Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Β΄ ΒΑΣΙΛΕΙΩΝ

Β΄ Βασιλειών, κεφάλαιο 9

13 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (24)
  1. 1

    ΚΑΙ εἶπε Δαυίδ· εἰ ἔστιν ἔτι ὑπολελειμμένος ἐν τῷ οἴκῳ Σαοὺλ καὶ ποιήσω μετ᾿ αὐτοῦ ἔλεος ἕνεκεν ᾿Ιωνάθαν;

    Μετὰ τὴν ὑποταγὴν τῶν ἐχθρῶν τοῦ Ἰσραὴλ ἐρώτησε ὁ Δαβὶδ τοὺς συμβούλους του: «Ζῇ ἄραγε κανεὶς ἀπόγονος τοῦ Σαούλ; Θέλω νὰ τὸν βοηθήσω καὶ νὰ τοῦ δείξω τὴν ἀγάπην μου διὰ λόγους εὐγνωμοσύνης πρὸς τὸν φίλον μου Ἰωνάθαν».

  2. 2

    καὶ ἐκ τοῦ οἴκου Σαοὺλ ἦν παῖς, καὶ ὄνομα αὐτῷ Σιβά, καὶ καλοῦσιν αὐτὸν πρὸς Δαυίδ· καὶ εἶπε πρὸς αὐτὸν ὁ βασιλεὺς· σὺ εἶ Σιβά; καὶ εἶπεν· ἐγὼ δοῦλος σός.

    Καὶ τοῦ εἶπαν ὅτι πιθανὸν νὰ γνωρίζῃ κάποιος, ποὺ ἦτο ἄλλοτε δοῦλος εἰς τὸ σπίτι τοῦ Σαοὺλ καὶ ὀνομάζεται Σιβά. Τὸν καλοῦν λοιπὸν νὰ παρουσιασθῇ εἰς τὸν Δαβὶδ καὶ τὸν ἐρωτᾷ ὁ βασιλεύς: «Σὺ εἶσαι ὁ Σιβά;» «Μάλιστα! Ἐγὼ εἶμαι, ὁ δοῦλος σου», ἀπεκρίθη ἐκεῖνος.

  3. 3

    καὶ εἶπεν ὁ βασιλεύς· εἰ ὑπολέλειπται ἐκ τοῦ οἴκου Σαοὺλ ἔτι ἀνὴρ καὶ ποιήσω μετ᾿ αὐτοῦ ἔλεος Θεοῦ; καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα· ἔτι ἐστίν υἱὸς τῷ ᾿Ιωνάθαν πεπληγὼς τοὺς πόδας.

    Καὶ ὁ βασιλεὺς τοῦ εἶπε: «Μήπως ζῇ ἀκόμη κάποιος ἄνδρας ἀπὸ τὴν οἰκογένειαν τοῦ Σαούλ; Θέλω νὰ τοῦ δείξω ἀγάπην, ὅπως ζητεῖ ὁ Θεός, ὁ Ὁποῖος εὐσπλαγχνίζεται καὶ εὐεργετεῖ τοὺς πάντας». Καὶ ὁ Σιβὰ ἀπεκρίθη εἰς τὸν βασιλέα: «Ζῇ ἀκόμη ἕνας υἱὸς τοῦ Ἰωνάθαν, ποὺ ὅμως εἶναι χωλὸς καὶ εἰς τὰ δύο πόδια του».

  4. 4

    καὶ εἶπεν ὁ βασιλεύς· ποῦ οὗτος; καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα· ἰδοὺ ἐν οἴκῳ Μαχὶρ υἱοῦ ᾿Αμιὴλ ἐκ τῆς Λαδάβαρ.

    Καὶ εἶπεν ὁ βασιλεύς: «Ποῦ μένει ὁ ἄνθρωπος αὐτός;» Καὶ ὁ Σιβὰ ἀπήντησεν εἰς τὸν βασιλέα: «Μένει εἰς τὸ σπίτι τοῦ Μαχίρ, τοῦ υἱοῦ τοῦ Ἀμιήλ, ποὺ κατάγεται ἀπὸ τὴν πόλιν Λαδάβαρ».

  5. 5

    καὶ ἀπέστειλεν ὁ βασιλεύς Δαυὶδ καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ οἴκου Μαχὶρ υἱοῦ ᾿Αμιὴλ ἐκ τῆς Λαδάβαρ.

