὰ ἔλθῃ ἐδῶ ὁ ἀρχιερεὺς Σαδὼκ καὶ ὁ προφήτης Νάθαν καὶ ὁ Βαναίας, ὁ υἱὸς τοῦ Ἰωδαέ». Καὶ ὅταν αὐτοὶ ἐμπῆκαν εἰς τὸ δωμάτιον τοῦ βασιλιᾶ καὶ παρουσιάσθησαν ἐμπρός του,
- 33
καὶ εἶπεν ὁ βασιλεὺς αὐτοῖς· λάβετε τοὺς δούλους τοῦ κυρίου ὑμῶν μεθ᾿ ὑμῶν καὶ ἐπιβιβάσατε τὸν υἱόν μου Σαλωμὼν ἐπὶ τὴν ἡμίονον τὴν ἐμὴν καὶ καταγάγετε αὐτὸν εἰς τὴν Γιών,
ὁ βασιλιᾶς τοὺς εἶπε: «Παραλάβετε μαζί σας τὴν βασιλικὴν φρουρὰν ἐμοῦ τοῦ κυρίου σας καὶ ἀνεβάσετε τὸν υἱόν μου Σολομώντα εἰς τὴν ἰδικήν μου ἡμίονον καὶ συνοδεύοντάς τον κατεβάσετέ τον εἰς τὴν Γιών.
- 34
καὶ χρισάτω αὐτὸν ἐκεῖ Σαδὼκ ὁ ἱερεὺς καὶ Νάθαν ὁ προφήτης εἰς βασιλέα ἐπὶ ᾿Ισραήλ, καὶ σαλπίσατε κερατίνῃ καὶ ἐρεῖτε· ζήτω ὁ βασιλεὺς Σαλωμών.
Ἐκεῖ ὁ ἀρχιερεὺς Σαδὼκ καὶ ὁ προφήτης Νάθαν ἂς τὸν χρίσουν βασιλιᾶ τῶν Ἰσραηλιτῶν· ὕστερα νὰ σαλπίσετε χαρούμενα μὲ τὴν κερατίνην σάλπιγγα καὶ νὰ φωνάξετε: «Ζήτω ὁ βασιλιᾶς Σολομών!»
- 35
καὶ καθήσεται ἐπὶ τοῦ θρόνου μου καὶ βασιλεύσει ἀντ᾿ ἐμοῦ, καὶ ἐγὼ ἐνετειλάμην τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ ᾿Ισραὴλ καὶ ᾿Ιούδαν.
Κατόπιν ὁ Σολομὼν θὰ ἀνέβη καὶ θὰ καθήσῃ εἰς τὸν θρόνον μου καὶ θὰ βασιλεύση ἀντὶ ἐμοῦ. Ἐγὼ ἔδωσα διαταγὴν νὰ ἀνακηρυχθῇ αὐτὸς βασιλιᾶς καὶ νὰ εἶναι ἡγεμόνας ὅλου τοῦ Ἰσραηλιτικοῦ λαοῦ «καὶ τῶν Ἰσραηλιτῶν καὶ τῶν Ἰουδαίων».
- 36
καὶ ἀπεκρίθη Βαναίας υἱὸς ᾿Ιωδαὲ τῷ βασιλεῖ καὶ εἶπε· γένοιτο οὕτως· πιστώσαι Κύριος ὁ Θεὸς τοῦ κυρίου μου τοῦ βασιλέως.
Τότε ὁ Βαναίας, ὁ υἱὸς τοῦ Ἰωδαέ, ἀπεκρίθη εἰς τὸν βασιλιᾶ καὶ εἶπε: «Ἂς γίνῃ ἔτσι, ὅπως διέταξεν ὁ βασιλιᾶς! Εἴθε ὁ Κύριος, ὁ Θεὸς τοῦ κυρίου μου, τοῦ βασιλιᾶ, νὰ ἐπιβεβαιώσῃ καὶ νὰ στερεώσῃ τὰ λόγια σου αὐτά.
- 37
καθὼς ἦν Κύριος μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, οὕτως εἴη μετὰ Σαλωμὼν καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως Δαυίδ.
