Δευτερονόμιον, κεφάλαιο 3
- 1
ΚΑΙ ἐπιστραφέντες ἀνέβημεν ὁδὸν τὴν εἰς Βασάν, καὶ ἐξῆλθεν ῍Ωγ βασιλεὺς τῆς Βασὰν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ, εἰς πόλεμον εἰς ῾Εδραΐμ.
Καὶ ἀφοῦ ἐστράφημεν, ἐπήραμεν τὸν ἀνηφορικὸν δρόμον πρὸς τὴν Βασάν. Ἐβγῆκε δὲ μὲ ὅλον τὸν λαόν του ὁ Ὤγ, ὁ βασιλεὺς τῆς Βασάν, διὰ νὰ μᾶς ἀντιμετωπίσῃ καὶ παρετάχθημεν πρὸς πόλεμον εἰς τὴν περιοχὴν Ἑδραΐμ.
- 2
καὶ εἶπε Κύριος πρός με· μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ. καὶ ποιήσεις αὐτῷ ὥσπερ ἐποίησας Σηὼν βασιλεῖ τῶν ᾿Αμορραίων, ὃς κατῴκει ἐν ᾿Εσεβών.
Καὶ μοῦ εἶπεν ὁ Κύριος: «Μὴ τὸν φοβηθῇς, διότι τὸν παρέδωσα ἤδη εἰς τὰ χέρια σου καὶ αὐτὸν καὶ ὅλον τὸν λαόν του καὶ ὅλην τὴν χώραν του. Καὶ θὰ τοῦ κάνης ὅ,τι ἔκανες καὶ εἰς τὸν Σηών, τὸν βασιλέα τῶν Ἀμορραίων, ποὺ κατοικοῦσε εἰς τὴν Ἐσεβών».
- 3
καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν, καὶ τὸν ῍Ωγ βασιλέα τῆς Βασὰν καὶ πάντα τὸν λαὸν αὐτοῦ, καὶ ἐπατάξαμεν αὐτὸν ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ σπέρμα.
Καὶ τὸν παρέδωσεν ὁ Κύριος καὶ Θεός μας εἰς τὰ χέρια μας καὶ τὸν ἴδιον, δηλαδὴ τὸν Ὤγ, τὸν βασιλέα τῆς Βασάν, καὶ ὅλον τὸν λαόν του καὶ τὸν ἐκτυπήσαμεν καὶ τὸν ἐξωντώσαμεν, μέχρι ποὺ νὰ μὴ μείνῃ ζωντανὸς κανεὶς ἀπόγονός του.
- 4
καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ· οὐκ ἦν πόλις, ἣν οὐκ ἐλάβομεν παρ᾿ αὐτῶν, ἑξήκοντα πόλεις, πάντα τὰ περίχωρα ᾿Αργὸβ βασιλέως ῍Ωγ ἐν Βασάν,
Καὶ ἐκυριεύσαμεν κατ' ἐκεῖνον τὸν καιρὸν ὅλας τὰς πόλεις του. Δὲν ὑπῆρχε πόλις, ποὺ νὰ μὴ τὴν ἐπήραμεν ἀπὸ αὐτούς. Ἐν συνόλῳ κατελάβαμεν ἑξῆντα πόλεις, ὅλην τὴν περιοχὴν Ἀργόβ, ποὺ ἀνῆκεν εἰς τὸ βασίλειον τοῦ Ὤγ, εἰς τὴν Βασάν.
- 5
πᾶσαι πόλεις ὀχυραί, τείχη ὑψηλά, πύλαι καὶ μοχλοί, πλὴν τῶν πόλεων τῶν Φερεζαίων τῶν πολλῶν σφόδρα.
Ὅλαι αἱ πόλεις, ποὺ ἐκυριεύσαμεν, ἦσαν ὠχυρωμέναι μὲ τείχη ὑψηλά. Εἶχαν δὲ πύλας στερεὰς καὶ μοχλοὺς ἰσχυρούς, ἐκτὸς βεβαίως τῶν πολυαρίθμων πόλεων τῶν Φερεζαίων, ποὺ ἦσαν ἀνοχύρωτοι.
