Δ΄ Βασιλειών, κεφάλαιο 20
- 1
ΕΝ ταῖς ἡμέραις ἐκείναις ἠρρώστησεν ᾿Εζεκίας εἰς θάνατον. καὶ εἰσῆλθε πρὸς αὐτὸν ῾Ησαΐας υἱὸς ᾿Αμὼς ὁ προφήτης καὶ εἶπε πρὸς αὐτόν· τάδε λέγει Κύριος· ἔντειλαι τῷ οἴκῳ σου, ὅτι ἀποθνήσκεις σὺ καὶ οὐ ζήσῃ.
Κατά τις ἡμέρες ἐκεῖνες ἀρρώστησε ὁ βασιλιᾶς Ἐζεκίας βαριὰ καὶ ἐπλησίαζε νὰ ἀποθάνῃ. Ἦλθε δὲ πρὸς αὐτὸν ὁ προφήτης Ἡσαΐας, ὁ υἱὸς τοῦ Ἀμώς, καὶ τοῦ εἶπεν: Αὐτὰ λέγει ὁ Κύριος· τακτοποίησε τὶς ὑποθέσεις του βασιλικοῦ σου οἴκου σύμφωνα μὲ τὴν τελευταίαν θέλησίν σου, διότι σὺ ἀποθνήσκεις καὶ δὲν θὰ ζήσής».
- 2
καὶ ἀπέστρεψεν ᾿Εζεκίας πρὸς τὸν τοῖχον καὶ ηὔξατο πρὸς Κύριον λέγων·
Τότε ὁ Ἐζεκίας, καθὼς εὑρίσκετο ξαπλωμένος εἰς τὸ κρεββάτι, ἐγύρισε τὸ πρόσωπόν του πρὸς τὸν τοῖχον τοῦ δωματίου καὶ προσηυχήθη πρὸς τὸν Κύριον καὶ εἶπε:
- 3
Κύριε, μνήσθητι δὴ ὅσα περιεπάτησα ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ καρδίᾳ πλήρει καὶ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ἐποίησα. καὶ ἔκλαυσεν ᾿Εζεκίας κλαυθμῷ μεγάλῳ.
«Κύριε, ἐνθυμσου, σὲ παρακαλῶ, ὅτι ἔχω συμπεριφερθῇ καὶ σὲ ἔχω ὑπηρετήσει μὲ πιστότητα, μὲ εἰλικρίνειαν καὶ ἀφοσίωσιν καὶ ἔκαμα αὐτὸ ποὺ εἶναι ἀρεστὸν εἰς σέ». Καὶ ἔκλαυσεν ὁ Ἐζεκίας μὲ κλαυθμὸν πολὺν καὶ ἔχυσε δάκρυα πικρά.
- 4
καὶ ἦν ῾Ησαΐας ἐν τῇ αὐλῇ τῇ μέσῃ, καὶ ρῆμα Κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων·
Πρὶν ἀκόμη ὁ Ἡσαΐας φύγῃ ἀπὸ τὸ ἀνάκτορον, καὶ ἐνῷ εὑρίσκετο εἰς τὸ μέσον τῆς ἐσωτερικῆς αὐλῆς τοῦ ἀνακτόρου, κατέφθασεν εἰς αὐτὸν λόγος Κυρίου, ὁ ὁποῖος τοῦ ἔλεγε:
- 5
ἐπίστρεψον καὶ ἐρεῖς πρὸς ᾿Εζεκίαν τὸν ἡγούμενον τοῦ λαοῦ μου· τάδε λέγει Κύριος ὁ Θεὸς Δαυὶδ τοῦ πατρός σου· ἤκουσα τῆς προσευχῆς σου, εἶδον τὰ δάκρυά σου· ἰδοὺ ἐγὼ ἰάσομαί σε, τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναβήσῃ εἰς οἶκον Κυρίου·
«Γύρισε πάλιν πίσω καὶ νὰ εἰπῇς εἰς τὸν Ἐζεκίαν, τὸν ἀρχηγὸν τοῦ λαοῦ μου· αὐτὰ λέγει ὁ Κύριος, ὁ Θεὸς τοῦ Δαβὶδ τοῦ προπάτορός σου: «Ἄκουσα τὴν προσευχήν σου καὶ εἶδα τὰ πολλὰ δάκρυά σου. Νά! ἐγὼ ὁ Κύριος θὰ σὲ θεραπεύσω καὶ τὴν ἡμέραν τὴν τρίτην θὰ ἀνέβης εἰς τὸν Ναὸν τοῦ Κυρίου.
- 6
καὶ προσθήσω ἐπὶ τὰς ἡμέρας σου πεντεκαίδεκα ἔτη καὶ ἐκ χειρὸς βασιλέως ᾿Ασσυρίων σώσω σε καὶ τὴν πόλιν ταύτην καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι᾿ ἐμὲ καὶ διὰ Δαυὶδ τὸν δοῦλόν μου.