    Ἔστειλε τότε ἀνθρώπους του ὁ βασιλεὺς καὶ τὸν ἐπῆρε ἀπὸ τὸ σπίτι τοῦ Μαχίρ, τοῦ υἱοῦ τοῦ Ἀμιὴλ ἀπὸ τὴν Λαδάβαρ.

  6. 6

    καὶ παραγίνεται Μεμφιβοσθὲ υἱὸς ᾿Ιωνάθαν υἱοῦ Σαοὺλ πρὸς τὸν βασιλέα Δαυὶδ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ. καὶ εἶπεν αὐτῷ Δαυίδ·Μεμφιβοσθέ· καὶ εἶπεν· ἰδοὺ ὁ δοῦλός σου.

    Καὶ μόλις ἦλθεν ὁ Μεμφιβοσθέ, ὁ υἱὸς τοῦ υἱοῦ τοῦ Σαοὺλ Ἰωνάθαν, εἰς τὸν Δαβίδ, ἔπεσε μὲ τὸ πρόσωπον κατὰ γῆς ἐμπρὸς εἰς τὸν βασιλέα καὶ τὸν ἐπροσκύνησε. Ὁ Δαβὶδ ὅμως τοῦ ἔδειξε οἰκειότητα καὶ τὸν ἐφώναξε μὲ τὸ ὄνομά του: «Μεμφιβοσθέ!» Καὶ ἐκεῖνος ἀπεκρίθη: «Ἰδού! Εἶμαι ἐμπρός σου, ὁ δοῦλος σου, βασιλεῦ».

  7. 7

    καὶ εἶπεν αὐτῷ Δαυίδ· μὴ φοβοῦ, ὅτι ποιῶν ποιήσω μετὰ σοῦ ἔλεος διὰ ᾿Ιωνάθαν τὸν πατέρα σου καὶ ἀποκαταστήσω σοι πάντα ἀγρὸν Σαοὺλ πατρὸς τοῦ πατρός σου, καὶ σὺ φαγῇ ἄρτον ἐπὶ τῆς τραπέζης μου διαπαντός.

    Τοῦ εἶπε δὲ τότε ὁ Δαβίδ: «Μὴ φοβᾶσαι, διότι ἀπεφάσισα νὰ σοῦ δείξω τὴν ἀγάπην μου, ἐπειδὴ εἶμαι ὑποχρεωμένος εἰς τὸν πατέρα σου, τὸν Ἰωναθαν. Θὰ σοῦ δώσω δὲ ὅλα τὰ κτήματα, ποὺ εἶχε ὁ Σαούλ, ὁ πατέρας τοῦ πατέρα σου, καὶ θὰ τρώγῃς εἰς τὸ ἑξῆς συνεχῶς εἰς τὸ τραπέζι μου μαζί μου».

  8. 8

    καὶ προσεκύνησε Μεμφιβοσθέ καὶ εἶπε· τίς εἰμι ὁ δοῦλός σου, ὅτι ἐπέβλεψας ἐπὶ τὸν κύνα τὸν τεθνηκότα τὸν ὅμοιον ἐμοί;

    Ὅταν ἄκουσε αὐτὰ ὁ Μεμφιβοσθέ, ἐπροσκύνησε καὶ πάλιν τὸν Δαβὶδ καὶ εἶπε: «Ποιὸς εἶμαι ἐγώ, ὁ δοῦλος σου, τὸν ὁποῖον κατεδέχθης να προσέξῃς; Εἶναι σὰν νὰ ἔρριξες βλέμμα πρὸς ἕνα ψόφιο σκυλί. Τέτοιος εἶμαι».

  9. 9

    καὶ ἐκάλεσεν ὁ βασιλεὺς Σιβὰ τὸ παιδάριον Σαοὺλ καὶ εἶπε πρὸς αὐτόν· πάντα ὅσα ἐστὶ τῷ Σαοὺλ καὶ ὅλῳ τῷ οἴκῳ αὐτοῦ δέδωκα τῷ υἱῷ τοῦ κυρίου σου·

    Μετὰ ταῦτα ἐκάλεσεν ὁ βασιλεὺς τὸν Σιβά, ποὺ ἦτο δοῦλος τοῦ Σαούλ, καὶ τοῦ εἶπε: «Ὅλα, ὅσα ἀνῆκαν εἰς τὸν Σαοὺλ καὶ εἰς ὅλην του τὴν οἰκογένειαν, τὰ ἔδωσα πλέον εἰς τὸν Μεμφιβοσθέ, τὸν υἱὸν τοῦ κυρίου σου τοῦ Ἰωνάθαν.