- 6
ἐξωλοθρεύσαμεν αὐτούς, ὥσπερ ἐποιήσαμεν τὸν Σηὼν βασιλέα ᾿Εσεβών, καὶ ἐξωλοθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς καὶ τὰς γυναῖκας καὶ τὰ παιδία·
Ἐξωλοθρεύσαμεν καὶ αὐτοὺς ὅπως ἀκριβῶς καὶ τὸν Σηών, τὸν βασιλέα τῆς Ἐσεβών. Ἐξωλοθρεύσαμεν δὲ μὲ τὴν σειρὰν κάθε πόλιν μαζὶ μὲ τὰς γυναῖκας καὶ τὰ παιδιά των.
- 7
καὶ πάντα τὰ κτήνη, καὶ τὰ σκῦλα τῶν πόλεων ἐπρονομεύσαμεν ἑαυτοῖς.
Καὶ ὅλα τὰ ζῶα καὶ τὰ λάφυρα, ποὺ εὑρήκαμεν εἰς τὰς πόλεις, τὰ ἐπήραμεν διὰ τὸν ἑαυτόν μας.
- 8
Καὶ ἐλάβομεν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν γῆν ἐκ χειρῶν δύο βασιλέων τῶν ᾿Αμορραίων, οἳ ἦσαν πέραν τοῦ ᾿Ιορδάνου ἀπὸ τοῦ χειμάρρου ᾿Αρνῶν καὶ ἕως ᾿Αερμών
Κατὰ τὸν καιρὸν ἐκεῖνον λοιπὸν ἐπήραμεν τὴν χώραν ἀπὸ τὰ χέρια δύο βασιλέων τῶν Ἀμορραίων, δηλαδὴ τοῦ Σηὼν καὶ τοῦ Ὤγ, οἱ ὁποῖοι εὑρίσκοντο πέραν τοῦ Ἰορδάνου, μεταξὺ τοῦ χειμάρρου Ἀρνῶν καὶ τοῦ ὅρους Ἀερμών.
- 9
(οἱ Φοίνικες ἐπονομάζουσι τὸ ᾿Αερμὼν Σανιώρ, καὶ ὁ ᾿Αμορραῖος ἐπωνόμασεν αὐτὸ Σανίρ),
(Οἱ Φοίνικες ὀνομάζουν τὸ βουνὸ Ἀερμὼν Σανιώρ, ἐνῷ οἱ Ἀμορραῖοι τὸ ὠνόμασαν Σανίρ).
- 10
πᾶσαι πόλεις Μισὼρ καὶ πᾶσα Γαλαὰδ καὶ πᾶσα Βασὰν ἕως ῾Ελχᾶ καὶ ῾Εδραΐμ, πόλεις βασιλείας τοῦ ῍Ωγ ἐν τῇ Βασάν.
Ὅλαι αἱ πόλεις τῆς περιοχῆς Μισὼρ καὶ ὅλη ἡ περιοχὴ Γαλαὰδ καὶ ὅλη ἡ περιοχὴ Βασάν ἕως τὰς πόλεις Ἐλχᾶ καὶ Ἐδραῒμ ἦσαν πόλεις τοῦ βασιλείου τοῦ Ὢγ εἰς τὴν Βασάν.
- 11
ὅτι πλὴν ῍Ωγ βασιλεὺς Βασὰν κατελείφθη ἀπὸ τῶν Ραφαΐν· ἰδοὺ ἡ κλίνη αὐτοῦ κλίνη σιδηρᾶ, ἰδοὺ αὕτη ἐν τῇ ἄκρᾳ τῶν υἱῶν ᾿Αμμάν, ἐννέα πήχεων τὸ μῆκος αὐτῆς καὶ τεσσάρων πήχεων τὸ εὖρος αὐτῆς ἐν πήχει ἀνδρός.
