Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΕΞΟΔΟΣ

Έξοδος, κεφάλαιο 6

30 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (40)
  1. 1

    ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν· ἤδη ὄψει ἃ ποιήσω τῷ Φαραώ· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξαποστελεῖ αὐτοὺς καὶ ἐν βραχίονι ὑψηλῷ ἐκβαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ.

    Εἶπε τότε ὁ Κύριος πρὸς τὸν Μωϋσῆν: «Τώρα θὰ ἰδῇς αὐτά, ποὺ πρόκειται νὰ κάμω εἰς τὸν Φαραώ. Ἀναλαμβάνω ἑγὼ τὴν ὑπόθεσιν. Τὸ παντοδύναμον χέρι μου θὰ τὸν ὑποχρεώσῃ νὰ ἀφήσῃ ἐλευθέρους τοὺς Ἰσραηλίτας. Ὁ πανίσχυρος βραχίων μου θὰ τὸν πιέσῃ, ὥστε νὰ ἀναγκασθῇ νὰ τοὺς βγάλῃ ἀπὸ τὴν χώραν του».

  2. 2

    ᾿Ελάλησε δὲ ὁ Θεὸς πρὸς Μωυσῆν καὶ εἶπε πρὸς αὐτόν· ἐγὼ Κύριος·

    Καὶ ὡμίλησε πάλιν ὁ Θεὸς πρὸς τὸν Μωϋσὴν καὶ τοῦ εἶπε: «Ἐγὼ καὶ μόνον εἶμαι ὁ Κύριος, ποὺ ὁρίζω τὸ κάθε τι.

  3. 3

    καὶ ὤφθην πρὸς ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακώβ, Θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου Κύριος οὐκ ἐδήλωσα αὐτοῖς·

    Ἐγὼ εἶμαι ποὺ ἐφανερώθην εἰς τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ ὄτι εἶμαι Θεός των παντοκράτωρ, χωρὶς ὅμως νὰ τοὺς ἀποκαλύψω τότε τὸ ὄνομά μου Κύριος,ὅπως γίνεται τώρα.

  4. 4

    καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς ὥστε δοῦναι αὐτοῖς τὴν γῆν τῶν Χαναναίων, τὴν γῆν, ἣν παρῳκήκασιν, ἐν ᾗ καὶ παρῴκησαν ἐπ᾿ αὐτῆς.

    Ἐγὼ εἶμαι ἐπίσης, ποὺ ἔκαμα ὁριστικὴν διαθήκην πρὸς αὐτοὺς καὶ ἔδωσα ἐπίσημον ὑπόσχεσιν, ὅτι θὰ τοὺς δώσω ὁπωσδήποτε τὴν γῆν Χαναάν, τὴν χώραν ὅπου εἶχαν μεταναστεύσει ἀπὸ τὴν πατρίδα των καὶ εἰς τὴν ὁποίαν εἶχαν παραμείνει ὡς ξένοι.

  5. 5

    καὶ ἐγὼ εἰσήκουσα τὸν στεναγμὸν τῶν υἱῶν ᾿Ισραήλ, ὃν οἱ Αἰγύπτιοι καταδουλοῦνται αὐτούς, καὶ ἐμνήσθην τῆς διαθήκης ὑμῶν.

    Καὶ ἔχω ἀκούσει ἐγὼ τὸν στεναγμὸν τῶν Ἰσραηλιτῶν ἐξ αἰτίας τῆς ἀδικίας καὶ ὑποδουλώσεως ἐκ μέρους τῶν Αἰγυπτίων καὶ ἔκρινα, ὅτι ἦλθε πλέον ἡ ὤρα, διὰ νὰ ἐκτελεσθῇ ἡ συμφωνία καὶ ἡ ὑπόσχεσίς μου.

