Έξοδος, κεφάλαιο 15
- 1
ΤΟΤΕ ᾖσε Μωυσῆς καὶ οἱ υἱοὶ ᾿Ισραὴλ τὴν ᾠδὴν ταύτην τῷ Θεῷ καὶ εἶπαν λέγοντες· ᾄσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν.
Τότε ὁ Μωϋσῆς μαζι μὲ ὅλους τοὺς Ἰσραηλίτας ἔψαλεν αὐτὸ τὸ εὐχαριστήριον ᾆσμα πρὸς τὸν Θεὸν καὶ εἶπαν τὰ ἑξῆς: «Ἂς ψάλωμεν πρὸς τιμὴν τοῦ Κυρίου, διότι ἐδοξάσθη πολὺ μὲ θαυμαστὰ ἔργα. Ἔρριξεν εἰς τὴν θάλασσαν τὰ ἄλογα καὶ τοὺς ἱππεῖς τῶν Αἰγυπτίων.
- 2
βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν· οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ πατρός μου, καὶ ὑψώσω αὐτόν.
Ἔγινε βοηθός μου. Μὲ ἐσκέπασε μὲ τὴν δύναμίν Του καὶ μὲ ἔσωσεν. Αὐτὸς καὶ μόνον εἶναι Θεός μου καὶ θὰ Τὸν δοξάσω, ὄπως Τοῦ ἁρμόζει. Εἶναι Θεὸς τοῦ πατρός μου καὶ θὰ μεγαλύνω τὸ ὄνομά Του.
- 3
Κύριος συντρίβων πολέμους, Κύριος ὄνομα αὐτῷ.
Ὁ Κύριος συντρίβει καὶ κατανικᾷ τοὺς ἐχθρούς. Κύριος εἶναι τὸ ὄνομα ποὺ Τοῦ πρέπει.
- 4
ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν, ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν ἐρυθρᾷ θαλάσσῃ,
Ἔρριξεν εἰς τὰ βάθη τῆς θαλάσσης τὰ ἅρματα καὶ τὴν πολεμικὴν δύναμιν τοῦ Φαραώ. Τοὺς ἐκλεκτούς ἀξιωματικοὺς τοῦ ἰππικοῦ τοὺς κατέπνιξεν εἰς τὴν Ἐρυθρὰν θάλασσαν.
- 5
πόντῳ ἐκάλυψεν αὐτούς, κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος.
Τοὺς ἐσκέπασε μὲ τὴν θάλασσαν. Ἐβούλιαξαν εἰς τὸν πυθμένα τῆς θαλάσσης, ὅπως βουλιάζει ἡ πέτρα.
- 6
ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ· ἡ δεξιά σου χείρ, Κύριε, ἔθραυσεν ἐχθρούς.
Ἡ παντοδύναμος δεξιά Σου, Κύριε, ἐδοξάσθη πολὺ μὲ τὴν ἀκατανίκητον δύναμίν της. Ἡ παντοδύναμος δεξιά Σου, Κύριε, ἐτσάκισε τοὺς ἐχθρούς.
- 7
καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους· ἀπέστειλας τὴν ὀργήν σου καὶ κατέφαγεν αὐτοὺς ὡς καλάμην.
Μὲ τὸ ἀσύγκριτον μεγαλεῖον τῆς δυνάμεώς Σου συνέτριψες τοὺς ἀντιπάλους. Ἔστειλες ἐπάνω των τὴν δικαίαν ὀργήν Σου καὶ τοὺς κατέφαγεν ὅπως ἡ φωτιὰ τὴν καλαμιά.
- 8
καὶ διὰ πνεύματος τοῦ θυμοῦ σου διέστη τὸ ὕδωρ· ἐπάγη ὡσεὶ τεῖχος τὰ ὕδατα, ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης.
Μὲ τὸ φύσημα τῆς ὀργής Σου ἐχωρίσθη εἰς δύο τὸ νερό. Τὰ νερὰ ἔγιναν στερεὰ σὰν τείχη. Τὰ κύματα ἔγιναν σὰν τὸν πάγον εἰς τὸ μέσον τῆς θαλάσσης.
- 9
εἶπεν ὁ ἐχθρός, διώξας καταλήψομαι, μεριῶ σκῦλα, ἐμπλήσω ψυχήν μου, ἀνελῶ τῇ μαχαίρᾳ μου, κυριεύσει ἡ χείρ μου.
