Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Δ΄ ΒΑΣΙΛΕΙΩΝ

Δ΄ Βασιλειών, κεφάλαιο 24

20 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (25)
  1. 1

    ΕΝ ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος καὶ ἐγενήθη αὐτῷ ᾿Ιωακὶμ δοῦλος τρία ἔτη, καὶ ἐπέστρεψε καὶ ἠθέτησεν ἐν αὐτῷ.

    Κατὰ τὴν περίοδον τῆς βασιλείας τοῦ Ἰωακὶμ ὁ Ναβουχοδονόσορ, βασιλιᾶς τῆς Βαβυλῶνος, εἰσέβαλεν εἰς τὸ βασίλειον τοῦ Ἰούδα· καὶ ὁ Ἰωακὶμ ἔγινε ὑποτελής του ἐπὶ τρία χρόνια. Κατόπιν ὅμως ὁ Ἰωακὶμ ἄλλαξε στάσιν ἀπέναντι τοῦ Ναβουχοδονόσορος καὶ ἐπανεστάτησεν ἐνάντίον του.

  2. 2

    καὶ ἀπέστειλε Κύριος αὐτῷ τοὺς μονοζώνους τῶν Χαλδαίων καὶ τοὺς μονοζώνους Συρίας καὶ τοὺς μονοζώνους Μωὰβ καὶ τοὺς μονοζώνους υἱῶν ᾿Αμὼν καὶ ἐξαπέστειλεν αὐτοὺς ἐν τῇ γῇ ᾿Ιούδα τοῦ κατισχῦσαι κατὰ τὸν λόγον Κυρίου, ὃν ἐλάλησεν ἐν χειρὶ τῶν δούλων αὐτοῦ τῶν προφητῶν.

    Καὶ ὁ Κύριος ἔστειλε πρὸς τιμωρίαν τῶν Ἰουδαίων ἐναντίον τοῦ Ἰωακὶμ ὠπλισμένες συμμορίες ληστῶν Χαλδαίων (Βαβυλωνίων) καὶ Σύρων καὶ Μωαβιτῶν καὶ Ἀμμωνιτῶν· ὅλους αὐτοὺς τοὺς ληστὲς τοὺς ἔστειλεν εἰς τὴν χώραν τῆς Ἰουδαίας διὰ νὰ τὴν καταστρέψουν, σύμφωνα μὲ τὸν λόγον ποὺ προεῖπεν ὁ Κύριος διὰ τῶν δούλων του, τῶν προφητῶν.

  3. 3

    πλὴν ἐπὶ τὸν θυμὸν Κυρίου ἦν ἐν τῷ ᾿Ιούδᾳ ἀποστῆσαι αὐτὸν ἀπὸ τοῦ προσώπου αὐτοῦ ἐν ἁμαρτίαις Μανασσῆ κατὰ πάντα, ὅσα ἐποίησε.

    Τοῦτο συνέβη ἀσφαλῶς κατ' ἐντολὴν τοῦ Θεοῦ, ὁ ὁποῖος ὠργίσθη κατὰ τοῦ βασιλείου τοῦ Ἰούδα καὶ ἀπεφάσισε νὰ τιμωρήσῃ τὸν Ἰουδαϊκον λαὸν καὶ νὰ τὸν ἀπομακρύνῃ ἀπ’ ἐμπρός του καὶ νὰ παύσῃ νὰ τὸν προστατεύῃ, ἕνεκα ὅλων τῶν ἁμαρτιῶν, τὶς ὁποῖες διέπραξεν ὁ βασιλιᾶς Μανασσῆς.

  4. 4

    καί γε τὸ αἷμα ἀθῷον ἐξέχεε καὶ ἔπλησε τὴν ῾Ιερουσαλὴμ αἵματος ἀθῴου· καὶ οὐκ ἠθέλησε Κύριος ἱλασθῆναι.

    Καὶ κυρίως διότι ὁ Μανασσῆς ἔχυσεν αἷμα ἀθῶον καὶ διότι ἐγέμισε τὴν Ἱερουσαλὴμ μὲ τὸ ἀθῶον αὐτὸ αἷμα. Ὁ δὲ Κύριος δὲν ἠθέλησε νὰ συγχωρήσῃ τὸν Μανασσῆν δι' αὐτὴν τὴν αἱματοχυσίαν.