Καὶ θὰ προσθέσω εἰς τὶς ἡμέρες τῆς ζωῆς σου δεκαπέντε ἀκόμη χρόνια καὶ θὰ σὲ ἐλευθερώσω ἀπὸ τὴν ἐξουσίαν τοῦ βασιλιᾶ τῶν Ἀσσυρίων, καθὼς ἐπίσης καὶ τὴν πόλιν αὐτήν, τὴν Ἱερουσαλήμ, καὶ θὰ ὑπερασπίσω τὴν πόλιν αὐτήν, διὰ τὴν ἀγαθότητα, τὴν φιλανθρωπίαν καὶ τὴν δόξαν μου καὶ πρὸς χάριν τοῦ Δαβίδ, τοῦ δούλου μου».
- 7
καὶ εἶπε· λαβέτωσαν παλάθην σύκων καὶ ἐπιθέτωσαν ἐπὶ τὸ ἕλκος, καὶ ὑγιάσει.
Κατόπιν ὁ Ἡσαΐας εἶπεν εἰς τοὺς ὑπηρέτες τοῦ Ἐζεκία: «Ἂς πάρουν μιὰ τσαπέλα σῦκα (πολτόν, συμπαγῆ βῶλον ἀπὸ σῦκα) καὶ ἂς τὴν βάλουν ὡς κατάπλασμα ἐπάνω εἰς τὴν πληγὴν καὶ θὰ γίνῃ ὑγιής».
- 8
καὶ εἶπεν ᾿Εζεκίας πρὸς ῾Ησαΐαν· τί τὸ σημεῖον ὅτι ἰάσεταί με Κύριος καὶ ἀναβήσομαι εἰς οἶκον Κυρίου τῇ ἡμέρᾳ τῇ τρίτῃ;
Ὁ Ἐζεκίας ἐρώτησε τὸν Ἡσαΐαν: «Ποία εἶναι ἡ θαυμαστὴ ἀπόδειξις, ποὺ θὰ μὲ πείσῃ, ὅτι ὁ Κύριος θὰ μὲ θεραπεύσῃ καὶ ὅτι ἔπειτα ἀπὸ τρεῖς ἡμέρες ὑγιὴς πλέον θὰ ἀνεβῶ εἰς τὸν Ναὸν τοῦ Κυρίου;»
- 9
καὶ εἶπεν ῾Ησαΐας· τοῦτο τὸ σημεῖον παρὰ Κυρίου, ὅτι ποιήσει Κύριος τὸν λόγον, ὃν ἐλάλησε· πορεύσεται ἡ σκιὰ δέκα βαθμούς, ἐὰν ἐπιστρέψῃ δέκα βαθμούς.
Ὁ Ἡσαΐας ἀπάντησε: «Αὐτὸ εἶναι τὸ θαυμαστὸν γεγονός, ποὺ θὰ σοῦ δοθῇ ἀπὸ τὸν Κύριον, ὅτι δηλαδὴ ὁ Κύριος θὰ τηρήσῃ τὸν λόγον του καὶ θὰ πραγματοποιήσῃ αὐτὸ ποὺ ὑπεσχέθη: Ἡ σκιὰ τοῦ ἡλίου θὰ προχωρήση εἰς τὸ ἡλιακὸν ὡρολόγιον κατὰ δέκα βαθμίδες ἐμπρὸς ἢ θὰ γυρίσῃ πίσω κατὰ δέκα βαθμίδες».
- 10
καὶ εἶπεν ᾿Εζεκίας· κοῦφον τὴν σκιὰν κλῖναι δέκα βαθμούς· οὐχί, ἀλλ᾿ ἐπιστραφήτω ἡ σκιὰ ἐν τοῖς ἀναβαθμοῖς δέκα βαθμοὺς εἰς τὰ ὀπίσω.
Ὁ Ἐζεκίας ἀπάντησε: «Εἶναι εὔκολον νὰ προχωρήση ἡ σκιὰ κατὰ δέκα βαθμίδες ἐμπρός· αὐτὸ δὲν εἶναι καὶ τόσον θαυμαστόν. Δυσκολώτερον καὶ ἄρα θαυμαστότερον εἶναι νὰ γυρίσῃ ἡ σκιὰ εἰς τὰ σκαλοπάτια (ἤ τὶς βαθμίδες) κατὰ δέκα βαθμοὺς πίσω».
- 11
καὶ ἐβόησεν ῾Ησαΐας ὁ προφήτης πρὸς Κύριον, καὶ ἐπέστρεψεν ἡ σκιὰ ἐν τοῖς ἀναβαθμοῖς εἰς τὰ ὀπίσω δέκα βαθμούς.