Ὁ δὲ Ὤγ, ὁ βασιλεὺς τῆς Βασάν, ἦτο ὁ μόνος, ποὺ ἀπέμεινεν ἀπὸ τοὺς γίγαντας Ραφαΐν. Εὑρέθη μάλιστα καὶ σώζεται καὶ τὸ κρεββάτι του, ποὺ ἦτο σιδερένιο. Εὑρίσκεται εἰς τὴν ἀκρόπολιν τῶν Ἀμμωνιτῶν. Ἔχει τέσσερα περίπου μέτρα μῆκος καὶ δύο περίπου μέτρα πλάτος, ἐπὶ τῇ βάσει τοῦ γνωστοῦ (συγχρόνου μας) μέτρου.
- 12
καὶ τὴν γῆν ἐκείνην ἐκληρονομήσαμεν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ ᾿Αροήρ, ἥ ἐστι παρὰ τὸ χεῖλος χειμάρρου ᾿Αρνῶν, καὶ τὸ ἥμισυ τοῦ ὄρους Γαλαὰδ καὶ τὰς πόλεις αὐτοῦ ἔδωκα τῷ Ρουβὴν καὶ τῷ Γάδ.
Καὶ ἐκληρονομήσαμεν κατ' ἐκεῖνον τὸν καιρὸν τὴν χώραν ἐκείνην, ποὺ άρχίζει ἀπὸ τὴν πόλιν Ἀροήρ, ἡ ὁποία εὑρίσκεται εἰς τὴν ὄχθην τοῦ χειμάρρου Ἀρνῶν. Τὸ μισὸ τμῆμα τοῦ ὀροπεδίου Γαλαὰδ καὶ τὰς πόλεις ποὺ ἦσαν εἰς αὐτό, τὰ ἔδωσα εἰς τὴν φυλὴν Ρουβὴν καὶ εἰς τὴν φυλὴν Γάδ.
- 13
καὶ τὸ κατάλοιπον τοῦ Γαλαὰδ καὶ πᾶσαν τὴν Βασὰν βασιλείαν ῍Ωγ ἔδωκα τῷ ἡμίσει φυλῆς Μανασσῆ καὶ πᾶσαν περίχωρον ᾿Αργόβ, πᾶσαν Βασὰν ἐκείνην· γῆ Ραφαΐν λογισθήσεται.
Τὸ δὲ ὑπόλοιπον τμῆμα τοῦ ὀροπεδίου Γαλαὰδ καὶ ὅλην τὴν περιοχὴν Βασάν, ποὺ ἦτο τὸ βασίλειον τοῦ Ὤγ, τὰ ἔδωσα εἰς τὸ μισὸ τμῆμα τῆς φυλῆς Μανασσῆ. Ἔδωσα εἰς αὐτὴν ὅλην τὴν περιοχὴν Ἀργόβ, ὅλην τὴν ἑξακουστὴν περιοχὴν τῆς Βασάν, ποὺ ἦτο χώρα τῶν γιγάντων, τῶν Ραφαΐν.
- 14
καὶ ᾿Ιαΐρ υἱὸς Μανασσῆ ἔλαβε πᾶσαν τὴν περίχωρον ᾿Αργὸβ ἕως τῶν ὁρίων Γαργασὶ καὶ Μαχαθί· ἐπωνόμασεν αὐτὰς ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὴν Βασὰν Αὐὼθ ᾿Ιαΐρ ἕως τῆς ἡμέρας ταύτης.
Καὶ ἐπῆρεν ὁ υἱὸς τοῦ Μανασσῆ Ἰαῒρ ὅλην τὴν περιοχὴν Ἀργὸβ ἕως τὰ σύνορα τῶν ἀραμαϊκῶν φυλῶν Γαργασί καὶ Μαχαθί. Ἔδωσε δὲ εἰς ὅλην αὐτὴν τὴν περιοχὴν ὄνομα ἐπὶ τῇ βάσει τοῦ ὀνόματός του. Ὠνόμασε δηλαδὴ τὴν Βασὰν Αὐὼθ Ἰαΐρ, ὅπως εἶναι γνωστὴ καὶ ἕως σήμερον.
- 15
καὶ τῷ Μαχὶρ ἔδωκα τὴν Γαλαάδ.