Ὅπως ὁ Κύριος ἦταν μαζὶ μὲ τὸν κύριόν μου, τὸν βασιλιᾶ, εἴθε νὰ εἶναι ἔτσι καὶ μαζὶ μὲ τὸν Σολομῶντα καὶ ἂς δοξάσῃ καὶ ἂς κάμῃ εὐτυχισμένην τὴν βασιλείαν του περισσότερον ἀπὸ τὴν βασιλείαν τοῦ κυρίου μου, τοῦ βασιλιᾶ Δαβίδ».
- 38
καὶ κατέβη Σαδὼκ ὁ ἱερεὺς καὶ Νάθαν ὁ προφήτης καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ καὶ ὁ Χερεθὶ καὶ ὁ Φελεθὶ καὶ ἐπεκάθισαν τὸν Σαλωμὼν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως Δαυὶδ καὶ ἀπήγαγον αὐτὸν εἰς τὴν Γιών.
Καὶ ἦλθαν ὁ ἀρχιερεὺς Σαδὼκ καὶ ὁ προφήτης Νάθαν καὶ ὁ Βαναίας, ὁ υἱὸς τοῦ Ἰωδαέ, καὶ οἱ σωματοφύλακες τοῦ βασιλιᾶ, ὁ Χερεθὶ καὶ ὁ Φελεθί. Αὐτοὶ ἐβοήθησαν, ὥστε ὁ Σολομὼν νὰ ἀνέβη καὶ νὰ καβαλλικεύσῃ εἰς τὴν ἡμίονον τοῦ βασιλιᾶ Δαβὶδ καὶ τὸν ἔφεραν συνοδεύοντές τον εἰς τὴν Γιών.
- 39
καὶ ἔλαβε Σαδὼκ ὁ ἱερεὺς τὸ κέρας τοῦ ἐλαίου ἐκ τῆς σκηνῆς καὶ ἔχρισε τὸν Σαλωμὼν καὶ ἐσάλπισε τῇ κερατίνῃ, καὶ εἶπε πᾶς ὁ λαός· ζήτω ὁ βασιλεὺς Σαλωμών.
Ἐκεῖ ὁ ἀρχιερεὺς Σαδὼκ ἐπῆρε τὸ κεράτινον δοχεῖον, ποὺ περιεῖχε ἅγιον λάδι, ἀπὸ τὴν Σκηνὴν τοῦ Μαρτυρίου καὶ ἔχρισε τὸν Σολομώντα. Κατόπιν ἐσάλπισε χαρούμενα μὲ τὴν κερατίνην σάλπιγγα καὶ ὅλος ὁ λαός (ποὺ εὑρίσκετο ἐκεῖ) ἐφώναξε: «Ζήτω ὁ βασιλιᾶς Σολομών!»
- 40
καὶ ἀνέβη πᾶς ὁ λαὸς ὀπίσω αὐτοῦ καὶ ἐχόρευον ἐν χοροῖς καὶ εὐφραινόμενοι εὐφροσύνην μεγάλην, καὶ ἐρράγη ἡ γῆ ἐν τῇ φωνῇ αὐτῶν.
Ὅλος ὁ λαὸς ἀνεγνώρισε τὸν νέον βασιλιᾶ· καὶ ἀνέβησαν ὅλοι ἀπὸ τὴν πεδιάδα (ὅπου εὑρίσκετο ἡ Γιών) εἰς τὴν ἀκρόπολιν τῆς Σιών, ἀκολουθοῦντες τὸν Σολομῶντα· καὶ ὅλοι ἐχόρευαν πολλοὺς χοροὺς καὶ ἐπανηγύριζαν μὲ μεγάλην χαρὰν καὶ πανηγυρισμοὺς τόσον πολύ, ὥστε ἔσπασε ἡ γῆ ἀπὸ τοὺς ἀλαλαγμοὺς καὶ τὶς ζητωκραυγὲς τῆς χαρᾶς των!