  6. 6

    βάδιζε, εἰπὸν τοῖς υἱοῖς ᾿Ισραὴλ λέγων· ἐγὼ Κύριος καὶ ἐξάξω ὑμᾶς ἀπὸ τῆς δυναστείας τῶν Αἰγυπτίων καὶ ρύσομαι ὑμᾶς ἐκ τῆς δουλείας καὶ λυτρώσομαι ὑμᾶς ἐν βραχίονι ὑψηλῷ καὶ κρίσει μεγάλῃ

    Πήγαινε λοιπὸν χωρὶς δισταγμὸν καὶ νὰ εἰπῇς εἰς τοὺς Ἰσραηλίτας τὰ ἑξῆς: «Ἐγὼ ὁ μόνος καὶ ἀληθινὸς Κύριος θὰ σᾶς βγάλω ἀπὸ τὴν τυραννικὴν καταπίεσιν τῶν Αἰγυπτίων. Θὰ σᾶς γλυτώσω ἀπὸ τὴν δουλείαν. Θὰ σᾶς ἐλευθερώσω μὲ τὴν ἀκαταμάχητον δύναμίν μου καὶ μὲ μεγάλην καὶ δικαίαν τιμωρίαν πρὸς αὐτούς.

  7. 7

    καὶ λήψομαι ἐμαυτῷ ὑμᾶς λαὸν ἐμοὶ καὶ ἔσομαι ὑμῶν Θεός, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ τῆς καταδυναστείας τῶν Αἰγυπτίων,

    Καὶ θὰ σᾶς παραλάβω ἑγὼ ὡς λαὸν ἰδικόν μου καὶ θὰ εἶμαι ἑγὼ ὁ Θεός σας. Θὰ μάθετε δὲ μὲ τὰ θαύματα, ποὺ θὰ κάμνω πρὸς χάριν σας, ὅτι εἶμαι ἐγὼ ὁ Κύριος, ὁ Θεός σας, ποὺ σᾶς ἐλύτρωσα ἀπὸ τὴν τυραννίαν τῶν Αἰγυπτίων.

  8. 8

    καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν, εἰς ἣν ἐξέτεινα τὴν χεῖρά μου, δοῦναι αὐτὴν τῷ ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακώβ, καὶ δώσω ὑμῖν αὐτὴν ἐν κλήρῳ· ἐγὼ Κύριος.

    Καὶ θὰ σᾶς βάλω εἰς τὴν χώραν, εἰς τὴν ὁποίαν ὕψωσα τὸ χέρι μου καὶ ἐπῆρα ὅρκον ὅτι θὰ τὴν δώσω εἰς τὸν Ἀβραάμ, καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακώβ. Θὰ σᾶς τὴν δώσω νὰ τὴν κατέχετε ὡς κληρονομίαν σας. Ἐγὼ ὁ Κύριος, ὁ παντοδύναμος καὶ ἀληθινὸς σᾶς τὸ ὑπόσχομαι».

  9. 9

    ἐλάλησε δὲ Μωυσῆς οὕτω τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ οὐκ εἰσήκουσαν Μωυσῆ ἀπό τῆς ὀλιγοψυχίας καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν.

    Αὐτὰ εἶπεν ὁ Μωυσῆς εἰς τοὺς Ἰσραηλίτας. Ἐκεῖνοι ὅμως δὲν ἔδωσαν καμμίαν προσοχὴν εἰς τὰ λόγια του, ἐξ αἰτίας τῆς ὀλιγοπιστίας των καὶ τῆς ἀποθαρρύνσεώς των λόγῳ τῆς καταπιέσεως τῶν σκληρῶν ἔργων.

  10. 10

    Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν λέγων·

    Τότε ὁ Κύριος εἶπε πρὸς τὸν Μωϋσῆν:

  11. 11

    εἴσελθε, λάλησον Φαραὼ βασιλεῖ Αἰγύπτου, ἵνα ἐξαποστείλῃ τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ τῆς γῆς αὐτοῦ.

    «Πήγαινε μέσα εἰς τὰ ἀνάκτορα καὶ να εἰπῇς εἰς τὸν Φαραώ, τὸν βασιλέα τῆς Αἰγύπτου, νὰ ἀφήσῃ να φύγουν ἀπὸ τὴν χώραν του οἱ Ἰσραηλῖται».

  12. 12

    ἐλάλησε δὲ Μωυσῆς ἔναντι Κυρίου λέγων· ἰδοὺ οἱ υἱοὶ ᾿Ισραὴλ οὐκ εἰσήκουσάν μου, καὶ πῶς εἰσακούσεταί μου Φαραώ; ἐγὼ δὲ ἄλογός εἰμι.

