Δ΄ Βασιλειών, κεφάλαιο 22
- 1
ΥΙΟΣ ὀκτὼ ἐτῶν ᾿Ιωσίας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τριάκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ᾿Ιεδία θυγάτηρ ᾿Εδεϊὰ ἐκ Βασουρώθ.
Ο Ἰωσίας ἦταν ὀκτὼ ἐτῶν, ὅταν ἔγινε βασιλιᾶς (τοῦ βασιλείου) τοῦ Ἰούδα, ἐβασίλευσε δὲ ἐπὶ τριάντα ἕνα χρόνια μὲ ἔδραν τὴν Ἱερουσαλήμ. Τὸ ὄνομα τῆς μητέρας του ἦταν Ἰεδία, αὐτὴ δὲ ἦταν θυγατέρα τοῦ Ἐδεϊά, ὁ ὁποῖος κατήγετο ἀπὸ τὴν πόλιν Βασουρώθ.
- 2
καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, οὐκ ἀπέστη δεξιὰ καὶ ἀριστερά.
Ὁ Ἰωσίας ἔζησε σύμφωνα μὲ τὸ θέλημα καὶ τὶς ἐντολὲς τοῦ Κυρίου καὶ ἀκολούθησε εἰς ὅλα τὸ θεοφιλὲς παράδειγμα τοῦ Δαβίδ, τοῦ προπάτορός του· δὲν παρεξέκλινε ἀπὸ τὸν δρόμον, ποὺ ἐβάδισεν ὁ Δαβίδ, οὔτε δεξιὰ οὔτε ἀριστερά.
- 3
καὶ ἐγενήθη ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῷ βασιλεῖ ᾿Ιωσίᾳ ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Σαπφὰν υἱὸν ᾿Εσελίου υἱοῦ Μεσολλάμ, τὸν γραμματέα οἴκου Κυρίου λέγων·
Συνέβη δὲ τοῦτο: Κατὰ τὸ δέκατον ὄγδοον ἔτος τῆς βασιλείας τοῦ Ἰωσία, κατὰ τὸν ὄγδοον μῆνα, ὁ βασιλιᾶς ἔστειλε τὸν Σαπφάν, τὸν υἱὸν τοῦ Ἐσελία καὶ ἔγγονον τοῦ Μεσολλάμ, ὁ ὁποῖος (Σαπφὰν) ἦταν γραμματεὺς τοῦ Ναοῦ τοῦ Θεοῦ, μὲ τὴν ἐντολήν:
- 4
ἀνάβηθι πρὸς Χελκίαν τὸν ἱερέα τὸν μέγαν καὶ σφράγισον τὸ ἀργύριον τὸ εἰσενεχθὲν ἐν οἴκῳ Κυρίου, ὃ συνήγαγον οἱ φυλάσσοντες τὸν σταθμὸν παρὰ τοῦ λαοῦ,
«Πήγαινε εἰς τὸν ἀρχιερέα Χελκίαν καὶ καταμέτρησε τὸ χρηματικὸν ποσόν, ποὺ ἔχει εἰσαχθῇ εἰς τὸν Ναὸν τοῦ Θεοῦ καὶ τὸ ὁποῖον ἔχουν συγκεντρώσει οἱ φύλακες - ἱερεῖς, ποὺ στέκονται εἰς τὴν θύραν τοῦ Ναοῦ διὰ νὰ εἰσπράττουν τὰ χρήματα, ποὺ εἰσφέρει ὁ λαός.
- 5
καὶ δότωσαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα τῶν καθεσταμένων ἐν οἴκῳ Κυρίου. καὶ ἔδωκεν αὐτὸ τοῖς ποιοῦσι τὰ ἔργα τοῖς ἐν οἴκῳ Κυρίου τοῦ κατισχῦσαι τὸ βεδὲκ τοῦ οἴκου,
Τὸ χρηματικὸν αὐτὸ ποσὸν νὰ δοθῇ εἰς τὰ χέρια ἐκείνων, οἱ ὁποῖοι ἐποπτεύουν καὶ παρακολουθοῦν τὶς ἐπισκευές, ποὺ γίνονται εἰς τὸν Ναὸν τοῦ Θεοῦ. Ὁ Σαπφὰν ἔδωκε τὰ χρήματα αὐτὰ εἰς ἐκείνους, ποὺ ἦσαν ἐπιφορτισμένοι διὰ τὰ ἔργα αὐτὰ εἰς τὸν Ναὸν τοῦ Θεοῦ, διὰ νὰ Ἐπιδιορθώσουν τὶς φθορὲς τοῦ Ναοῦ.