Εἰς δὲ τὸν ἄλλον υἱὸν τοῦ Μανασσῆ, τὸν Μαχίρ, ἔδωσα τὴν χώραν Γαλαάδ.
- 16
καὶ τῷ Ρουβὴν καὶ τῷ Γὰδ δέδωκα ἀπὸ τῆς Γαλαὰδ ἕως χειμάρρου ᾿Αρνῶν (μέσον τοῦ χειμάρρου ὅριον) καὶ ἕως τοῦ ᾿Ιαβόκ· ὁ χειμάρρους ὅριον τοῖς υἱοῖς ᾿Αμμάν.
Τμῆμα ἀπὸ τὴν χώραν Γαλαὰδ ἔδωσα καὶ εἰς τὰς φυλὰς Ρουβὴν καὶ Γάδ, δηλαδὴ τὴν περιοχὴν ἀπὸ τὸν χείμαρρον Ἀρνῶν, (εἰς τὸ μέσον τῆς κοίτης τοῦ ὁποίου εὑρίσκετο τὸ σύνορον τῶν φυλῶν αὐτῶν μὲ τοὺς Μωαβίτας), ἕως τὸν χείμαρρον Ἰαβόκ, ποὺ ἦτο τὸ σύνορόν των μὲ τοὺς Ἀμμανίτας.
- 17
καὶ ἡ ῎Αραβα καὶ ὁ ᾿Ιορδάνης ὅριον Μαχαναρέθ, καὶ ἕως θαλάσσης ῎Αραβα, θαλάσσης ἁλυκῆς ὑπὸ ᾿Ασηδὼθ τὴν Φασγὰ ἀνατολῶν
Ἔχουν πρὸς δυσμὰς αἱ φυλαὶ αὐταὶ τὴν περιοχὴν Ἄραβα καὶ τὸν ποταμὸν Ἰορδάνην μὲ βόρειον σύνορον τὴν λίμνην Μαχαναρέθ (-Γεννησαρέτ) καὶ νότιον τὴν θάλασσαν τῆς Ἄραβα, δηλαδὴ τὴν Νεκρὰν θάλασσαν καὶ πρὸς ἀνατολὰς τοὺς πρόποδας Ἀσηδὼθ τοῦ βουνοῦ Φασγά, ποὺ εὑρίσκεται ἀνατολικῶς τῆς Νεκρᾶς θαλάσσης.
- 18
καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων· Κύριος ὁ Θεὸς ὑμῶν ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην ἐν κλήρῳ· ἐνοπλισάμενοι προπορεύεσθε πρὸ προσώπου τῶν ἀδελφῶν ὑμῶν υἱῶν ᾿Ισραήλ, πᾶς δυνατός·
Καὶ σᾶς διέταξα κατὰ τὸν καιρὸν ἐκεῖνον καὶ σᾶς εἶπα: «Κύριος ὁ Θεός σας σᾶς ἔδωσε τὴν χώραν αὐτὴν πρὸς κληρονομίαν. Ὁπλισθῆτε λοιπὸν ὅλοι οἱ ἱκανοὶ πρὸς πόλεμον καὶ προχωρεῖτε ἐμπρὸς ἀπὸ τοὺς ἀδελφούς σας Ἰσραηλίτας, ποὺ δὲν ἐκληρονόμησαν ἀκόμη γῆν.
- 19
πλὴν αἱ γυναῖκες ὑμῶν καὶ τὰ τέκνα ὑμῶν καὶ τὰ κτήνη ὑμῶν, οἶδα ὅτι πολλὰ κτήνη ὑμῖν, κατοικείτωσαν ἐν ταῖς πόλεσιν ὑμῶν, αἷς ἔδωκα ὑμῖν,
Μόνον αἱ γυναῖκες σας καὶ τὰ παιδιά σας καὶ τὰ ζῶα σας, πού, ὅπως γνωρίζω, εἶναι πολλά, ἂς κατοικήσουν εἰς τὰς πόλεις σας, τὰς ὁποίας σᾶς ἔδωσα.