- 41
Καὶ ἤκουσεν ᾿Αδωνίας καὶ πάντες οἱ κλητοὶ αὐτοῦ, καὶ αὐτοὶ συνετέλεσαν φαγεῖν· καὶ ἤκουσεν ᾿Ιωὰβ τὴν φωνὴν τῆς κερατίνης καὶ εἶπε· τίς ἡ φωνὴ τῆς πόλεως ἠχούσης;
Ὁ Ἀδωνίας καὶ ὅλοι οἱ ἐπίσημοι καλεσμένοι του ἄκουσαν τὸν μεγάλον αὐτὸν θόρυβον, μόλις εἶχαν τελειώσει τὸ συμπόσιόν των. Ὅταν δὲ ὁ στρατηγὸς Ἰωὰβ ἄκουσε τὸ σάλπισμα τῆς κερατίνης σάλπιγγος, εἶπε: «Τὶ σημαίνουν ὅλες αὐτὲς οἱ φωνὲς καὶ ὁ θόρυβος τῆς πόλεως, ἡ ὁποία εὑρίσκεται εἰς τόσην ἀναταραχήν;»
- 42
ἔτι αὐτοῦ λαλοῦντος καὶ ἰδοὺ ᾿Ιωνάθαν υἱὸς ᾿Αβιάθαρ τοῦ ἱερέως εἰσῆλθε, καὶ εἶπεν ᾿Αδωνίας· εἴσελθε, ὅτι ἀνὴρ δυνάμεως εἶ σύ, καὶ ἀγαθὰ εὐαγγέλισαι.
Ἐνῷ δὲ τὰ ἔλεγε αὐτά, νά· κατέφθασεν ὁ Ἰωνάθαν, ὁ υἱὸς τοῦ ἀρχιερέως Ἀβιάθαρ, εἰς τὸν τόπον τοῦ συμποσίου. Καὶ ὁ Ἀδωνίας τοῦ εἶπεν: «Ἔλα, πλησίασε· διότι εἶσαι γενναῖος ἄνδρας καὶ εἶσαι ἀσφαλῶς κομιστὴς καλῶν καὶ χαρούμενων εἰδήσεων».
- 43
καὶ ἀπεκρίθη ᾿Ιωνάθαν καὶ εἶπε· καὶ μάλα ὁ κύριος ἡμῶν ὁ βασιλεὺς Δαυὶδ ἐβασίλευσε τὸν Σαλωμών·
Ὁ Ἰωνάθαν ἀπάντησε καὶ εἶπεν εἰς τὸν Ἀδωνίαν: «Βεβαιότατα! ὁ κύριός μας, ὁ βασιλιᾶς Δαβίδ, ἀνεκήρυξε βασιλιᾶ τὸν Σολομῶντα·
- 44
καὶ ἀπέστειλε μετ᾿ αὐτοῦ ὁ βασιλεὺς τὸν Σαδὼκ τὸν ἱερέα καὶ Νάθαν τὸν προφήτην καὶ Βαναίαν τὸν υἱὸν ᾿Ιωδαὲ καὶ τὸν Χερεθὶ καὶ τὸν Φελεθὶ καὶ ἐπεκάθισαν αὐτὸν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως·
καὶ μάλιστα ὁ βασιλιᾶς Δαβὶδ ἔστειλε μαζί του τὸν ἀρχιερέα Σαδὼκ καὶ τὸν προφήτην Νάθαν καὶ τὸν Βαναίαν, τὸν υἱὸν τοῦ Ἰωδαέ, καὶ τοὺς Χερεθὶ καὶ Φελεθί, τὴν σωματοφυλακήν του, ὡς τιμητικὴν συνοδείαν· καὶ αὐτοὶ ἀνέβασαν καὶ ἐκάθισαν τὸν Σολομῶντα ἐπάνω εἰς τὴν ἡμίονον τοῦ βασιλιᾶ·
- 45
καὶ ἔχρισαν αὐτὸν Σαδὼκ ὁ ἱερεὺς καὶ Νάθαν ὁ προφήτης ἐν τῇ Γιών, καὶ ἀνέβησαν ἐκεῖθεν εὐφραινόμενοι καὶ ἤχησεν ἡ πόλις· αὕτη ἡ φωνὴ ἣν ἠκούσατε.