    Ὁ Μωϋσῆς ὅμως ἀπήντησε καὶ εἶπεν εἰς τὸν Κύριον: «Ἐδῶ ὁ λαός σου, οἱ Ἰσραηλῖται δὲν ἄκουσαν τὰ λόγια μου καὶ θὰ μὲ ἀκούσῃ ὁ Φαραώ; Ἐξ ἄλλου ἐγὼ δὲν εἶμαι ἱκανὸς ὁμιλητής».

  13. 13

    εἶπε δὲ Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ααρὼν καὶ συνέταξεν αὐτοῖς πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου.

    Ὁ Κύριος ὅμως ἔδωσεν ἐντολὴν εἰς τὸν Μωϋσῆν καὶ τὸν Ἀαρών, νὰ εἶπουν ὁπωσδήποτε εἰς τὸν Φαραώ, τὸν βασιλέα τῆς Αἰγύπτου, νὰ ἀφήσῃ τοὺς Ἰσραηλίτας νὰ φύγουν ἀπὸ τὴν Αἴγυπτον.

  14. 14

    Καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν. υἱοὶ Ρουβὴν πρωτοτόκου ᾿Ισραήλ· ᾿Ενὼχ καὶ Φαλλούς, ᾿Ασρὼν καὶ Χαρμεί· αὕτη ἡ συγγένεια Ρουβήν.

    Αὐτοὶ ἦσαν οἰ ἀρχηγοὶ τῶν πατριαρχικῶν οἰκογενειῶν τῶν Ἰσραηλιτῶν. Οἱ υἱοὶ τοῦ Ρουβήν, τοῦ πρωτοτόκου υἱοῦ τοῦ Ἰακὼβ ἦσαν ὁ Ἐνὼχ καὶ ὁ Φαλλούς, ὁ Ἀσρὼν καὶ ὁ Χαρμεί. Αὐτὴ ἦτο ἡ πατριαρχικὴ οἰκογένεια τοῦ Ρουβήν.

  15. 15

    καὶ υἱοὶ Συμεών· ᾿Ιεμουὴλ καὶ ᾿Ιαμεὶν καὶ ᾿Αὼδ καὶ ᾿Ιαχεὶν καὶ Σαὰρ καὶ Σαοὺλ ὁ ἐκ τῆς Φοινίσσης· αὗται αἱ πατριαὶ τῶν υἱῶν Συμεών.

    Οἱ υἱοὶ τοῦ Συμεὼν ἦσαν ὁ Ἰεμουὴλ καὶ ὁ Ἰαμεὶν καὶ ὁ Ἀὼδ καὶ ὁ Ἰαχεὶν καὶ ὁ Σαὰρ καὶ ὁ Σαούλ, ὁ υἱὸς τῆς Χαναναίας γυναικὸς ἀπὸ τὴν Φοινίκην. Αὐτοὶ ἦσαν οἰ ἀπόγονοι τοῦ Συμεὼν κατὰ οἰκογενείας.

  16. 16

    καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Λευὶ κατὰ συγγενείας αὐτῶν. Γεδσών, Καὰθ καὶ Μεραρεί· καὶ τὰ ἔτη τῆς ζωῆς Λευὶ ἑκατὸν τριακονταεπτά.

    Τὰ ὀνόματα τῶν υἱῶν τοῦ Λευΐ μὲ τοὺς ἀπογόνους των ἦσαν αὐτά· Ὁ Γεδσών, ὁ Καὰθ καὶ ὁ Μεραρεί. Ἔζησε δὲ ὁ Λευΐ ἑκατὸν τριάντα ἑπτὰ χρόνια.

  17. 17

    καὶ οὗτοι υἱοὶ Γεδσών· Λοβενεὶ καὶ Σεμεεί, οἶκοι πατριᾶς αὐτῶν.

    Καὶ αὐτοὶ ἦσαν οἰ υἱοὶ τοῦ Γεδσών: Ὁ Λοβενεὶ καὶ ὁ Σεμεεὶ μὲ τὴν πατριαρχικὴν οἰκογένειάν του ὁ καθένας.

  18. 18

    καὶ υἱοὶ Καάθ· ᾿Αμβρὰμ καὶ ᾿Ισαάρ, Χεβρὼν καὶ ᾿Οζειήλ· καὶ τὰ ἔτη τῆς ζωῆς Καὰθ ἑκατὸν τριακοντατρία ἔτη.