  5. 5

    καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ιωακὶμ καὶ πάντα, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα;

    Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ Ἰωακὶμ καὶ ὅλα, ὅσα ἔκαμε, δὲν εἶναι μήπως αὐτὰ γραμμένα εἰς τὸ βιβλίον τῶν «Χρονικῶν (ἢ Ἔργα καὶ Ἡμέραι) τῶν βασιλέων (τοῦ βασιλείου) τοῦ Ἰούδα»;

  6. 6

    καὶ ἐκοιμήθη ᾿Ιωακὶμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν ᾿Ιωαχὶμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

    Ἀπέθανε δὲ ὁ Ἰωακὶμ καιπροσετέθη εἰς τοὺς ἀποθαμένους προγόνους του, καὶ ἐβασίλευσεν ὡς διάδοχός του ὁ Ἰωαχίμ, ὁ υἱός του.

  7. 7

    καὶ οὐ προσέθετο ἔτι βασιλεὺς Αἰγύπτου ἐξελθεῖν ἐκ τῆς γῆς αὐτοῦ, ὅτι ἔλαβε βασιλεὺς Βαβυλῶνος ἀπὸ τοῦ χειμάρρου Αἰγύπτου ἕως τοῦ ποταμοῦ Εὐφράτου πάντα, ὅσα ἦν τοῦ βασιλέως Αἰγύπτου.

    Καὶ ὁ βασιλιᾶς τῆς Αἰγύπτον (ὁ Φαραὼ Νεχαώ) δὲν ἐπεχείρησε πλέον νὰ βγῇ) μὲ τὸν στρατόν του ἔξω ἀπὸ τὴν χώραν του, διότι ὁ βασιλιᾶς τῆς Βαβυλῶνος κατέλαβε καὶ εἶχεν ὑπὸ τὴν κατοχήν του ὅλην τὴν περιοχὴν ἀπὸ τὸν χείμαρρον τῆς Αἰγύπτου (ἀπὸ τὰ βόρεια τῆς Αἰγύπτου) μέχρι τὸν ποταμὸν Εὐφράτην, ὅλα, ὅσα (εἰς τὴν περιοχὴν ἐκείνην) ἀνῆκαν εἰς τὸν βασιλιᾶ τῆς Αἰγύπτου.

  8. 8

    Υἱὸς ὀκτωκαίδεκα ἐτῶν ᾿Ιωαχὶμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Νέσθα, θυγάτηρ ᾿Ελλαναθὰν ἐξ ῾Ιερουσαλήμ.

    Ὁ Ἰωαχὶμ ἦταν δεκαοκτὼ ἐτῶν, ὅταν ἔγινε βασιλιᾶς τοῦ βασιλείου τοῦ Ἰούδα· ἐβασίλευσε δὲ μὲ ἕδραν τὴν Ἱερουσαλὴμ ἐπὶ τρεῖς μῆνες. Ἡ μητέρα του ὠνομάζετο Νέσθα καὶ ἦταν θυγατέρα τοῦ Ἑλλαναθάν, ὁ ὁποῖος κατήγετο ἀπὸ τὴν Ἱερουσαλήμ.

  9. 9

    καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν ὁ πατὴρ αὐτοῦ.

    Ὁ Ἰωαχὶμ παρεσύρθη εἰς παρεκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ ἔκαμεν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρὸν εἰς τὰ μάτια τοῦ Θεοῦ· κατήντησεν εἰς τὴν εἰδωλολατρίαν μιμούμενος εἰς ὅλα τὸ παράδειγμα τοῦ πατέρα του.

  10. 10

    ἐν τῷ καιρῷ ἐκείνῳ ἀνέβη Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς ῾Ιερουσαλὴμ καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ.

    Καὶ κατ' ἐκεῖνον τὸν καιρὸν ἐξεστράτευσεν ὁ Ναβουχοδονόσορ, ὁ βασιλιᾶς τῆς Βαβυλῶνος, ἐναντίον τῆς Ἱερουσαλήμ, καὶ ἡ πόλις ἐκυκλώθη καὶ ἐπολιορκήθη.

  11. 11

    καὶ εἰσῆλθε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς πόλιν, καὶ οἱ παῖδες αὐτοῦ ἐπολιόρκουν ἐπ᾿ αὐτήν.

    Ἦλθε δὲ αὐτοπροσώπως ὁ Ναβουχοδονόσορ, ὁ βασιλιᾶς τῆς Βαβυλῶνος, ἐναντίον τῆς πόλεως, ἐνῷ οἱ στρατιῶται του τὴν ἐπολιορκοῦσαν.

