Δευτερονόμιον, κεφάλαιο 34
- 1
ΚΑΙ ἀνέβη Μωυσῆς ἀπὸ ᾿Αραβὼθ Μωὰβ ἐπὶ τὸ ὄρος Ναβαῦ, ἐπὶ κορυφὴν Φασγά, ἥ ἐστιν ἐπὶ προσώπου ᾿Ιεριχώ. καὶ ἔδειξεν αὐτῷ Κύριος πᾶσαν τὴν γῆν Γαλαὰδ ἕως Δὰν
Καὶ ἀνέβη ὁ Μωϋσῆς ἀπὸ τὴν περιοχὴν Ἀραβὼθ τῆς χώρας Μωὰβ ἐπάνω εἰς τὸ βουνὸ Ναβαῦ καὶ συγκεκριμένως εἰς τὴν κορυφὴν Φασγά, ποὺ εὑρίσκεται ἀπέναντι ἀπὸ τὴν Ἱεριχώ. Καὶ τοῦ ἔδειξεν ἀπὸ ἐκεῖ ὁ Κύριος ὅλην τὴν χώραν Γαλαὰδ ἕως τὴν χώραν τῆς φυλῆς Δάν,
- 2
καὶ πᾶσαν τὴν γῆν Νεφθαλὶ καὶ πᾶσαν τὴν γῆν ᾿Εφραΐμ καὶ Μανασσῆ καὶ πᾶσαν τὴν γῆν ᾿Ιούδα ἕως τῆς θαλάσσης τῆς ἐσχάτης
καὶ ὅλην τὴν χώραν τῆς φυλῆς Νεφθαλὶ καὶ ὅλην τὴν χώραν τοῦ Ἐφραὶμ καὶ τοῦ Μανασσῆ καὶ ὅλην τὴν χώραν τῆς φυλῆς τοῦ Ἰούδα ἕως τὴν μακρινὴν Μεσόγειον θάλασσαν.
- 3
καὶ τὴν ἔρημον καὶ τὰ περίχωρα ῾Ιεριχώ, πόλιν φοινίκων ἕως Σηγώρ.
Τοῦ ἔδειξεν ἐπίσης καὶ τὴν ἔρημον καὶ τὰ περίχωρα τῆς Ἱεριχοῦς, ποὺ εἶναι πόλις κατάφυτος ἀπὸ φοίνικας, ἕως τὴν πόλιν Σηγώρ.
- 4
καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· αὕτη ἡ γῆ, ἣν ὤμοσα τῷ ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ λέγων· τῷ σπέρματι ὑμῶν δώσω αὐτήν· καὶ ἔδειξα τοῖς ὀφθαλμοῖς σου, καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ.
Καὶ εἶπεν ὁ Κύριος εἰς τὸν Μωϋσῆν: «Αὐτὴ εἶναι ἡ χώρα, διὰ τὴν ὁποίαν ὠρκίσθηκα εἰς τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ καὶ εἶπα: «Θὰ δώσω τὴν χώραν αὐτὴν εἰς τοὺς ἀπογόνους σας». Σοῦ τὴν ἔδειξα ἐμπρὸς εἰς τὰ μάτια σου. Δὲν θὰ εἰσέλθῃς ὅμως εἰς αὐτήν .
- 5
καὶ ἐτελεύτησε Μωυσῆς ὁ οἰκέτης Κυρίου ἐν γῇ Μωὰβ διὰ ρήματος Κυρίου.
Καὶ ἀπέθανεν ὁ δοῦλος τοῦ Κυρίου, ὁ Μωϋσῆς, εἰς τὴν χώραν Μωάβ, ὅπως διέταξεν ὁ Κύριος.
- 6
καὶ ἔθαψαν αὐτὸν ἐν Γαῖ ἐγγὺς οἴκου Φογώρ· καὶ οὐκ εἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης.
Καὶ τὸν ἔθαψαν εἰς τὴν θέσιν Γαῖ, κοντὰ εἰς τὸν ναὸν τοῦ θεοῦ τῶν εἰδωλολατρῶν Φογώρ. Καὶ δὲν εἶδε τὸν τόπον τῆς ταφῆς τοῦ κανεὶς μέχρι σήμερον.
- 7
Μωυσῆς δὲ ἦν ἑκατὸν καὶ εἴκοσιν ἐτῶν ἐν τῷ τελευτᾶν αὐτόν· οὐκ ἠμαυρώθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ, οὐδὲ ἐφθάρησαν τὰ χελώνια αὐτοῦ.