    Οἱ υἱοὶ τοῦ Καὰθ ἦσαν ὁ Ἀμβρὰμ καὶ ὁ Ἰσσαάρ, ὁ Χεβρὼν καὶ ὀ Ὀζειήλ. Ὁ Καὰθ ἔζησεν ἑκατὸν τριάντα τρία χρόνια.

  19. 19

    καὶ υἱοὶ Μεραρεί· Μοολεὶ καὶ ῾Ομουσεί. οὗτοι οἱ οἶκοι πατριῶν Λευὶ κατὰ συγγενείας αὐτῶν.

    Οἱ υἱοὶ τοῦ Μεραρεὶ ἦσαν ὁ Μοολεὶ καὶ ὁ Ὀμουσεί. Αὐταὶ αἱ οἰκογένειαι ἀποτελοῦσαν τὴν φυλὴν τοῦ Λευΐ κατὰ τὰς συγγενείας των.

  20. 20

    καὶ ἔλαβεν ᾿Αμβρὰμ τὴν ᾿Ιωχαβὲδ θυγατέρα τοῦ ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ ἑαυτῷ εἰς γυναῖκα, καὶ ἐγέννησεν αὐτῷ τόν τε ᾿Ααρὼν καὶ τὸν Μωυσῆν καὶ Μαριὰμ τὴν ἀδελφὴν αὐτῶν· τὰ δὲ ἔτη τῆς ζωῆς ᾿Αμβρὰμ ἑκατὸν τριακονταδύο ἔτη.

    Ἐπῆρε δὲ ὁ Ἀμβρὰμ ὡς γυναῖκα του τὴν Ἰωχαβέδ, τὴν κόρην τοῦ ἀδελφοῦ τοῦ πατρός του, (τοῦτο ἀπηγορεύθη κατόπιν, ὄταν ἐδόθη ὁ Μωσαϊκὸς Νόμος) καὶ τοῦ ἐγέννησεν ἐκείνη τὸν Ἀαρών, τὸν Μωϋσῆν καὶ τὴν ἀδελφήν των Μαριάμ. Ἔζησε δὲ ὁ Ἀμβρὰμ ἑκατὸν τριάντα δύο χρόνια.

  21. 21

    καὶ υἱοὶ ᾿Ισσαάρ· Κορὲ καὶ Ναφὲκ καὶ Ζεχρεί.

    Οἱ υἱοὶ τοῦ Ἰσσαὰρ ἦσαν ὁ Κορέ καὶ ὁ Ναφὲκ καὶ ὁ Ζεχρεῖ.

  22. 22

    καὶ υἱοὶ ᾿Οζειήλ· Μισαὴλ καὶ ᾿Ελισαφὰν καὶ Σεγρεί.

    Οἱ υἱοὶ τοῦ Ὀζειὴλ ἦσαν ὁ Μισαὴλ καὶ ὁ Ἐλισαφὰν καὶ ὁ Σεγρεί.

  23. 23

    ἔλαβε δὲ ᾿Ααρὼν τὴν ᾿Ελισαβὲθ θυγατέρα ᾿Αμειναδὰβ ἀδελφὴν Ναασσὼν αὐτῷ γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τόν τε Ναδὰβ καὶ ᾿Αβιοὺδ καὶ τὸν ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ.

    Ὁ δὲ Ἀαρὼν ἐπῆρεν ὠς γυναῖκα του τὴν Ἐλισαβέθ, τὴν κόρην τοῦ Ἀμειναδὰβ καὶ ἀδελφὴν τοῦ Ναασσών. Αὐτὴ τοῦ ἐγέννησε τὸν Ναδὰβ καὶ τὸν Ἀβιοὺδ καὶ τὸν Ἐλεάζαρ καὶ τὸν Ἰθάμαρ.

  24. 24

    υἱοὶ δὲ Κορέ· ᾿Ασεὶρ καὶ ῾Ελκανὰ καὶ ᾿Αβιάσαφ· αὗται αἱ γενέσεις Κορέ.

