Έξοδος, κεφάλαιο 24
- 1
ΚΑΙ Μωυσῇ εἶπεν· ἀνάβηθι πρὸς τὸν Κύριον σὺ καὶ ᾿Ααρὼν καὶ Ναδὰβ καὶ ᾿Αβιοὺδ καὶ ἑβδημήκοντα τῶν πρεσβυτέρων ᾿Ισραήλ, καὶ προσκυνήσουσι μακρόθεν τῷ Κυρίῳ·
Καὶ εἶπεν ὁ Θεὸς πρὸς τὸν Μωϋσῆν: «Ἀνέβα εἰς τὸ βουνὸ πρὸς τὸν Κύριον σὺ καὶ ὁ Ἀαρών καὶ οἱ υἱοὶ τοῦ Ναδὰβ καὶ Ἀβιοὺδ καὶ ἑβδομῆντα ἀπὸ τοὺς προεστοὺς τῶν Ἰσραηλιτῶν. Ὅλοι νὰ σταθοῦν ἀπὸ μακρυὰ καὶ νὰ προσκυνήσουν τὸν Κύριον.
- 2
καὶ ἐγγιεῖ Μωυσῆς μόνος πρὸς τὸν Θεόν, αὐτοὶ δὲ οὐκ ἐγγιοῦσιν· ὁ δὲ λαὸς οὐ συναναβήσεται μετ᾿ αὐτῶν.
Μόνος δὲ σύ, ὁ Μωϋσῆς, θὰ πλησιάσῃς πρὸς τὸν Θεόν. Οἱ ἄλλοι δὲν πρέπει νὰ πλησιάσουν. Ὁ δὲ λαὸς νὰ μείνῃ κάτω καὶ νὰ μὴ ἀνέβη μαζί των εἰς τὸ βουνό».
- 3
εἰσῆλθε δὲ Μωυσῆς καὶ διηγήσατο τῷ λαῷ πάντα τὰ ρήματα τοῦ Θεοῦ καὶ τὰ δικαιώματα· ἀπεκρίθη δὲ πᾶς ὁ λαὸς φωνῇ μιᾷ λέγοντες· πάντας τοὺς λόγους, οὓς ἐλάλησε Κύριος, ποιήσομεν καὶ ἀκουσόμεθα.
Κατόπιν τούτου ὁ Μωϋσῆς εἰσῆλθεν εἰς τὸν καταυλισμὸν τῶν Ἰσραηλιτῶν καὶ ἀνεκοίνωσεν εἰς τὸν λαὸν ὅλα τὰ λόγια καὶ τὰς ἐντολάς τοῦ Θεοῦ. Ἀπήντησε δὲ ὅλος ὁ λαὸς μὲ μίαν φωνὴν καὶ εἶπαν: «Ὅλα, ὅσα μᾶς εἶπεν ὁ Κύριος, θὰ τὰ ἐφαρμόσωμεν καὶ θὰ ὑπακούσωμεν εὐχαρίστως».
- 4
καὶ ἔγραψε Μωυσῆς πάντα τὰ ρήματα Κυρίου. ὀρθρίσας δὲ Μωυσῆς τὸ πρωΐ ᾠκοδόμησε θυσιαστήριον ὑπὸ τὸ ὄρος καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ ᾿Ισραήλ·
Καὶ ἔγραψεν ὁ Μωϋσῆς ὅλα τὰ λόγια τοῦ Κυρίου. Ἐσηκώθη δὲ ἐνωρὶς τὸ πρωῒ ὁ Μωϋσῆς καὶ ἔκτισεν εἰς τοὺς πρόποδας τοῦ βουνοῦ θυσιαστήριον πρὸς τιμὴν τοῦ Κυρίου. Ἔστησε δὲ καὶ δώδεκα λίθους, Ἕνα διὰ κάθε μίαν ἀπὸ τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
- 5
καὶ ἐξαπέστειλε τοὺς νεανίσκους τῶν υἱῶν ᾿Ισραήλ, καὶ ἀνήνεγκαν ὁλοκαυτώματα καὶ ἔθυσαν θυσίαν σωτηρίου τῷ Θεῷ μοσχάρια.