καὶ ἔχρισαν τὸν Σολομῶντα ὁ ἀρχιερεὺς Σαδὼκ καὶ ὁ προφήτης Νάθαν εἰς τὴν Γιὼν καὶ ἀπὸ ἐκεῖ ἀνέβησαν εἰς τὴν ἀκρόπολιν τῆς Σιὼν μὲ τέτοιους καὶ τόσους πανηγυρισμοὺς χαρᾶς, ὥστε ἀντήχησεν ὅλη ἡ πόλις καὶ ἀνεστατώθη ἀπὸ τοὺς ἀλαλαγμοὺς καὶ τὶς ζητωκραυγές. Αὐτὲς εἶναι οἰ φωνὲς καὶ ὁ θόρυβος, ποὺ ἀκούσατε.
- 46
καὶ ἐκάθισε Σαλωμὼν ἐπὶ θρόνον βασιλείας,
Καὶ κάτι ἄλλο· ὁ Σολομὼν ἀνέβη πλέον καὶ ἐκάθησεν εἰς τὸν βασιλικὸν θρόνον,
- 47
καὶ εἰσῆλθον οἱ δοῦλοι τοῦ βασιλέως εὐλογῆσαι τὸν κύριον ἡμῶν τὸν βασιλέα Δαυὶδ λέγοντες· ἀγαθύναι ὁ Θεὸς τὸ ὄνομα Σαλωμὼν ὑπὲρ τὸ ὄνομά σου καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον σου· καὶ προσεκύνησεν ὁ βασιλεὺς ἐπὶ τὴν κοίτην,
καὶ ἐμπῆκαν εἰς τὸν βασιλικὸν κοιτῶνα ὅλοι οἰ αὐλικοὶ καὶ ἡ βασιλικὴ φρουρά, διὰ νὰ ὑποβάλουν τὰ σεβάσματά των, νὰ συγχαροῦν καὶ νὰ εὐχηθοῦν εἰς τὸν κύριόν μας, τὸν βασιλιᾶ Δαβίδ, καὶ τοῦ εἶπαν: «Εὐχόμεθα νὰ εὐλογήσῃ ὁ Θεός, νὰ δοξάσῃ καὶ νὰ κάμῃ εὐτυχισμένην τὴν βασιλείαν τοῦ Σολομῶντος περισσότερον ἀπὸ τὴν ἰδικήν σου βασιλείαν». Καὶ ὁ βασιλιᾶς Δαβὶδ γεμᾶτος εὐχαρίστησιν ἔσκυψε εὐλαβικὰ καὶ ὑπεκλίθη, ἐνῷ ἦταν εἰς τὸ κρεββάτι του, διὰ νὰ εὐχαριστήσῃ τοὺς αὐλικούς του διὰ τὰ καλά των λόγια καὶ νὰ ἀπευθύνῃ λόγους δοξολογίας εἰς τὸν Θεόν.
- 48
καί γε οὕτως εἶπεν ὁ βασιλεύς· εὐλογητὸς Κύριος ὁ Θεὸς ᾿Ισραήλ, ὃς ἔδωκε σήμερον ἐκ τοῦ σπέρματός μου καθήμενον ἐπὶ τοῦ θρόνου μου, καὶ οἱ ὀφθαλμοί μου βλέπουσι.
Ὁ βασιλιᾶς Δαβίδ (εὐχήθη λοιπὸν καί) εἶπε: «Ἂς εἶναι δοξασμένος καὶ εὐλογημένος ὁ Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ὁποῖος σήμερα εὐδόκησε νὰ ἀνεβάσῃ ἕνα ἀπὸ τοὺς ἀπογόνους μου εἰς τὸν θρόνον μου ὡς διάδοχόν μου, γεγονὸς τὸ ὁποῖον ἀξιώνομαι νὰ βλέπω αὐτὴν τὴν στιγμὴν μὲ τὰ μάτιά μου!»
- 49
Καὶ ἐξέστησαν πάντες οἱ κλητοὶ τοῦ ᾿Αδωνίου καὶ ἦλθον ἀνὴρ εἰς τὴν ὁδὸν αὐτοῦ.