    Οἱ υἱοὶ τοῦ Κορέ ἦσαν ὁ Ἀσεὶρ καὶ ὁ Ἐλκανὰ καὶ ὁ Ἀβιάσαφ. Αὐτοὶ ἦσαν οἱ ἀπόγονοι τοῦ Κορέ, οἱ Κορεΐται.

  25. 25

    καὶ ᾿Ελεάζαρ ὁ τοῦ ᾿Ααρὼν ἔλαβε τῶν θυγατέρων Φουτιὴλ αὐτῷ γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τὸν Φινεές. αὗται αἱ ἀρχαὶ πατριᾶς Λευιτῶν κατὰ γενέσεις αὐτῶν.

    Ὁ δὲ Ἐλεάζαρ, ὁ υἱὸς τοῦ Ἀαρών, ἐπῆρεν ὡς γυναῖκα του μίαν ἀπὸ τὰς θυγατέρας τοῦ Φουτιὴλ καὶ ἐκείνη τοῦ ἐγέννησε τὸν Φινεές. Αὐτοὶ ἦσαν οἱ ἀρχηγοὶ τῶν οἰκογενειῶν, ποὺ κατήγοντο ἀπὸ τὸν Λευΐ μὲ τὴν σειρὰν τῶν ἀπογόνων των.

  26. 26

    οὗτος ᾿Ααρὼν καὶ Μωυσῆς, οἷς εἶπεν αὐτοῖς ὁ Θεὸς ἐξαγαγεῖν τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν·

    Αὐτὸς λοιπὸν εἶναι ὁ Ἀαρὼν καὶ αὐτὸς ὁ Μωϋσῆς, εἰς τοὺς ὁποίους εἶπεν ὁ Θεὸς νὰ βγάλουν τοὺς Ἰσραηλίτας, μὲ ὅλην τὴν δύναμιν ποὺ διέθεταν, ἀπὸ τὴν χώραν τῆς Αἰγύπτου.

  27. 27

    οὗτοί εἰσιν οἱ διαλεγόμενοι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου καὶ ἐξήγαγον τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου· αὐτὸς ᾿Ααρὼν καὶ Μωυσῆς.

    Αὐτοὶ ἦσαν οἰ ἄνθρωποι, ποὺ ὡμίλησαν εἰς τὸν Φαραώ, τὸν βασιλέα τῆς Αἰγύπτου, καὶ ἔβγαλαν τοὺς Ἰσραηλίτας ἀπὸ τὴν Αἴγυπτον. Αὐτὸς ἦτο ὁ Ἀαρὼν καὶ αὐτὸς ὁ Μωϋσῆς.

  28. 28

    ῟ῌ ἡμέρᾳ ἐλάλησε Κύριος Μωυσῇ ἐν γῇ Αἰγύπτῳ,

    Κατὰ τὴν ἡμέραν δὲ ἐκείνην, ποὺ ὁ Θεὸς ὡμίλησεν εἰς τὸν Μωϋσῆν, ἐνῷ εὑρίσκετο εἰς τὴν Αἴγυπτον,

  29. 29

    καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· ἐγὼ Κύριος· λάλησον πρὸς Φαραὼ βασιλέα Αἰγύπτου ὅσα ἐγὼ λέγω πρὸς σέ.

    εἶπε πάλιν ὁ Κύριος εἰς τὸν Μωϋσῆν: «Ἐγὼ εἶμαι ὁ μόνος Κύριος. Νὰ διαβιβάσῃς εἰς τὸν Φαραώ, τὸν βασιλέα τῆς Αἰγύπτου, ὅλα ὅσα ἐγὼ σοῦ λέγω».

  30. 30

    καὶ εἶπε Μωυσῆς ἐναντίον Κυρίου· ἰδοὺ ἐγὼ ἰσχνόφωνός εἰμι, καὶ πῶς εἰσακούσεταί μου Φαραώ;

    Ὁ Μωϋσῆς ὅμως ἐπανέλαβε καὶ πάλιν τοὺς δισταγμούς του καὶ εἶπεν εἰς τὸν Κύριον: «Τὸ βλέπεις ὅτι ἐγὼ δὲν εἶμαι ἱκανὸς νὰ ὁμιλῶ. Πῶς λοιπὸν θὰ μὲ ἀκούσῃ ὁ Φαραώ;»