Εἶπεν ὁ ἐχθρός: Θὰ τοὺς κυνηγήσω καὶ θὰ τοὺς πιάσω ζωντανούς. Θὰ διαμοιράσω τὰ λάφυρα. Θὰ χορτάσω τὴν ψυχήν μου. Θὰ σφάξω μὲ τὸ μαχαίρι μου. Θὰ κυριαρχήσῃ ἡ δύναμίς μου.
- 10
ἀπέστειλας τὸ πνεῦμά σου, ἐκάλυψεν αὐτοὺς θάλασσα· ἔδυσαν ὡσεὶ μόλιβος ἐν ὕδατι σφοδρῷ.
Σὺ ὅμως, Κύριε, ἔστειλες τὸν ἄνεμόν σου καὶ ἡ θάλασσα τοὺς ἐσκέπασεν. Ἐβούλιαξαν σὰν τὸ μολύβι εἰς τὴν ἀγριεμένην θάλασσαν.
- 11
τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; τίς ὅμοιός σοι, δεδοξασμένος ἐν ἁγίοις, θαυμαστὸς ἐν δόξαις, ποιῶν τέρατα.
Ποῖος, Κύριε, μεταξὺ τῶν θεῶν εἶναι ὅμοιος μὲ Σέ; Ποῖος εἶναι ὅμοιός Σου, τόσον ἔνδοξος μέσα εἰς τοὺς ἁγίους, ἐκπληκτικὸς εἰς ἔνδοξα ἀνδραγαθήματα καὶ ποὺ να κάμνῃ ἔργα θαυμαστά;
- 12
ἐξέτεινας τὴν δεξιάν σου, κατέπιεν αὐτοὺς γῆ.
Ἅπλωσες τὸ παντοδύναμον χέρι Σου καὶ τοὺς κατέπιεν ἡ γῆ.
- 13
ὡδήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτον, ὃν ἐλυτρώσω, παρεκάλεσας τῇ ἰσχύϊ σου εἰς κατάλυμα ἅγιόν σου.
Ὠδήγησες μὲ τὴν δικαίαν προστασίαν Σου τὸν λαόν Σου αὐτόν, ποὺ Σὺ τὸν ἐλύτρωσες. Μὲ τὴν δύναμίν Σου ἔδωσες θάρρος εἰς τὸν φοβισμένον λαόν Σου καὶ τὸν ὠδήγησες εἰς τὴν ἁγίαν γῆν τῆς ἐπαγγελίας Σου.
- 14
ἤκουσαν ἔθνη καὶ ὠργίσθησαν· ὠδῖνες ἔλαβον κατοικοῦντας Φυλιστιείμ.
Τὸ ἔμαθαν τὰ γύρω ἔθνη καὶ ἀνεστατώθησαν. Ἀγωνία καὶ ὀδύνη ἐκυρίευσαν τοὺς κατοίκους τῆς γῆς τῶν Φιλισταίων.
- 15
τότε ἔσπευσαν ἡγεμόνες ᾿Εδώμ, καὶ ἄρχοντες Μωαβιτῶν, ἔλαβεν αὐτοὺς τρόμος, ἐτάκησαν πάντες οἱ κατοικοῦντες Χαναάν.
Ὅταν ἄκουσαν τὰ συμβάντα οἰ διοικηταὶ τῆς Ἰδουμαίας καὶ οἱ ἄρχοντες τῶν Μωαβιτῶν ἐθορυβήθησαν καὶ ἐταράχθησαν. Τοὺς ἐκυρίευσε τρόμος. Ἔλειωσαν ἀπὸ τὸν φόβον των ὅλοι οἰ κάτοικοι τῆς Χαναάν.
- 16
ἐπιπέσοι ἐπ᾿ αὐτοὺς τρόμος καὶ φόβος, μεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν, ἕως ἂν παρέλθῃ ὁ λαός σου, Κύριε, ἕως ἂν παρέλθῃ ὁ λαός σου οὗτος, ὃν ἐκτήσω.
Φόβος καὶ τρόμος εἴθε νὰ πέσῃ ἐπάνω των, διὰ να τοὺς παραλύσῃ. Ἐμπρὸς εἰς τὸ παντοδύναμον χέρι Σου εἴθε νὰ ἀπολιθωθοῦν τρομαγμένοι, μέχρις ὅτου νὰ περάσῃ ἀπὸ ἐμπρός των θριαμβευτὴς ὁ λαός Σου, Κύριε, ἕως ὅτου νὰ περάσῃ ὁ λαός Σου αὐτός, ποὺ Σὺ τὸν ἔκανες κτῆμα Σου.