Εἰς τὸ ἄκουσμα τῆς εἰδήσεως αὐτῆς, ποὺ ἔφερεν ὁ υἱὸς τοῦ ἀρχιερέως Ἀβιάθαρ, ὅλοι οἱ καλεσμένοι τοῦ Ἀδωνία ἐξεπλάγησαν, τὰ ἔχασαν, ἐτρομοκρατήθησαν καὶ διελύθησαν· ἐγκατέλειψαν τὴν συνωμοτικὴν ὁμάδα καὶ διεσκορπίσθησαν· ὁ καθένας ἐπῆρε μόνος του τὸν δρόμον διὰ τὸ σπίτι του.
- 50
καὶ ᾿Αδωνίας ἐφοβήθη ἀπὸ προσώπου Σαλωμὼν καὶ ἀνέστη καὶ ἀπῆλθε καὶ ἐπελάβετο τῶν κεράτων τοῦ θυσιαστηρίου.
Καὶ ὁ Ἀδωνίας ἐφοβήθη πάρα πολὺ τὸν Σολομῶντα καὶ ἐσηκώθη καὶ κατέφυγεν εἰς τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ ἐκρατήθη ἀπὸ τὰ ἱερὰ κέρατα (τίς γωνιές, ποὺ ἐξεῖχαν ὡς κέρατα) τοῦ θυσιαστηρίου.
- 51
καὶ ἀνηγγέλη τῷ Σαλωμὼν λέγοντες· ἰδοὺ ᾿Αδωνίας ἐφοβήθη τὸν βασιλέα Σαλωμὼν καὶ κατέχει τῶν κεράτων τοῦ θυσιαστηρίου λέγων· ὀμοσάτω μοι σήμερον Σαλωμών, εἰ οὐ θανατώσει τὸν δοῦλον αὐτοῦ ἐν ρομφαίᾳ.
Τὸ γεγονὸς αὐτὸ τὸ ἀνεκοίνωσαν εἰς τὸν Σολομῶντα· τοῦ εἶπαν: «Νά· ὁ Ἀδωνίας ἐφοβήθη τὸν βασιλιᾶ Σολομῶντα καὶ κρατεῖ μὲ τὰ χέρια του τὰ ἱερὰ κέρατα τοῦ θυσιαστηρίου καὶ λέγει: «Ἂς μοῦ ὁρκισθῇ σήμερα ὁ βασιλιᾶς Σολομών, ὅτι δὲν θὰ θανατώσῃ μὲ τὴν ρομφαίαν ἐμένα, τὸν δοῦλον του».
- 52
καὶ εἶπε Σαλωμών· ἐὰν γένηται εἰς υἱὸν δυνάμεων, εἰ πεσεῖται τῶν τριχῶν αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ ἐὰν κακία εὑρεθῇ ἐν αὐτῷ, θανατωθήσεται.
Ὁ Σολομὼν ἀπάντησε: «Ἐὰν εἰς τὸ μέλλον δείξῃ καλὴν διαγωγὴν καὶ ἀποδειχθῇ ἀγαθὸς καὶ νομιμόφρων ἄνθρωπος, τότε δὲν θὰ πέσῃ ἀπὸ τὸ κεφάλι του οὔτε μία τρίχα, δὲν πρόκειται νὰ πάθη οὔτε τὴν παραμικρὰν βλάβην· ἐὰν ὅμως εὑρεθῇ παραβάτης καὶ ἔνοχος εἰς κάποιο καινούργιο παράπτωμα, τότε θὰ θανατωθῇ».
- 53
καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμὼν καὶ κατήνεγκαν αὐτὸν ἀπάνωθεν τοῦ θυσιαστηρίου· καὶ εἰσῆλθε καὶ προσεκύνησε τῷ βασιλεῖ Σαλωμών, καὶ εἶπεν αὐτῷ Σαλωμών· δεῦρο εἰς τὸν οἶκόν σου.
Ἔτσι ὁ βασιλιᾶς Σολομὼν ἔστειλεν ἀνθρώπους καὶ ἐκατέβασαν τὸν Ἀδωνίαν ἀπὸ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων, εἰς τὸ ὁποῖον ἦταν γαντζωμένος. Καὶ ὁ Ἀδωνίας ἦλθε καὶ ἐπροσκύνησε τὸν βασιλιᾶ Σολομώντα. Τότε ὁ Σολομὼν τοῦ εἶπε: «Πήγαινε εἰς τὸ σπίτι σου».