Ἔστειλε δὲ κατόπιν τοὺς νεαροὺς Ἰσραηλίτας καὶ ἔφεραν εἰς τὸ θυσιαστήριον μοσχάρια καὶ προσέφεραν ὁλοκαυτώματα καὶ θυσίαν εἰρηνικήν, διὰ νὰ ἐκδηλωθῇ εὐγνωμοσύνη πρὸς τὸν Θεὸν διὰ τὴν σωτηρίαν, ποὺ Ἐκεῖνος ἐχάρισε.
- 6
λαβὼν δὲ Μωυσῆς τὸ ἥμισυ τοῦ αἵματος ἐνέχεεν εἰς κρατῆρας, τὸ δὲ ἥμισυ τοῦ αἵματος προσέχεε πρὸς τὸ θυσιαστήριον.
Ἐπῆρε δὲ ὁ Μωϋσῆς τὸ μισὸ ἀπὸ τὸ αἷμα τῶν ζώων ποὺ ἐθυσίασαν καὶ τὸ ἔβαλε μέσα εἰς δοχεῖα, τὸ δὲ ἄλλο μισὸ τὸ ἔχυσεν εἰς τὸ θυσιαστήριον.
- 7
καὶ λαβὼν τὸ βιβλίον τῆς διαθήκης ἀνέγνω εἰς τὰ ὦτα τοῦ λαοῦ, καὶ εἶπαν· πάντα ὅσα ἐλάλησε Κύριος, ποιήσομεν καὶ ἀκουσόμεθα.
Καὶ ἀφοῦ ἐπῆρε τὸ βιβλίον τῆς Διαθήκης, ὅπου εἶχεν ἤδη γράψει τὰς θείας ἐντολάς, τὰς ἐδιάβασε μεγαλοφώνως, διὰ νὰ τὰς ἀκούῃ ὁ λαός. Καὶ εἶπαν οἱ Ἰσραηλῖται: «Ὅλα, ὅσα εἶπεν ὁ Κύριος, θὰ τὰ ἐφαρμόσωμεν καὶ θὰ ὑπακούσωμεν εὐχαρίστως εἰς τὰ λόγια Του».
- 8
λαβὼν δὲ Μωυσῆς τὸ αἷμα κατεσκέδασε τοῦ λαοῦ καὶ εἶπεν· ἰδοὺ τὸ αἷμα τῆς διαθήκης, ἧς διέθετο Κύριος πρὸς ὑμᾶς περὶ πάντων τῶν λόγων τούτων.
Ἀφοῦ δὲ ἐπῆρεν ὁ Μωϋσῆς τὸ αἷμα, ποὺ ἦτο εἰς τὰ δοχεῖα, ἐρράντισε μὲ αὐτὸ τὸν λαὸν καὶ εἶπεν: «Αὐτὸ εἶναι τὸ αἷμα, ποὺ ἐπικυρώνει τὴν Διαθήκην καὶ συμφωνίαν, ποὺ ἔκανε μαζί σας ὁ Κύριος δι' ὅλα αὐτὰ τὰ λόγια, ποὺ ἠκούσατε προηγουμένως».
- 9
Καὶ ἀνέβη Μωυσῆς καὶ ᾿Ααρὼν καὶ Ναδὰβ καὶ ᾿Αβιοὺδ καὶ ἑβδομήκοντα τῆς γερουσίας ᾿Ισραήλ
Καὶ ἀνέβη κατόπιν ὁ Μωϋσῆς εἰς τὸ βουνὸ καὶ τὸν ἠκολούθησαν ὁ Ἀαρὼν καὶ ὁ Ναδὰβ καὶ ὁ Ἀβιοὺδ καὶ ἑβδομῆντα ἀπὸ τοὺς προεστοὺς τῶν Ἰσραηλιτῶν.