- 17
εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου, εἰς ἕτοιμον κατοικητήριόν σου, ὃ κατηρτίσω, Κύριε, ἁγίασμα, Κύριε, ὃ ἡτοίμασαν αἱ χεῖρές σου.
Βάλε τους μέσα εἰς τὴν γῆν Σου, Κύριε καὶ ρίζωσέ τους στερεὰ εἰς τὸ ὄρος Σιών, τὸ βουνὸ τῆς κληρονομίας Σου, εἰς τὸν τόπον ποὺ ἔχει ἐτοιμασθῆ σὰν κατοικία Σου, τὸν τόπον ποὺ Σὺ τὸν ἐξεχώρισες καὶ τὸν ἔκανες ἅγιον καὶ ἱερόν, τὸν τόπον, Κύριε, ποὺ ἐτοίμασαν τὰ χέρια Σου.
- 18
Κύριος βασιλεύων τὸν αἰῶνα καὶ ἐπ᾿ αἰῶνα καὶ ἔτι.
Ὁ Κύριος βασιλεύει διαρκῶς εἰς ὅλους τοὺς αἰῶνας καὶ ἀκόμη περισσότερον. Δὲν τελειώνει ποτὲ ἡ βασιλεία Του.
- 19
ὅτι εἰσῆλθεν ἵππος Φαραὼ σὺν ἅρμασι καὶ ἀναβάταις εἰς θάλασσαν, καὶ ἐπήγαγεν ἐπ᾿ αὐτοὺς Κύριος τὸ ὕδωρ τῆς θαλάσσης· οἱ δὲ υἱοὶ ᾿Ισραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης.
Εἶναι ὁλοφάνερη ἡ ἐξουσία Του. Διότι ὥρμησαν μέσα εἰς τὴν θάλασσαν τὸ ἱππικὸν τοῦ Φαραὼ μὲ τὰ πολεμικὰ ἅρματα καὶ τοὺς πολεμιστάς, ἀλλ’ ὁ Κύριος ἔρριξεν ἐπάνω τῶν τὰ νερὰ τῆς θαλάσσης καὶ ἐπνίγησαν. Ἀντιθέτως οἱ Ἰσραηλῖται περιεπάτησαν εἰς ξηρὸν ἔδαφος μέσα εἰς τὴν θάλασσαν».
- 20
Λαβοῦσα δὲ Μαριάμ, ἡ προφῆτις, ἡ ἀδελφὴ ᾿Ααρών, τὸ τύμπανον ἐν τῇ χειρὶ αὐτῆς, καὶ ἐξήλθοσαν πᾶσαι αἱ γυναῖκες ὀπίσω αὐτῆς μετὰ τυμπάνων καὶ χορῶν,
Τότε ἡ προφήτις Μαριάμ, ἡ ἀδελφὴ τοῦ Ἀαρών, ἐπῆρεν εἰς τὸ χέρι της τὸ τύμπανον καὶ ὅλαι αἱ γυναῖκες ἐβγῆκαν ὀπίσω της μὲ τύμπανα καὶ χορούς.
- 21
ἐξῆρχε δὲ αὐτῶν Μαριὰμ λέγουσα· ᾄσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν.
Ἐπρωτοστατοῦσε δὲ ἡ Μαριὰμ καὶ ἔλεγεν: «Ἂς ψάλωμεν πρὸς τιμὴν τοῦ Κυρίου, διότι μὲ θαυμαστὰ ἔργα ἐδοξάσθη πολύ. Ἔρριξεν εἰς τὴν θάλασσαν τὰ ἄλογα καὶ τοὺς ἱππεῖς τῶν Αἰγυπτίων».
- 22
᾿Εξῇρε δὲ Μωυσῆς τοὺς υἱοὺς ᾿Ισραὴλ ἀπὸ θαλάσσης ἐρυθρᾶς καὶ ἤγαγεν αὐτοὺς εἰς τὴν ἔρημον Σούρ· καὶ ἐπορεύοντο τρεῖς ἡμέρας ἐν τῇ ἐρήμῳ καὶ οὐχ ηὕρισκον ὕδωρ ὥστε πιεῖν.
Ἐσήκωσε δὲ ὁ Μωυσῆς τοὺς Ἰσραηλίτας ἀπὸ τὴν Ἐρυθρὰν θάλασσαν καὶ τοὺς κατηύθυνε πρὸς τὴν ἔρημον Σούρ. Καὶ ἐβάδιζαν ἐπὶ τρεῖς ἡμέρας εἰς αὐτὴν τὴν ἔρημον, χωρὶς να εὕρουν νερό, διὰ νὰ πιοῦν.