- 6
τοῖς τέκτοσι καὶ τοῖς οἰκοδόμοις καὶ τοῖς τειχισταῖς καὶ τοῦ κτήσασθαι ξύλα καὶ λίθους λατομητούς, τοῦ κραταιῶσαι τὸ βεδὲκ τοῦ οἴκου.
Οἱ ἐπόπται τῶν ἔργων ἔδωσαν τὰ χρήματα εἰς τοὺς ξυλουργοὺς καὶ τοὺς ἐργολάβους καὶ τοὺς κτίστες καὶ διὰ νὰ ἀγοράσουν ξυλείαν καὶ πελεκημένες πέτρες, ὥστε νὰ στηρίξουν καὶ νὰ κάμουν τις ἐπιδιορθώσεις τοῦ Ναοῦ.
- 7
πλὴν οὐκ ἐξελογίζοντο αὐτοὺς τὸ ἀργύριον τὸ διδόμενον αὐτοῖς, ὅτι ἐν πίστει αὐτοὶ ποιοῦσι.
Δὲν ἐγίνετο ὅμως διαχειριστικὸς ἔλεγχος οὔτε ἐζητεῖτο λογαριασμὸς τῶν χρημάτων, ποὺ ἐδίδοντο εἰς τοὺς ἐπόπτας τῶν ἐπιδιορθώσεων τοῦ Ναοῦ, διότι αὐτοὶ διεχειρίζοντο καλὰ τὰ χρήματα, ἐπειδὴ ἦσαν ἀπολύτως ἔμπιστα πρόσωπα.
- 8
καὶ εἶπε Χελκίας ὁ ἱερεὺς ὁ μέγας πρὸς Σαπφὰν τὸν γραμματέα· βιβλίον τοῦ νόμου εὗρον ἐν οἴκῳ Κυρίου· καὶ ἔδωκε Χελκίας τὸ βιβλίον πρὸς Σαπφάν, καὶ ἀνέγνω αὐτό.
Καὶ ὁ ἀρχιερεὺς Χελκίας εἶπε πρὸς τὸν Σαπφάν, τὸν γραμματέα τοῦ Ναοῦ τοῦ Θεοῦ: «Εὑρῆκα βιβλίον τοῦ Νόμου εἰς τὸν Ναὸν τοῦ Κυρίου». Καὶ ὁ Χελκίας ἔδωκε τὸ βιβλίον εἰς τὸν Σαπφάν, ὁ ὁποῖος καὶ τὸ ἐδιάβασε.
- 9
καὶ εἰσῆλθεν ἐν οἴκῳ Κυρίου πρὸς τὸν βασιλέα καὶ ἀπέστρεψε τῷ βασιλεῖ ρῆμα καὶ εἶπεν· ἐχώνευσαν οἱ δοῦλοί σου τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου καὶ ἔδωκαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα καθεσταμένων ἐν οἴκῳ Κυρίου
Κατόπιν ὁ Σαπφὰν παρουσιάσθη εἰς τὸν βασιλιᾶ, ποὺ εὑρίσκετο εἰς τὸν Ναὸν τοῦ Κυρίου, καὶ ἀνεκοίνωσεν εἰς αὐτὸν τὸ ἀποτέλεσμα τῆς ἐντολῆς, ποὺ τοῦ ἐδόθη, καὶ εἶπεν: «Οἱ δοῦλοι σοῦ συνεκέντρωσαν τὰ χρήματα, ποὺ ἦσαν εἰς τὸ ταμεῖον τοῦ Ναοῦ τοῦ Κυρίου, καὶ τὰ ἔδωκαν εἰς τὰ χέρια ἐκείνων, οἱ ὁποῖοι ἐποπτεύουν καὶ παρακολουθοῦν τὶς ἐπισκευές, ποὺ γίνονται εἰς τὸν Ναὸν τοῦ Κυρίου».