- 20
ἕως ἂν καταπαύσῃ Κύριος ὁ Θεὸς ὑμῶν τοὺς ἀδελφοὺς ὑμῶν, ὥσπερ καὶ ὑμᾶς, καὶ κατακληρονομήσωσι καὶ οὗτοι τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν αὐτοῖς ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου, καὶ ἐπαναστραφήσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ, ἣν ἔδωκα ὑμῖν.
Σεῖς ὅμως προχωρεῖτε μαζὶ μὲ τοὺς ἄλλους, ἕως ὅτου ἐγκαταστήσῃ καὶ ἀναπαύσῃ Κύριος ὁ Θεός σας τοὺς ἀδελφούς σας, ὅπως καὶ σᾶς, καὶ κληρονομήσουν καὶ αὐτοὶ ὡς ἰδικήν των τὴν χώραν, ποὺ τοὺς δίδει ὁ Κύριος καὶ Θεός μας εἰς τὴν πέραν τοῦ Ἰορδάνου περιοχήν. Καὶ τότε θὰ ἐπιστρέψετε καθένας εἰς τὴν κληρονομίαν του, τὴν ὁποίαν σᾶς ἔδωσα ἐγώ».
- 21
Καὶ τῷ ᾿Ιησοῖ ἐνετειλάμην ἐν τῷ καιρῷ ἐκείνῳ λέγων· οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασι πάντα, ὅσα ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν τοῖς δυσὶ βασιλεῦσι τούτοις· οὕτως ποιήσει Κύριος ὁ Θεὸς ἡμῶν πάσας τὰς βασιλείας, ἐφ᾿ ἃς σὺ διαβαίνεις ἐκεῖ·
Καὶ ἔδωσα ἐντολὰς εἰς τὸν Ἰησοῦν τοῦ Ναυῆ κατὰ τὸν καιρὸν ἐκεῖνον καὶ τοῦ εἶπα: «Τὰ μάτια σας ἔχουν ἰδεῖ ὅλα, ὅσα ἔκανε Κύριος ὁ Θεός μας εἰς αὐτοὺς τοὺς δύο βασιλεῖς, τὸν Σηὼν καὶ τὸν Ὤγ. Τὸ ἴδιο θὰ κάνῃ ὁ Κύριος καὶ Θεός μας καὶ εἰς ὅλα τὰ βασίλεια, πρὸς τὰ ὁποῖα διαβαίνεις.
- 22
οὐ φοβηθήσεσθε ἀπ᾿ αὐτῶν, ὅτι Κύριος ὁ Θεὸς ἡμῶν αὐτὸς πολεμήσει περὶ ὑμῶν.
Δὲν θὰ φοβηθῆτε ἀπὸ αὐτούς, διότι ὁ ἴδιος ὁ Κύριος καὶ Θεός μας θὰ πολεμήσῃ διὰ σᾶς».
- 23
καὶ ἐδεήθην Κυρίου ἐν τῷ καιρῷ ἐκείνῳ λέγων·
Καὶ παρεκάλεσα κατὰ τὸν καιρὸν ἐκεῖνον τὸν Κύριον καὶ τοῦ εἶπα:
- 24
Κύριε Θεέ, σὺ ἤρξω δεῖξαι τῷ σῷ θεράποντι τὴν ἰσχύν σου καὶ τὴν δύναμίν σου καὶ τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν· τίς γάρ ἐστι Θεὸς ἐν τῷ οὐρανῷ ἢ ἐπὶ τῆς γῆς, ὅστις ποιήσει καθὰ ἐποίησας σὺ καὶ κατὰ τὴν ἰσχύν σου;
«Κύριε Θεέ, σὺ ἄρχισες ἤδη νὰ φανερώνῃς εἰς τὸν δοῦλον σου τὴν ἰσχύν σου καὶ τὴν δύναμίν σου καὶ τὸ παντοδύναμον χέρι σου καὶ τὸν μεγαλοπρεπῆ καὶ ἀκατανίκητον βραχίονά σου. Καὶ ποῖος ἄλλος θεὸς ὑπάρχει εἰς τὸν οὐρανὸν ἢ ἐπὶ τῆς γῆς, ποὺ νὰ εἶναι εἰς θέσιν νὰ κάνη ὅ,τι ἔκανες σὺ μὲ τὴν παντοδυναμίαν σου;
- 25
διαβὰς οὖν ὄψομαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην τὴν οὖσαν πέραν τοῦ ᾿Ιορδάνου, τὸ ὄρος τοῦτο τὸ ἀγαθὸν καὶ τὸν ᾿Αντιλίβανον.