- 23
ἦλθον δὲ εἰς Μερρᾶ καὶ οὐκ ἠδύναντο πιεῖν ἐκ Μερρᾶς, πικρὸν γὰρ ἦν· διὰ τοῦτο ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Πικρία.
Ἔφθασαν δὲ εἰς μίαν τοποθεσίαν, ποὺ ἐλέγετο Μερρᾶ. Δὲν ἠμποροῦσαν ὅμως νὰ πιοῦν ἀπὸ τὸ νερὸ τῆς Μερρᾶς, διότι ἦτο πικρόν. Δι' αὐτὸ μάλιστα καὶ ἐδόθη εἰς τὸν τόπον ἐκεῖνον τὸ ὄνομα «Πικρία».
- 24
καὶ διεγόγγυζεν ὁ λαὸς ἐπὶ Μωυσῇ λέγοντες· τί πιόμεθα;
Τότε ὁ Ἰσραηλιτικὸς λαὸς ἄρχισε νὰ γογγύζῃ ἐναντίον τοῦ Μωϋσέως καὶ ἔλεγαν ὅλοι: «Τί θὰ πιοῦμε;»
- 25
ἐβόησε δὲ Μωυσῆς πρὸς Κύριον, καὶ ἔδειξεν αὐτῷ Κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ, καὶ ἐγλυκάνθη τὸ ὕδωρ. ἐκεῖ ἔθετο αὐτῷ δικαιώματα καὶ κρίσεις καὶ ἐκεῖ αὐτὸν ἐπείρασε.
Ὁ δὲ Μωϋσῆς ἐβόησε μὲ θερμὴν προσευχὴν πρὸς τὸν Κύριον καὶ ὁ Κύριος τοῦ ἔδειξεν ἕνα ξύλον. Τὸ ἔβαλε λοιπὸν μέσα εἰς τὸ νερὸ καὶ ἀμέσως τὸ νερὸ ἐγλυκάνθη καὶ ἔγινε πόσιμον. Ἐκεῖ εἰς τὴν Μερρᾶ ἔδωσεν ὁ Κύριος εἰς τὸν λαὸν νόμους καὶ προστάγματα, διὰ νὰ μὴ λησμονοῦν τὰς ὑποχρεώσεις των. Ἐκεῖ τοὺς ἔθεσε καὶ ὑπὸ δοκιμασίαν.
- 26
καὶ εἶπεν· ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου καὶ τὰ ἀρεστὰ ἐναντίον αὐτοῦ ποιήσῃς καὶ ἐνωτίσῃ ταῖς ἐντολαῖς αὐτοῦ καὶ φυλάξῃς πάντα τὰ δικαιώματα αὐτοῦ, πᾶσαν νόσον, ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου ὁ ἰώμενός σε.
Εἶπε λοιπὸν ὁ Θεός: «Ἐὰν ὑπακούῃς προθύμως εἰς τὴν φωνὴν Κυρίου τοῦ Θεοῦ σου καὶ κάμνῃς ὅσα ἀρέσκουν εἰς Αὐτὸν καὶ ἀκούῃς μὲ προσοχὴν τὰς ἐντολάς Του καὶ τηρῇς ὅλους τοὺς νόμους Του, σὲ διαβεβαιώνω ὅτι δὲν πρόκειται νὰ στείλω ἐπάνω σου καμμίαν ἀπὸ τὰς ἀσθενείας καὶ τὰς τιμωρίας, ποὺ ἔστειλα εἰς τοὺς Αἰγυπτίους. Διότι ἐγὼ εἶμαι ὁ Κύριος, ὁ Θεός σου, ποὺ σοῦ θεραπεύω τοὺς πόνους καὶ τὰς πληγάς σου».
- 27
Καὶ ἤλθοσαν εἰς Αἰλείμ, καὶ ἦσαν ἐκεῖ δώδεκα πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη φοινίκων· παρενέβαλον δὲ ἐκεῖ παρὰ τὰ ὕδατα.
Ἀνεχώρησαν κατόπιν οἱ Ἰσραηλῖται ἀπὸ τὴν Μερρᾶ καὶ ἦλθαν εἰς τὴν ὄασιν Αἰλείμ. Ἐκεῖ ὑπῆρχαν δώδεκα πηγαὶ καὶ ἑβδομῆντα φοινικόδενδρα. Καὶ ἐστρατοπέδευσαν ἐκεῖ, εἰς αὐτὴν τὴν ὄασιν, κοντὰ εἰς τὰ νερὰ