  10. 10

    καὶ ἐργᾷ αὐτῷ τὴν γῆν, σὺ καὶ οἱ υἱοί σου καὶ οἱ δοῦλοί σου, καὶ εἰσοίσεις τῷ υἱῷ τοῦ κυρίου σου ἄρτους, καὶ ἔδεται αὐτούς· καὶ Μεμφιβοσθὲ υἱὸς τοῦ κυρίου σου φάγεται διαπαντὸς ἄρτον ἐπὶ τῆς τραπέζης μου. (καὶ τῷ Σιβὰ ἦσαν πεντεκαίδεκα υἱοὶ καὶ εἴκοσι δοῦλοι).

    Θὰ καλλιεργῇς λοιπὸν εἰς τὸ ἑξῆς διὰ λογαριασμόν του τὰ κτήματα σὺ μὲ τὰ παιδιά σου καὶ τοὺς δούλους σου. Θὰ παραδίδῃς δὲ τοὺς καρπούς των εἰς τὸν Μεμφιβοσθέ, τὸν υἱὸν τοῦ κυρίου σου, διὰ νὰ τοὺς ἀπολαμβάνῃ αὐτός. Νὰ ξέρῃς δὲ ὅτι ὁ Μεμφιβοσθέ, ὁ υἱὸς τοῦ κυρίου σου, θὰ τρώγῃ πάντοτε εἰς τὸ τραπέζι μου». (Τότε ποὺ εἶπεν αὐτὰ ὁ Δαβίδ, ὁ Σιβὰ εἶχε δεκαπέντε υἱοὺς καὶ εἴκοσι δούλους).

  11. 11

    καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα· κατὰ πάντα, ὅσα ἐντέταλται ὁ κύριός μου ὁ βασιλεὺς τῷ δούλῳ αὐτοῦ, οὕτω ποιήσει ὁ δοῦλός σου· καὶ Μεμφιβοσθὲ ἤσθιεν ἐπὶ τῆς τραπέζης Δαυὶδ καθὼς εἷς τῶν υἱῶν αὐτοῦ τοῦ βασιλέως.

    Εἶπε δὲ ὁ Σιβὰ πρὸς τὸν βασιλέα: «Θὰ φροντίσω νὰ κάνω ἐγώ, ὁ δοῦλος σου, ὅ,τι ἀκριβῶς διέταξε ὁ κύριός μου καὶ βασιλεὺς εἰς ἐμέ, τὸν δοῦλον του». Καὶ ἀπὸ τότε ὁ Μεμφιβοσθὲ ἔτρωγεν εἰς τὸ τραπέζι τοῦ Δαβὶδ σὰν ἕνας ἀπὸ τοὺς υἱοὺς αὐτοῦ τοῦ βασιλέως.

  12. 12

    καὶ τῷ Μεμφιβοσθὲ υἱὸς μικρὸς ἦν, καὶ ὄνομα αὐτῷ Μιχά. καὶ πᾶσα ἡ κατοίκησις τοῦ οἴκου Σιβὰ δοῦλοι τοῦ Μεμφιβοσθέ.

    Εἶχε δὲ ὁ Μεμφιβοσθὲ καὶ ἕνα μικρὸν υἱόν, ποὺ ὠνομάζετο Μιχά. Ὅλοι δέ, ὅσοι διέμεναν εἰς τὸ σπίτι τοῦ Σιβά, ἔγιναν εἰς τὸ ἑξῆς δοῦλοι τοῦ Μεμφιβοσθέ.

  13. 13

    καὶ Μεμφιβοσθὲ κατῴκει ἐν ῾Ιερουσαλήμ, ὅτι ἐπὶ τῆς τραπέζης τοῦ βασιλέως αὐτὸς διαπαντὸς ἤσθιε· καὶ αὐτὸς ἦν χωλὸς ἀμφοτέροις τοῖς ποσὶν αὐτοῦ.

    Καὶ ἐγκατεστάθη πλέον μονίμως εἰς τὴν Ἱερουσαλὴμ ὁ Μεμφιβοσθέ, διότι ἔτρωγε καὶ αὐτὸς καθημερινῶς εἰς τὸ τραπέζι τοῦ βασιλέως. Ἦτο δὲ αὐτὸς χωλὸς καὶ εἰς τὰ δύο πόδια του.