Καὶ ὁ προφήτης Ἡσαΐας ὕψωσε κραυγὴν ἰσχυρὰν καὶ ἐφώναξε μὲ ἱκεσίαν δυνατὴν πρὸς τὸν Κύριον διὰ τὸ αἴτημα αὐτὸ τοῦ Ἐζεκία. Καὶ ἡ σκιὰ ἐγύρισε πίσω εἰς τὰ σκαλοπάτια (ἤ τὶς βαθμίδες) κατὰ δέκα βαθμοὺς (ἢ ὑποδιαιρέσεις τοῦ ἠλιακοῦ ὡρολογίου).
- 12
ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλε Μαρωδὰχ Βαλαδὰν υἱὸς Βαλαδὰν βασιλεὺς Βαβυλῶνος βιβλία καὶ μαναὰ πρὸς ᾿Εζεκίαν, ὅτι ἤκουσεν ὅτι ἠρρώστησεν ᾿Εζεκίας.
Κατὰ τὸν καιρὸν ἐκεῖνον ἀπέστειλεν ὁ Μαρωδὰχ Βαλαδάν, υἱὸς τοῦ Βαλαδάν, ὁ βασιλιᾶς τῆς Βαβυλῶνος, ἐπιστολὲς καὶ δῶρα πρὸς τὸν Ἐζεκίαν, διότι ἐπληροφορήθη ὅτι ὁ Ἐζεκίας ἀρρώστησε.
- 13
καὶ ἐχάρη ἐπ᾿ αὐτοῖς ᾿Εζεκίας καὶ ἔδειξεν αὐτοῖς ὅλον τὸν οἶκον τοῦ νεχωθά, τὸ ἀργύριον καὶ τὸ χρυσίον, τὰ ἀρώματα καὶ τὸ ἔλαιον τὸ ἀγαθόν, καὶ τὸν οἶκον τῶν σκευῶν καὶ ὅσα ηὑρέθη ἐν τοῖς θησαυροῖς αὐτοῦ· οὐκ ἦν λόγος, ὃν οὐκ ἔδειξεν αὐτοῖς ᾿Εζεκίας ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐν πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ.
Ἐχάρη δι’ ὅλα αὐτὰ ὁ Ἐζεκίας καὶ ἔδειξεν εἰς τοὺς ἀπεσταλμένους τοῦ βασιλιᾶ τῆς Βαβυλῶνος ὅλον τὸν οἶκον τῶν πολυτίμων θησαυρῶν του, τὸ ἀσῆμι καὶ τὸ χρυσάφι, τὰ ἀρώματα καὶ τὸ πολύτιμον ἀρωματικὸν λάδι, καὶ τὸν οἶκον τῶν πολεμικῶν ὅπλων καὶ ὅλα, ὅσα εὑρίσκοντο εἰς τὰ θησαυροφυλάκιά του. Δὲν ὑπῆρξε τίποτε, τὸ ὁποῖον δὲν ἔδειξεν ὁ Ἐζεκίας, ἀπὸ ὅσα ἦσαν εἰς τὸ ἀνάκτορόν του καὶ εἰς ὅλην τὴν χώραν, ποὺ ἦταν κάτω ἀπὸ τὴν ἐξουσίαν του.
- 14
καὶ εἰσῆλθεν ῾Ησαΐας ὁ προφήτης πρὸς τὸν βασιλέα ᾿Εζεκίαν καὶ εἶπε πρὸς αὐτόν· τί ἐλάλησαν οἱ ἄνδρες οὗτοι καί πόθεν ἥκασι πρός σε; καὶ εἶπεν ᾿Εζεκίας· ἐκ γῆς πόρρωθεν ἥκασι πρός με, ἐκ Βαβυλῶνος.
Τότε ὁ προφήτης Ἡσαΐας παρουσιάσθη εἰς τὸν βασιλιᾶ Ἐζεκίαν καὶ τὸν ἐρώτησε: «Τί εἶπαν οἰ ἄνθρωποι αὐτοὶ καὶ ἀπὸ ποὺ ἦλθαν πρὸς σέ;» Ὁ Ἐζεκίας ἀπάντησε: «Ἀπὸ χώραν πολὺ μακρινὴν ἦλθαν πρὸς ἐμέ, ἀπὸ τὴν Βαβυλῶνα».
- 15
καὶ εἶπε· τί εἶδον ἐν τῷ οἴκῳ σου; καὶ εἶπε· πάντα, ὅσα ἐν τῷ οἴκῳ μου εἶδον, οὐκ ἦν ἐν τῷ οἴκῳ μου, ὃ οὐκ ἔδειξα αὐτοῖς, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου.