- 10
καὶ εἶδον τὸν τόπον, οὗ εἱστήκει ὁ Θεὸς τοῦ ᾿Ισραήλ· καὶ τά ὑπὸ τοὺς πόδας αὐτοῦ ὡσεὶ ἔργον πλίνθου σαπφείρου καὶ ὥσπερ εἶδος στερεώματος τοῦ οὐρανοῦ τῇ καθαριότητι.
Καὶ ἐκεῖ εἰς τὸ βουνὸ εἶδαν τὸν τόπον, ὅπου εἶχε σταθῇ ὁ Θεὸς τῶν Ἰσραηλιτῶν. Ἐκεῖ δέ, ὅπου ἐπατοῦσαν τὰ πόδια τοῦ Κυρίου, ἐφαίνετο ὁ τόπος, σὰν νὰ ἦτο βῆμα κατεσκευασμένον μὲ πλίνθους ἀπὸ τὸν πολύτιμον λίθον σάπφειρον καὶ ἦτο ὁ τόπος τόσον λαμπερὸς καὶ φωτεινὸς σὰν τὸν ὁλοκάθαρον οὐρανόν.
- 11
καὶ τῶν ἐπιλέκτων τοῦ ᾿Ισραὴλ οὐ διεφώνησεν οὐδὲ εἷς· καὶ ὤφθησαν ἐν τῷ τόπῳ τοῦ Θεοῦ καὶ ἔφαγον καὶ ἔπιον.
Καὶ ἐμπρὸς εἰς τὸ ἐκπληκτικὸν αὐτὸ θέαμα κανεὶς ἀπὸ τοὺς ἐκλεκτοὺς αὐτοὺς ἐκπροσώπους τοῦ Ἰσραὴλ δὲν ἔχασε τὴν φωνὴν του, οὔτε ἔπαθε κάποιο ἄλλο κακόν, οὔτε ἀπέθανεν. Ἐστάθησαν δὲ καὶ εἶδαν τὸν τόπον, ὅπου ἔστεκεν ὁ Θεὸς καὶ παρεκάθησαν εἰς θεῖον συμπόσιον καὶ ἔφαγαν καὶ ἔπιαν.
- 12
καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ἀνάβηθι πρός με εἰς τὸ ὄρος καὶ ἴσθι ἐκεῖ· καὶ δώσω σοι τὰ πυξία τὰ λίθινα, τὸν νόμον καὶ τὰς ἐντολάς, ἃς ἔγραψα νομοθετῆσαι αὐτοῖς.
Καὶ εἶπεν ὁ Κύριος πρὸς τὸν Μωϋσῆν: «Ἀνέβα εἰς τὴν κορυφὴν τοῦ βουνοῦ πρὸς ἐμὲ καὶ μεῖνε ἐκεῖ. Καὶ θὰ σοῦ δώσω ἐγὼ τὰς λιθίνας πλάκας, τὸν νόμον καὶ τὰς ἐντολάς, ποὺ ἔγραψα, διὰ νὰ ἀποτελοῦν τοὺς νόμους, ποὺ θὰ ρυθμίζουν τὴν ζωήν των .
- 13
καὶ ἀναστὰς Μωυσῆς καὶ ᾿Ιησοῦς ὁ παρεστηκὼς αὐτῷ ἀνέβησαν εἰς τὸ ὄρος τοῦ Θεοῦ·
Καὶ ἀφοῦ ἐσηκώθη ὁ Μωϋσῆς μαζὶ μὲ τὸν Ἰησοῦν του Ναυῆ, τὸν βοηθόν του, ἀνέβησαν εἰς τὴν κορυφὴν τοῦ Σινᾶ, τοῦ ὅρους τοῦ Θεοῦ.