Ὅταν δὲ ἀπέθανεν ὁ Μωϋσῆς, ἦτο ἡλικίας ἑκατὸν εἴκοσι ἐτῶν. Δὲν ἐμειώθη ὅμως ἡ δρᾶσις του, οὔτε ἔπαθαν τίποτε τὰ κόκκαλά του καὶ οἱ ἀρθρώσεις του. Δὲν τὸν ἐγκατέλειψαν αἱ σωματικαί του δυνάμεις.
- 8
καὶ ἔκλαυσαν οἱ υἱοὶ ᾿Ισραὴλ Μωυσῆν ἐν ᾿Αραβὼθ Μωὰβ ἐπὶ τοῦ ᾿Ιορδάνου κατὰ ῾Ιεριχὼ τριάκοντα ἡμέρας· καὶ συνετελέσθησαν αἱ ἡμέραι πένθους κλαυθμοῦ Μωυσῆ.
Καὶ ἔκλαυσαν τὸν Μωϋσῆν οἰ Ἰσραηλῖται εἰς τὴν περιοχὴν Ἀραβὼθ τῆς χώρας Μωάβ, κοντὰ εἰς τὸν ποταμὸν Ἰορδάνην, ἀπέναντι ἀπὸ τὴν Ἱεριχώ, ἐπὶ τριάντα ἡμέρας. Καὶ συνεπληρώθησαν ὅλαι αἱ ἡμέραι τοῦ πένθους, κατὰ τὰς ὁποίας ἔκλαυσαν τὸν Μωϋσῆν.
- 9
καὶ ᾿Ιησοῦς υἱὸς Ναυὴ ἐνεπλήσθη πνεύματος συνέσεως, ἐπέθηκε γὰρ Μωυσῆς τὰς χεῖρας αὐτοῦ ἐπ᾿ αὐτόν· καὶ εἰσήκουσαν αὐτοῦ οἱ υἱοὶ ᾿Ισραὴλ καὶ ἐποίησαν καθότι ἐνετείλατο Κύριος τῷ Μωυσῇ.
Ὁ δὲ διάδοχός του, ὁ Ἰησοῦς, ὁ υἱὸς τοῦ Ναυῆ, ἐγέμισε μὲ πνεῦμα σοφίας, διότι εἶχε βάλει ἤδη ἐπάνω του ὁ Μωϋσῆς τὰ χέρια του. Καὶ ὑπήκουσαν πλέον εἰς αὐτὸν οἱ Ἰσραηλῖται καὶ ἐνήργησαν ὅπως ἀκριβῶς διέταξεν ὁ Κύριος τὸν Μωϋσῆν.
- 10
καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν ᾿Ισραὴλ ὡς Μωυσῆς, ὃν ἔγνω Κύριος αὐτὸν πρόσωπον κατὰ πρόσωπον,
Καὶ δὲν ἐπαρουσιάσθη εἰς τὸ ἑξῆς μεταξὺ τῶν Ἰσραηλιτῶν ἄλλος προφήτης ἰσάξιος τὸν Μωϋσέως, τοῦ ἀνθρώπου ποὺ τὸν ἐγνώρισεν ὁ Κύριος πρόσωπον πρὸς πρόσωπον.
- 11
ἐν πᾶσι τοῖς σημείοις καὶ τέρασιν, ὃν ἀπέστειλεν αὐτὸν Κύριος ποιῆσαι αὐτὰ ἐν γῇ Αἰγύπτῳ Φαραὼ καὶ τοῖς θεράπουσιν αὐτοῦ καὶ πάσῃ τῇ γῇ αὐτοῦ,
Κανεὶς δὲν ἀνεδείχθη ὅμοιός του ὡς πρὸς ὅλα τὰ τέρατα καὶ σημεῖα, ποὺ τὸν ἀπέστειλεν ὁ Κύριος νὰ ἐπιτελέσῃ εἰς τὴν Αἴγυπτον ἐμπρὸς εἰς τὸν Φαραὼ καὶ τοὺς ὑπηκόους του καὶ εἰς ὅλην τὴν χώραν του.
- 12
τὰ θαυμάσια τὰ μεγάλα καὶ τὴν χεῖρα τὴν κραταιάν, ἃ ἐποίησε Μωυσῆς ἔναντι παντὸς ᾿Ισραήλ.
Κανεὶς δὲν ὑπῆρξεν ὅμοιός του καὶ ὡς πρὸς ὅλα τὰ ἐκπληκτικὰ καὶ μεγάλα κατορθώματα καὶ τὰ ἔργα, ποὺ ἐπετέλεσε δι’ αὐτοῦ τὸ παντοδύναμον χέρι τοῦ Θεοῦ, ὡς πρὸς ὅλα γενικῶς, ὅσα ἔκανε ὁ Μωϋσῆς ἐμπρὸς εἰς ὅλους τοὺς Ἰσραηλίτας.