  12. 12

    καὶ ἐξῆλθεν ᾿Ιωαχὶμ βασιλεὺς ᾿Ιούδα ἐπὶ βασιλέα Βαβυλῶνος, αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ οἱ εὐνοῦχοι αὐτοῦ, καὶ ἔλαβεν αὐτὸν βασιλεὺς Βαβυλῶνος ἐν τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ.

    Τότε ἐβγῆκε ἀπὸ τὴν Ἱερουσαλὴμ ὁ Ἰωαχίμ, ὁ βασιλιᾶς (τοῦ βασιλείου) τοῦ Ἰούδα, καὶ παρουσιάσθη εἰς τὸν βασιλιᾶ τῆς Βαβυλῶνος· ἐβγῆκε αὐτὸς καὶ οἱ δοῦλοι του (κατ' ἄλλην ἑρμηνείαν: Οἱ ἀξιωματικοί του) καὶ ἡ μητέρα του καὶ οἱ ἄρχοντες τῆς Ἰουδαίας καὶ οἱ αὐλικοί του· καὶ ὁ βασιλιᾶς τῆς Βαβυλῶνος τὸν συνέλαβεν αἰχμάλωτον κατὰ τὸ ὄγδοον ἔτος τῆς βασιλείας του (τοῦ Ναβουχοδονόσορος).

  13. 13

    καὶ ἐξήνεγκεν ἐκεῖθεν πάντας τοὺς θησαυροὺς οἴκου Κυρίου καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ συνέκοψε πάντα τὰ σκεύη τὰ χρυσᾶ, ἃ ἐποίησε Σαλωμὼν ὁ βασιλεὺς ᾿Ισραὴλ ἐν τῷ ναῷ Κυρίου κατὰ τὸ ρῆμα Κυρίου.

    Ὁ Ναβουχοδονόσορ μετέφερεν ἀπὸ ἐκεῖ ὅλους τοὺς θησαυροὺς τοῦ Ναοῦ τοῦ Κυρίου καὶ τοὺς θησαυροὺς τοῦ βασιλικοῦ ἀνακτόρου· καὶ ἔσπασεν ὅλα τὰ χρυσᾶ σκεύη, τὰ ὁποῖα κατεσκεύασε διὰ τὴν χρῆσιν τοῦ Ναοῦ ὁ Σολομών, ὁ βασιλιᾶς τοῦ Ἰσραήλ, εἰς τὸν Ναὸν τοῦ Κυρίου, σύμφωνα μὲ τὸν λόγον ποὺ προεῖπεν ὁ Κύριος.

  14. 14

    καὶ ἀπῴκισε τὴν ῾Ιερουσαλὴμ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς δυνατοὺς ἰσχύϊ αἰχμαλωσίας δέκα χιλιάδας αἰχμαλωτίσας καὶ πᾶν τέκτονα καὶ τὸν συγκλείοντα, καὶ οὐχ ὑπελείφθη πλὴν οἱ πτωχοὶ τῆς γῆς.

    Ὁ Ναβουχοδονόσορ ὠδήγησεν ἀκόμη εἰς τὴν αἰχμαλωσίαν τοὺς κατοίκους τῆς Ἱερουσαλὴμ καὶ ὅλους τοὺς (βασιλικούς) πρίγκιπες καὶ ὅλους τοὺς ἰσχυρούς (ἡγέτες)· ὅλοι αὐτοὶ ἦσαν δέκα χιλιάδες. Ὁ Ναβουχοδονόσορ ὠδήγησεν ἐπίσης εἰς τὴν αἰχμαλωσίαν ὅλους τοὺς ξυλουργοὺς καὶ τοὺς μεταλλουργούς. Μετὰ τὴν αἰχμαλωσίαν ὅλων αὐτῶν δὲν ἔμειναν εἰς τὴν χώραν τῆς Ἴουδαίας παρὰ μόνον οἱ πτωχότεροι ἀπὸ τὸν λαόν.

  15. 15

    καὶ ἀπῴκισε τὸν ᾿Ιωαχὶμ εἰς Βαβυλῶνα καὶ τὴν μητέρα τοῦ βασιλέως καὶ τοὺς εὐνούχους αὐτοῦ· καὶ τοὺς ἰσχυροὺς τῆς γῆς ἀπήγαγεν εἰς ἀποικεσίαν ἐξ ῾Ιερουσαλὴμ εἰς Βαβυλῶνα

    Ὁ Ναβουχοδονόσορ μετέφερεν αἰχμαλώτους εἰς τὴν Βαβυλῶνα τὸν Ἰωαχὶμ καὶ τὴν μητέρα τοῦ βασιλιᾶ καὶ τοὺς αὐλικούς του· καὶ τοὺς ἰσχυρούς (ἡγέτες) τῆς χώρας τοὺς μετέφερεν αἰχμαλώτους ἀπὸ τὴν Ἱερουσαλὴμ εἰς τὴν Βαβυλῶνα.