- 10
καὶ εἶπε Σαπφὰν ὁ γραμματεὺς πρὸς τὸν βασιλέα λέγων· βιβλίον ἔδωκέ μοι Χελκίας ὁ ἱερεὺς καὶ ἀνέγνω αὐτὸ Σαπφὰν ἐνώπιον τοῦ βασιλέως.
Ὁ γραμματεὺς Σαπφὰν ἐπρόσθεσε ἀκόμη εἰς τὸν βασιλιᾶ καὶ τοῦτο: «Ὁ ἀρχιερεὺς Χελκίας ἔδωκεν εἰς ἐμὲ βιβλίον». Καὶ ὁ Σαπφὰν ἐδιάβασε τὸ βιβλίον αὐτὸ ἐμπρὸς εἰς τὸν βασιλιᾶ.
- 11
καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τοῦ βιβλίου τοῦ νόμου, καὶ διέρρηξε τὰ ἱμάτια ἑαυτοῦ.
Συνέβη δὲ τοῦτο: Μόλις ὁ βασιλιᾶς ἄκουσε τὰ λόγια, ποὺ ἦσαν γραμμένα εἰς τὸ βιβλίον τοῦ Νόμου, ἔσχισε τὰ ροῦχα του ἀπὸ φόβον καὶ βαθεῖαν συγκίνησιν.
- 12
καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκίᾳ τῷ ἱερεῖ καὶ τῷ ᾿Αχικὰμ υἱῷ Σαπφὰν καὶ τῷ ᾿Αχοβὼρ υἱῷ Μιχαίου καὶ τῷ Σαπφὰν τῷ γραμματεῖ καὶ τῷ ᾿Ασαΐᾳ δούλῳ τοῦ βασιλέως λέγων·
Καὶ ὁ βασιλιᾶς γεμᾶτος συγκίνησιν καὶ φόβον ἔδωκεν εἰς τὸν ἀρχιερέα Χελκίαν καὶ εἰς τὸν Ἀχικάμ, υἱὸν τοῦ Σαπφάν, καὶ εἰς τὸν Ἀχοβώρ, υἱὸν τοῦ Μιχαία, καὶ εἰς τὸν Σαπφὰν τὸν γραμματέα καὶ εἰς τὸν Ἀσαΐαν, τὸν δοῦλον (ἀκόλουθόν) του βασιλιᾶ, τὴν ἐντολήν:
- 13
δεῦτε ἐκζητήσατε τὸν Κύριον περὶ ἐμοῦ καὶ περὶ παντὸς τοῦ λαοῦ καὶ περὶ παντὸς τοῦ ᾿Ιούδα περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεθέντος τούτου, ὅτι μεγάλη ἡ ὀργὴ Κυρίου ἡ ἐκκεκαυμένη ἐν ἡμῖν, ὑπὲρ οὗ οὐκ ἤκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων τοῦ βιβλίου τούτου τοῦ ποιεῖν κατὰ πάντα τὰ γεγραμμένα καθ᾿ ἡμῶν.
«Ἐμπρός, πηγαίνετε, ἐρωτῆστε καὶ συμβουλευθῆτε τὸν Κύριον δι’ ἐμὲ καὶ δι’ ὅλον τὸν λαὸν τοῦ βασιλείου τοῦ Ἰούδα, διὰ τὸ περιεχόμενον τῶν λόγων, ποὺ εἶναι γραμμένοι εἰς τὸ βιβλίον αὐτὸ τοῦ Νόμου, ποὺ εὑρέθη· διότι εἶναι μεγάλος ὁ θυμὸς τοῦ Κυρίου, ποὺ ἔχει ἀνάψει καὶ καίεται ὅπως τὸ καμίνι ἐναντίον μας, ἐπειδὴ οἱ προπάτορές μας δὲν ἐσυμμορφώθησαν πρὸς τὰ λόγια τοῦ βιβλίου αὐτοῦ τοῦ Νόμου, ὥστε νὰ ἀναστραφοῦν καὶ νὰ ἐφαρμόσουν ὅλα, ὅσα εἶναι γραμμένα εἰς αὐτὸ καὶ τὰ ὁποῖα μᾶς ἀφοροῦν».