- 14
καὶ τοῖς πρεσβυτέροις εἶπαν· ἡσυχάζετε αὐτοῦ, ἕως ἀναστρέψωμεν πρὸς ὑμᾶς· καὶ ἰδοὺ ᾿Ααρὼν καὶ ῍Ωρ μεθ᾿ ὑμῶν· ἐάν τινι συμβῇ κρίσις, προσπορευέσθωσαν αὐτοῖς.
Εἰς δὲ τοὺς προεστοὺς τῶν Ἰσραηλιτῶν εἶπαν: «Μείνετε ἥσυχοι ἐδῶ, ἕως ὅτου ἐπιστρέψωμεν κοντά σας. Καὶ νὰ ὁ Ἀαρὼν καὶ ὁ Ὢρ θὰ εἶναι μαζί σας. Ἐὰν συμβῇ κάτι, ποὺ νὰ χρειάζεται διευθέτησιν, ἂς πηγαίνουν εἰς αὐτοὺς οἱ ἐνδιαφερόμενοι, ὥστε νὰ τακτοποιοῦνται αἱ διαφοραί».
- 15
καὶ ἀνέβη Μωυσῆς καὶ ᾿Ιησοῦς εἰς τό ὄρος, καί ἐκάλυψεν ἡ νεφέλη τὸ ὄρος.
Καὶ ἀνέβη ὁ Μωϋσῆς μαζὶ μὲ τὸν Ἰησοῦν εἰς τὴν κορυφὴν τοῦ βουνοῦ καὶ ἐσκέπασεν ἡ νεφέλη τὸ βουνό.
- 16
καὶ κατέβη ἡ δόξα τοῦ Θεοῦ ἐπὶ τὸ ὄρος τὸ Σινά, καὶ ἐκάλυψεν αὐτὸ ἡ νεφέλη ἓξ ἡμέρας· καὶ ἐκάλεσε Κύριος τὸν Μωυσῆν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐκ μέσου τῆς νεφέλης.
Καὶ κατέβη εἰς τὸ ὅρος τὸ Σινᾶ ἡ δόξα τοῦ Κυρίου ὡς λάμψις φωτεινή. Ἡ δὲ νεφέλη, ποὺ συμβολίζει τὴν θείαν παρουσίαν, ἐσκεπασε τὸ Σινᾶ ἐπὶ ἕξι ἡμέρας. Κατὰ δὲ τὴν ἑβδόμην ἡμέραν ἐκάλεσεν ὁ Κύριος τὸν Μωϋσῆν ἀπὸ τὸ μέσον τῆς νεφέλης νὰ πλησιάσῃ πρὸς Αὐτόν.
- 17
τὸ δὲ εἶδος τῆς δόξης Κυρίου ὡσεὶ πῦρ φλέγον ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους ἐναντίον τῶν υἱῶν ᾿Ισραήλ.
Ἡ δὲ δόξα τοῦ Κυρίου εἰς τὴν κορυφὴν τοῦ βουνοῦ ἐφαίνετο ἀπὸ τοὺς Ἰσραηλίτας καὶ ὠμοίαζε μὲ δυνατὴν φωτιάν, ποὺ καίει καὶ βγάζει συνεχῶς φλόγες.
- 18
καὶ εἰσῆλθε Μωυσῆς εἰς τὸ μέσον τῆς νεφέλης καὶ ἀνέβη εἰς τὸ ὄρος καὶ ἦν ἐκεῖ ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας.
Καὶ εἰσῆλθεν ὁ Μωϋσῆς εἰς τὸ μέσον τῆς νεφέλην καὶ ἀνέβη εἰς τὴν κορυφὴν τοῦ βουνοῦ καὶ ἔμεινεν ἐκεῖ εἰς τὸ βουνὸ ἐπὶ σαράντα ἡμέρας καὶ σαράντα νύκτας.