Ἂς περάσω λοιπὸν νὰ ἰδῶ τὴν ὡραίαν καὶ εὔφορον αὐτὴν χώραν, ποὺ εὑρίσκεται πέραν ἀπὸ τὸν Ἰορδάνην, αυτὸ τὸ ὡραῖον καὶ πλούσιον βουνὸ καὶ τὸν Ἀντιλίβανον!»
- 26
καὶ ὑπερεῖδε Κύριος ἐμὲ ἕνεκεν ὑμῶν καὶ οὐκ εἰσήκουσέ μου, καὶ εἶπε Κύριος πρός με· ἱκανούσθω σοι, μὴ προσθῇς ἔτι λαλῆσαι τὸν λόγον τοῦτον·
Καὶ δὲν μὲ ἐπρόσεξεν ὁ Κύριος ἐξ αἰτίας σας καὶ δὲν ἔκανε δεκτὸν τὸ αἴτημά μου. Μοῦ εἶπε μάλιστα τὰ ἑξῆς ὁ Κύριος: «Ἀρκετά! Μὴ τὸ ξανακάνῃς ἄλλην φορὰν καὶ ὁμιλήσῃς διὰ τὸ θέμα αὐτό.
- 27
ἀνάβηθι ἐπὶ τὴν κορυφὴν τοῦ Λελαξευμένου καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου κατὰ θάλασσαν καὶ βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ ἰδὲ τοῖς ὀφθαλμοῖς σου, ὅτι οὐ διαβήσῃ τὸν ᾿Ιορδάνην τοῦτον.
Ἀνέβα εἰς τὴν κορυφὴν τοῦ βουνοῦ, ποὺ λέγεται Λελαξευμένον· καὶ σήκωσε τὰ μάτια σου καὶ κύτταξε πρὸς τὴν δύσιν, πρὸς τὸν βορρᾶν, πρὸς τὸν νότον καὶ πρὸς τὴν ἀνατολὴν καὶ ἀπόλαυσε μὲ τὰ μάτια σου τὴν χώραν, διότι δὲν πρόκειται νὰ περᾴσῃς τὸν ποταμὸν αὐτόν, τὸν Ἰορδάνην.
- 28
καὶ ἔντειλαι ᾿Ιησοῖ καὶ κατίσχυσον αὐτὸν καὶ παρακάλεσον αὐτόν, ὅτι οὗτος διαβήσεται πρὸ προσώπου τοῦ λαοῦ τούτου, καὶ οὗτος κατακληρονομήσει αὐτοῖς πᾶσαν τὴν γῆν, ἣν ἑώρακας.
Καὶ δῶσε διαταγὰς καὶ ὁδηγίας εἰς τὸν Ἰησοῦν τοῦ Ναυῆ καὶ ἐνδυνάμωσέ τον καὶ στήριξέ τον, διότι αὐτὸς θὰ περάσῃ μέσα εἰς τὴν χώραν ἐπικεφαλῆς τοῦ λαοῦ αὐτοῦ καὶ αὐτὸς θὰ μοιράσῃ ὡς κληρονομίαν εἰς αὐτοὺς ὅλην τὴν γῆν, ποὺ εἶδες».
- 29
καὶ ἐνεκαθήμεθα ἐν νάπῃ σύνεγγυς οἴκου Φογώρ.
Καὶ ἐσταθμεύσαμεν λοιπὸν εἰς τὴν δασώδη κοιλάδα, κοντὰ εἰς τὸν ναὸν τοῦ Φογώρ, ποὺ εὑρίσκεται εἰς τοὺς πρόποδας τοῦ ὁμωνύμου βουνοῦ