- 14
καὶ ἐπορεύθη Χελκίας ὁ ἱερεὺς καὶ ᾿Αχικὰμ καὶ ᾿Αχοβὼρ καὶ Σαπφὰν καὶ ᾿Ασαΐας πρὸς ῎Ολδαν τὴν προφῆτιν μητέρα Σελλὴμ υἱοῦ Θεκουὲ υἱοῦ ᾿Αραὰς τοῦ ἱματιοφύλακος, καὶ αὕτη κατῴκει ἐν ῾Ιερουσαλὴμ ἐν τῇ Μασενᾷ, καὶ ἐλάλησαν πρὸς αὐτήν.
Ὁ ἀρχιερεὺς Χελκίας καὶ ὁ Ἀχικὰμ καὶ ὁ Ἀχοβὼρ καὶ ὁ Σαπφὰν καὶ ὁ Ἀσαΐας ἐπῆγαν εἰς τὴν προφήτιδα Ὄλδαν, τὴν μητέρα τοῦ Σελλήμ, υἱοῦ τοῦ Θεκουὲ καὶ ἐγγονοῦ τοῦ Ἀραάς, ποὺ ἦταν ἰματιοφύλακας τοῦ Ναοῦ (κατ’ ἄλλους: Ἰματιοφύλακας τοῦ βασιλικοῦ ἀνακτόρου). Ἡ Ὄλδα ἑκατοικοῦσε εἰς τὴν Ἱερουσαλήμ, εἰς τὴν δευτέραν συνοικίαν (κατ' ἄλλην ἑρμηνείαν: Εἰς τὸ νεώτερον τμῆμα τῆς Ἱερουσαλήμ). Ὅλοι αὐτοὶ οἱ ἀπεσταλμένοι τοῦ βασιλιᾶ ἦλθαν εἰς τὴν Ὄλδαν καὶ τῆς διηγήθησαν ὅσα συνέβησαν σχετικῶς μὲ τὴν εὕρεσιν τοῦ βιβλίου τοῦ Νόμου.
- 15
καὶ εἶπεν αὐτοῖς· τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρός με·
Ἡ Ὄλδα τοὺς εἶπεν: «Αὐτὰ λέγει ὁ Κύριος, ὁ Θεὸς τοῦ Ἰσραὴλ· πέστε εἰς τὸν ἄνδρα (τὸν βασιλιᾶ), ποὺ σᾶς ἔστειλεν εἰς ἐμέ, τὰ ἑξῆς:
- 16
τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτόν, πάντας τοὺς λόγους τοῦ βιβλίου, οὓς ἀνέγνω βασιλεὺς ᾿Ιούδα,
«Αὐτὰ λέγει ὁ Κύριος· Νά· ἐγὼ θὰ τιμωρήσω μὲ μεγάλην καταστροφὴν τὸν τόπον αὐτόν, τὴν Ἱερουσαλήμ, καὶ ὅλους, ὅσοι κατοικοῦν εἰς αὐτήν, ὅπως εἶναι γραμμένον εἰς τὸ βιβλίον τοῦ Νόμου, ποὺ ἐδιάβασε ὁ βασιλιᾶς τοῦ βασιλείου τοῦ Ἰούδα.
- 17
ἀνθ᾿ ὧν ἐγκατέλιπόν με καὶ ἐθυμίων θεοῖς ἑτέροις, ὅπως παροργίσωσί με ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, καὶ ἐκκαυθήσεται θυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ σβεσθήσεται.
Ἡ καταστροφὴ αὐτὴ θὰ γίνῃ, διότι ἐγκατέλειψαν ἐμέ, τὸν ἕνα καὶ μόνον ἀληθινὸν Θεόν, καὶ ἐπρόσφεραν θυμίαμα εἰς ἄλλους θεούς, καὶ ἔτσι μὲ ἀνάγκασαν νὰ ἐζοργισθῶ πάρα πολὺ διὰ τὰ ἔργα αὐτὰ τῶν χεριῶν των καὶ νὰ ἀνάψῃ ὡς φωτιὰ ὁ θυμός μου ἐναντίον τοῦ τόπου αὐτοῦ, τῆς Ἱερουσαλήμ, καὶ νὰ μὴ σβησθῇ».