Ὁ Ἡσαΐας ἐρώτησε πάλιν: «Τί εἶδαν εἰς τὸ ἀνάκτορόν σου;» Ὁ Ἐζεκίας ἀπάντησε: «Ὅλα, ὅσα ὑπάρχουν εἰς τὸ ἀνάκτορόν μου, τὰ εἶδαν· δὲν ὑπάρχει τίποτε εἰς τὸ ἀνάκτορόν μου, τὸ ὁποῖον δὲν τοὺς ἔδειξα· εἶδαν ἐπίσης καὶ αὐτά, ποὺ φυλάσσονται εἰς τὰ θησαυροφυλάκιά μου».
- 16
καὶ εἶπεν ῾Ησαΐας πρὸς ᾿Εζεκίαν· ἄκουσον λόγον Κυρίου·
Κατόπιν ὁ Ἡσαΐας εἶπεν εἰς τὸν Ἐζεκίαν: «Ἄκουσε τὸν λόγον τοῦ Κυρίου:
- 17
ἰδοὺ ἡμέραι ἔρχονται καὶ ληφθήσεται πάντα τὰ ἐν οἴκῳ σου καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα· καὶ οὐχ ὑπολειφθήσεται ρῆμα, ὃ εἶπε Κύριος·
Νά! ἔρχονται ἡμέρες, κατὰ τὶς ὁποῖες θὰ ἀφαιρεθοῦν ὅλα, ὅσα ὑπάρχουν εἰς τὸ ἀνάκτορόν σου, καὶ ὅλα, ὅσα συνεκέντρωσαν καὶ ἀπεθησαύρισαν οἱ προπάτορές σου μέχρι τῆς ἡμέρας αὐτῆς· ὅλα αὐτὰ θὰ σοῦ ἀφαφεθοῦν καὶ θὰ μεταφερθοῦν εἰς τὴν Βαβυλῶνα. Καὶ δὲν θὰ μεῖνῃ κανένας λόγος ἀπραγματοποίητος ἀπὸ ἐκεῖνα, τὰ ὁποῖα εἶπεν ὁ Κύριος.
- 18
καὶ οἱ υἱοί σου, οἳ ἐξελεύσονται ἐκ σοῦ, οὓς γεννήσεις λήψεται, καὶ ἔσονται εὐνοῦχοι ἐν τῷ οἴκῳ τοῦ βασιλέως Βαβυλῶνος.
Καὶ οἱ υἱοί σου «ὀρθοτέρα: Οἱ ἀπόγονοί σου», οἱ ὁποῖοι θὰ γεννηθοῦν ἀπὸ σέ, θὰ συλληφθοῦν καὶ αὐτοὶ ἀπὸ τοὺς Βαβυλωνίους καὶ θὰ γίνουν εὐνοῦχοι καὶ ὑπηρέται εἰς τὸ ἀνάκτορον τοῦ βασιλιᾶ τῆς Βαβυλῶνος».
- 19
καὶ εἶπεν ᾿Εζεκίας πρὸς ῾Ησαΐαν· ἀγαθὸς ὁ λόγος Κυρίου, ὃν ἐλάλησεν· ἔστω εἰρήνη ἐν ταῖς ἡμέραις μου.
Ὁ Ἐζεκίας ἀπάντησε εἰς τὸν Ἡσαΐαν: «Ἀγαθὸς καὶ δίκαιος εἶναι ὁ λόγος τοῦ Κυρίου, τὸν ὁποῖον εἶπεν. Ἂς ὑπάρξῃ τουλάχιστον εἰρήνη κατὰ τὴν διαρκειαν τῶν ἡμερῶν τῆς βασιλείας μου».
- 20
καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Εζεκίου καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ, καὶ ὅσα ἐποίησε, τὴν κρήνην καὶ τὸν ὑδραγωγὸν καὶ εἰσήγαγε τὸ ὕδωρ εἰς τὴν πόλιν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα;
Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ βασιλιᾶ Ἐζεκία καὶ ὅλα τὰ πολεμικά του κατορθώματα καὶ ὅλα, ὅσα ἔκαμεν - ἢ πηγή, τὸ ὑδραγωγεῖον καὶ ἡ σήραγγα, μὲ τὴν ὁποίαν ἔφερε τὸ νερὸν εἰς τὴν πόλιν - δὲν εἶναι μήπως αὐτὰ γραμμένα εἰς τὸ βιβλίον τῶν «Χρονικῶν (ἢ Ἔργα καὶ Ἡμέραι) τῶν βασιλέων (τοῦ βασιλείου) τοῦ Ἰούδα»;
- 21
καὶ ἐκοιμήθη ᾿Εζεκίας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐβασίλευσε Μανασσῆς υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
Καὶ ἀπέθανεν ὁ Ἐζεκίας καὶ ἐτάφη μὲ τοὺς προπάτορές του· ἐβασίλευσε δὲ ὡς διάδοχός του ὁ Μανασσῆς, ὁ υἱός του.