  16. 16

    καὶ πάντας τοὺς ἄνδρας τῆς δυνάμεως ἑπτακισχιλίους καὶ τὸν τέκτονα καὶ τὸν συγκλείοντα χιλίους, πάντες δυνατοὶ ποιοῦντες πόλεμον, καὶ ἤγαγεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος μετοικεσίαν εἰς Βαβυλῶνα.

    Ὁ Ναβουχοδονόσορ ὠδήγησεν ἐπίσης εἰς τὴν αἰχμαλωσίαν καὶ ὅλους τοὺς πολεμικοὺς ἄνδρες (κατ' ἄλλην ἑρμηνείαν: Τοὺς ἐπισήμους) - αὐτοὶ ἦσαν ἑπτὰ χιλιάδες· ἐπίσης τοὺς ξυλουργοὺς καὶ τοὺς μεταλλουργούς αὐτοὶ ἦσαν χίλιοι· ὅλοι αὐτοὶ ἦσαν γενναῖοι καὶ ἐμπειροπόλεμοι. Ὅλους αὐτοὺς ὁ βασιλιᾶς τῆς Βαβυλῶνος τοὺς μετέφερεν ὡς μετοίκους εἰς τὴν Βαβυλῶνα.

  17. 17

    καὶ ἐβασίλευσε βασιλεὺς Βαβυλῶνος τὸν Ματθανίαν υἱὸν αὐτοῦ ἀντ᾿ αὐτοῦ καὶ ἐπέθηκε τὸ ὄνομα αὐτοῦ Σεδεκία.

    Ὁ Ναβουχοδονόσορ, ὁ βασιλιᾶς τῆς Βαβυλῶνος, ἀνέβασε εἰς τὸν θρόνον, ὡς διάδοχον τοῦ Ἰωαχίμ, τὸν Ματθανίαν, τὸν υἱόν του, τὸν ὁποῖον μετωνόμασε Σεδεκίαν.

  18. 18

    Υἱὸς εἴκοσι καὶ ἑνὸς ἐνιαυτῶν Σεδεκίας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ᾿Αμιτὰλ θυγάτηρ ῾Ιερεμίου.

    Ὁ Σεδεκίας ἦταν εἴκοσι ἐνὸς ἔτους, ὅταν ἔγινε βασιλιᾶς τοῦ βασιλείου τοῦ Ἰούδα· ἐβασίλευσε δὲ μὲ ἔδραν τὴν Ἱερουσαλὴμ ἐπὶ ἕνδεκα χρόνια. Ἡ μητέρα του ὠνομάζετο Ἀμιτὰλ καὶ ἦταν θυγατέρα τοῦ Ἱερεμία.

  19. 19

    καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν ᾿Ιωακίμ·

    Ὁ Σεδεκίας παρεσύρθη εἰς παρεκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ ἔκαμεν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρὸν εἰς τὰ μάτια τοῦ Θεοῦ· κατήντησεν εἰς τὴν εἰδωλολατρίαν μιμούμενος εἰς ὅλα τὸ παράδειγμα τοῦ βασιλιᾶ Ἰωακίμ.

  20. 20

    ὅτι ἐπὶ τὸν θυμὸν Κυρίου ἦν ἐπὶ ῾Ιερουσαλὴμ καὶ ἐν τῷ ᾿Ιούδᾳ, ἕως ἀπέρριψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ. καὶ ἠθέτησε Σεδεκίας ἐν τῷ βασιλεῖ Βαβυλῶνος.

    Ὅλα αὐτὰ συνέβησαν εἰς τὴν Ἱερουσαλὴμ καὶ εἰς τὸ βασίλειον τοῦ Ἰούδα, διότι ὁ Κύριος ὠργίσθη ἐναντίον των, μέχρις ὅτου τοὺς ἀπέρριψεν ἀπὸ τὸ πρόσωπόν του καὶ ἔπαυσε πλέον νὰ τοὺς προστατεύῃ. Ὁ δὲ βασιλιᾶς Σεδεκίας ἐπανεστάτησε κατὰ τοῦ βασιλιᾶ τῆς Βαβυλῶνος.