- 18
καὶ πρὸς βασιλέα ᾿Ιούδα τὸν ἀποστείλαντα ὑμᾶς ἐπιζητῆσαι τὸν Κύριον τάδε ἐρεῖτε πρὸς αὐτόν· τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· οἱ λόγοι, οὓς ἤκουσας,
Πρὸς δὲ τὸν βασιλιᾶ τοῦ βασιλείου τοῦ Ἰούδα, ο ὁποῖος σᾶς ἔστειλε νὰ ἐρωτήσετε καὶ νὰ συμβουλευθῆτε τὸν Κύριον, νὰ τοῦ εἰπῆτε τὰ ἀκόλουθα: «Αὐτὰ λέγει ὁ Κύριος, ὁ Θεὸς τὸν Ἰσραήλ· Ἐπειδὴ ἀπὸ τὰ ἀπειλητικὰ λόγια, τὰ ὁποῖα ἄκουσες ἀπὸ τὴν ἀνάγνωσιν τοῦ βιβλίου τοῦ Νόμου,
- 19
ἀνθ᾿ ὧν ὅτι ἡπαλύνθη ἡ καρδία σου καὶ ἐνετράπης ἀπὸ προσώπου, ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτὸν τοῦ εἶναι εἰς ἀφανισμὸν καὶ εἰς κατάραν, καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιόν μου, καί γε ἐγὼ ἤκουσα, λέγει Κύριος.
ἐγέμισε ἀπὸ ταπείνωσιν καὶ κατάνυξιν ἡ καρδιά σου καὶ μετενόησες καὶ ἐταπεινώθης καὶ ἄλλαξε ὄψιν τὸ πρόσωπόν σου, ὅταν ἄκουσες ὅσα ἔχω εἰπεῖ ἐναντίον τοῦ τόπου αὐτοῦ (τῆς Ἱερουσαλήμ) καὶ ἐναντίον ἐκείνων, ποὺ κατοικοῦν εἰς αὐτόν, ὅτι αὐτοὶ εἶναι καταράμενοι καὶ προωρισμένοι νὰ ἐξολοθρευθοῦν· ἐπειδὴ λοιπὸν συνεταράχθης καὶ ἐφοβήθης καὶ ἔσχισες τὰ ροῦχα σου εἰς ἔνδειξιν πένθους καὶ μετανοίας καὶ ἔκλαυσες ἐμπρός μου, ἐγὼ σὲ ἄκουσα, λέγει ὁ Κύριος.
- 20
οὐχ οὕτως· ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας σου, καὶ συναχθήσῃ εἰς τὸν τάφον σου ἐν εἰρήνῃ, καὶ οὐκ ὀφθήσεται ἐν τοῖς ὀφθαλμοῖς σου ἐν πᾶσι τοῖς κακοῖς, οἷς ἐγώ εἰμι ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον. καὶ ἐπέστρεψαν τῷ βασιλεῖ τὸ ρῆμα
Διὰ τὴν στάσιν σου αὐτήν, βασιλιᾶ, δὲν θὰ συμβοῦν εἰς σὲ οἱ ἴδιες συμφορές. Νά· σὺ θὰ ἀποθάνῃς καὶ θὰ σὲ προσθέσω εἰς τοὺς ἀποθαμένους προγόνους σου καὶ θὰ ταφῇς εἰς τὸν τάφον σου εἰρηνικά. Καὶ τὰ μάτια σου δὲν θὰ ἰδοῦν ὅλες αὐτὲς τὶς μεγάλες συμφορές, μὲ τὶς ὁποῖες ἐγὼ θὰ τιμωρήσω τὸν τόπον τοῦτον». Οἱ ἀπεσταλμένοι ἐπέστρεψαν εἰς τὸν βασιλιᾶ Ἰωσίαν καὶ τοῦ μετέφεραν τὸ μήνυμα, ποὺ τοῦ ἔστειλεν ὁ Θεὸς μέσῳ τῆς προφήτιδος Ὄλδας.
